In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
καὶ ὅμως εἰδὼς ἀκριβῶς τούτους στερομένους τῶν ἰδίων ἐν ὄψεσι τῶν ἁρπασάντων ἔτυπτεν, ἵν’ οἱ μὲν ὑπομένωσι διττὰς συμφοράς, πενίαν ὁμοῦ καὶ τὴν ἐν τοῖς σώμασιν ὕβριν, οἱ δὲ διττὴν ἡδονήν, ἀλλότριόν τε καρπούμενοι πλοῦτον καὶ τῆς τῶν ἀφαιρεθέντων ἀτιμίας εἰς κόρον ἀπολαύοντες.
ἔχων τι τῶν τότε πεπραγμένων εἰπεῖν ἐπαμφοτερίζω, μὴ ἄρα εὐτελὲς εἶναι νομισθὲν ἐκλύσῃ τὰ μεγέθη τῶν τοσούτων· ἔστι δ’ εἰ καὶ μικρόν, ἀλλ’ οὐ μικρᾶς δεῖγμα κακονοίας. τῶν μαστίγων εἰσὶ διαφοραὶ διακεκριμέναι κατὰ τὴν πόλιν πρὸς τὰ τῶν τύπτεσθαι μελλόντων ἀξιώματα· τοὺς μὲν γὰρ Αἰγυπτίους ἑτέραις μαστίζεσθαι συμβέβηκε καὶ πρὸς ἑτέρων, τοὺς δὲ Ἀλεξανδρέας σπάθαις καὶ ὑπὸ σπαθηφόρων Ἀλεξανδρέων.
τὸ ἔθος τοῦτο καὶ ἐπὶ τῶν ἡμετέρων διετήρησαν οἱ πρὸ Φλάκκου καὶ Φλάκκος αὐτὸς τοὺς πρώτους χρόνους. ἔστι γάρ, ἔστι καὶ ἐν ἀτιμίᾳ βραχύ τι τῶν εἰς ἐπιτιμίαν εὑρεῖν καὶ ἐν ὕβρει παραφερόμενόν τι τῶν εἰς τὸ ἀνύβριστον, ὅταν τις αὐτὰς ἐφ’ ἑαυτῶν ἐᾷ τὰς φύσεις τῶν πραγμάτων ἐξετάζεσθαι, μὴ προστιθεὶς οἴκοθεν ἐπίβουλον πάθος, ὃ πάνθ’ ὅσα παραμέμικται τῆς ἐπιεικεστέρας ἰδέας ὑφαιρεῖ καὶ διοικίζει.
πῶς οὖν οὐ παγχάλεπον, τῶν ἰδιωτῶν Ἀλεξανδρέων Ἰουδαίων ταῖς ἐλευθεριωτέραις καὶ πολιτικωτέραις μάστιξι τετυπτημένων, εἴ ποτε ἔδοξαν πληγῶν ἄξια ἐργάσασθαι, τοὺς ἄρχοντας, | τὴν γερουσίαν, οἳ καὶ γήρως καὶ τιμῆς εἰσιν ἐπώνυμοι, κατὰ [*](p. 529 M.) τοῦτο τὸ μέρος ἔλαττον τῶν ὑπηκόων ἐνέγκασθαι, καθάπερ Αἰγυπτίων τοὺς ἀφανεστάτους καὶ ἐνόχους τοῖς μεγίστοις ἀδικήμασιν;