In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
Πρὸς τοῖς εἰρημένοις οὐ δι’ ἑαυτοῦ μόνον ἀλλ’ ἤδη καὶ διὰ τοῦ αὐτοκράτορος ἐζήτει καὶ ἐπενόει κακοῦν ἡμᾶς. τιμὰς γάρ, ὅσας οἷόν τε ἦν καὶ ἐπέτρεπον οἱ νόμοι, πάσας Γαΐῳ ψηφισάμενοι καὶ ἐπιτελέσαντες ἔργοις ἀνέδομεν τὸ ψήφισμα αὐτῷ, δεηθέντες, ἐπειδὴ πρεσβείαν αἰτησαμένοις οὐκ ἂν ἐπέτρεψεν, ἵνα διαπέμψηται δι’ αὑτοῦ.
ἀναγνοὺς δὲ καὶ ἑκάστῳ τῶν ἐν τῷ ψηφίσματι πολλάκις τῇ κεφαλῇ συνεπινεύσας, ὑπομειδιῶν καὶ γεγανωμένος ἢ προσποιούμενος τὸν ἡδόμενον, "ἀποδέχομαι πάντας ὑμᾶς" ἔφη „τῆς εὐσεβείας καὶ πέμψω, καθάπερ αἰτεῖσθε, ἢ πρεσβευτοῦ τάξιν ἐκπλήσω, ἵν’ αἴσθηται Γάιος τῆς ὑμετέρας εὐχαριστίας.
μαρτυρήσω δὲ καὶ αὐτὸς ὅσα σύνοιδα τῷ πλήθει τῶν εἰς κοσμιότητα καὶ εἰς εὐπείθειαν προστιθεὶς οὐδέν· ἡ γὰρ ἀλήθεια αὐταρκέστατος ἔπαινος“. ἐπὶ ταύταις ταῖς ὑποσχέσεσι γεγηθότες εὐχαριστοῦμεν, ὡς ἤδη ταῖς ἐλπίσι παρανεγνωσμένου Γαΐῳ τοῦ ψηφίσματος.
καὶ γὰρ ἦν εἰκός, ἐπειδὴ πάνθ’ ὅσα διὰ τῶν ὑπάρχων πέμπεται μετὰ σπουδῆς ἀνυπέρθετον ἔχει τὴν παρ’ ἡγεμόνι διάγνωσιν. ὁ δὲ πολλὰ χαίρειν φράσας οἷς διενοήθημεν, οἷς εἶπεν, οἷς ὡμολόγησε, τὸ ψήφισμα παρ’ ἑαυτῷ παρακατέσχεν, ἵνα μόνοι τῶν ὑφ’ ἥλιον ἀνθρώπων ἐχθροὶ νομισθῶμεν.