In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

καὶ ἡ θέα διενενέμητο· τὰ μὲν γὰρ πρῶτα τῶν θεαμάτων ἄχρι τρίτης ἢ τετάρτης ὥρας ἐξ ἑωθινοῦ ταῦτα ἦν· Ἰουδαῖοι μαστιγούμενοι, κρεμάμενοι, τροχιζόμενοι, καταικιζόμενοι, διὰ μέσης τῆς ὀρχήστρας ἀπαγόμενοι τὴν ἐπὶ θανάτῳ· τὰ δὲ μετὰ τὴν καλὴν ταύτην ἐπίδειξιν ὀρχησταὶ καὶ μῖμοι καὶ αὐληταὶ καὶ ὅσα ἄλλα σκηνικῶν ἀθύρματα ἀγώνων.

Καὶ τί ταῦτα μηκύνω; δευτέρα γὰρ ἐπινοεῖται πόρθησις, βουλομένου καὶ τὸ στρατευόμενον πλῆθος ἡμῖν ἐπιτειχίσαι ξένου συκοφαντήματος εὑρέσει. τὸ δὲ συκοφάντημα ἦν, ὡς τῶν Ἰουδαίων πανοπλίας ἐν ταῖς οἰκίαις ἐχόντων. μεταπεμψάμενος οὖν ἑκατόνταρχον ᾧ μάλιστ’ [*](1 ἤσαν] εἰσὶν A τὴν τιμωρίαν G 3 τιμᾶν G (coni. Mang.): τόλμαν ceteri (v) MGH: τολμῶσι A: τιμῶσιν L (v) τοὺς MGAH: om. L (v) 4 τῶν κατακρίτων κολάζειν transp. Α ἐπιφανεῖς redundare uid. Mang. 5 αὐτοῖς Α 6 οὓς ἐνῆν Wendl.: οὐδὲν ἦν codd.; οὐδένα ἦν v, οὓς δέον ἦν coni. Mang. (Dahl) 7 ἕνεκεν M 8 καὶ aute ταύτῃ add. G ταύτην A ἐξοικειώσασθαι MG: ἐξοικειώσασθαι A, ἐξοικειώσεσθαι H (v) 9 ἔσφηλεν ante αὑτὸν (sic) add. Α αὐτόν ante ἐξοικειώσασθαι (8) transp. (i τινός M 10 ἐκκεχειρίας Α U τῷ] τὸ G 12 αὐτοκρατορίαις Α 13 διαφυλαχθῆναι Α 14 ἐπὶ] ἀπὸ coni. Mang. σταυρῷ Α δέ M ἀνασκολωπίζεσθαι H 15 #x003E; οὐ coni. Mang. οὐ τὴν] αὐτὴν G 6 καιρὸς ante ἐπ᾿ ὀλίγον transp. M 17 πληγάς Α τοῦ θεάτρου Α 18 διενέμητο M 19 τεττάρτης M ὥρας ἡ τετάρτης transp. AH (v) ταῦτ’ Α 19. 20 κρεμάμενοι A: κρεμνώμενοι (v SS.) M, κρεμνόμενοι H, κριμνάμενοι G 20 καταικιζόμενοι Cohn: καταδικαζόμενοι codd. (v), ante μαστιγούμενοι transponendum vid. Dahlio; καταλυγιζόμενοι coni. Mang. ὀρχίστρας G 21 θάνατον A καὶ ante ὀρχησταὶ add. H (v) 22 ὅσ᾿ A ἀθύρματ᾿ A 26 ᾧ] ὃν Α μάλιστα L (v))

v.6.p.136
ἐπίστευε, Κάστον ὄνομα, κελεύει παραλαβόντα τῆς ὑπηκόου τάξεως ἑαυτῷ τοὺς εὐτολμοτάτους στρατιώτας ἐπισπεύδειν καὶ ἄνευ προρρήσεως ἐπεισιόντα ταῖς τῶν Ἰουδαίων οἰκίαις ἐρευνᾶν, μή τις ὅπλων ἐναπόκειται παρασκευή. καὶ ὁ μὲν συντείνας ἔθει τὸ προσταχθὲν ἐργασόμενος.

οἱ δὲ τὴν ἐπίνοιαν οὐκ εἰδότες ἀχανεῖς τὸ πρῶτον εἱστήκεσαν ὑπ’ ἐκπλήξεως, γυναίων καὶ τέκνων αὐτοῖς ἐμπλεκομένων καὶ ῥεομένων δάκρυσι διὰ τὸν ἐπ’ αἰχμαλώτοις φόβον· ὃ γὰρ λοιπὸν τῆς πορθήσεως, τοῦτ’ ἀεὶ προσεδόκων.

ὡς δ’ ἤκουσαν παρά τινος τῶν ἐρευνώντων· "ποῦ ταμιεύεσθε τὰ ὅπλα;“ μικρὸν ἀνέπνευσαν καὶ πάντα καὶ τὰ ἐν μυχοῖς ἀναπετάσαντες ἐπεδείκνυντο, τῇ μὲν ἡδόμενοι, τῇ