Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἐναργεῖς δὲ πίστεις λαβεῖν ἔστι· πρῶτον μὲν ἀπὸ τῶν βασιλέων· δέκα που σχεδὸν ἢ καὶ πλειόνων ἐν τριακοσίοις ἔτεσιν ἑξῆς γενομένων, ἀνάθεσιν εἰκόνων ἢ ἀνδριάντων ἐν προσευχαῖς οὐδεμίαν ἐποιήσαντο, καίτοι γε οἰκείων ὄντων καὶ συγγενῶν, οὓς θεοὺς καὶ ἐνόμιζον καὶ ἔγραφον καὶ ἐκάλουν.

τί δὲ οὐκ ἔμελλον ἀνθρώπους γε ὄντας οἱ κύνας καὶ λύκους καὶ λέοντας καὶ κροκοδείλους καὶ ἄλλα πλείονα θηρία καὶ ἔνυδρα καὶ χερσαῖα καὶ πτηνὰ θεοπλαστοῦντες, ὑπὲρ ὧν βωμοὶ καὶ ἱερὰ καὶ ναοὶ καὶ τεμένη κατὰ πᾶσαν Αἴγυπτον ἵδρυνται;

τάχα που νῦν φήσουσι τότε οὐκ ἂν εἰπόντες — τὰς γὰρ τῶν ἀρχόντων εὐπραγίας μᾶλλον ἢ τοὺς ἄρχοντας αὐτοὺς εἰώθασι θεραπεύειν —, ὅτι μείζους μὲν οἱ αὐτοκράτορες τὰ ἀξιώματα καὶ τὰς τύχας τῶν Πτολεμαίων εἰσί, μειζόνων δὲ καὶ τιμῶν τυγχάνειν ὀφείλουσιν.

εἶτα, ὦ πάντων ἀνθρώπων, ἵνα μηδὲν ἀναγκασθῶ βλάσφημον εἰπεῖν, εὐηθέστατοι, διὰ τί τὸν πρὸ Γαΐου Τιβέριον, ὃς κἀκείνῳ τῆς ἡγεμονίας αἴτιος γέγονε, τρία πρὸς τοῖς εἴκοσιν ἔτη γῆς καὶ θαλάσσης ἀναψάμενον τὸ κράτος καὶ μηδὲ σπέρμα πολέμου μήτε κατὰ τὴν Ἑλλάδα μήτε κατὰ τὴν βάρβαρον ὑποτυφόμενον ἐάσαντα, τὴν δὲ εἰρήνην καὶ τὰ τῆς εἰρήνης ἀγαθὰ παρασχόμενον ἄχρι τῆς τοῦ βίου τελευτῆς ἀφθόνῳ καὶ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, τῆς ὁμοίας τιμῆς οὐκ ἠξιώσατε; τὸ γένος ἦν ἐλάττων;