In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

εἶτ’ ἐπειδὴ τὴν πόλιν καὶ τὴν χώραν ἀνέπλησεν εὐνομίας, ἐν μέρει πάλιν ταῖς στρατιωτικαῖς δυνάμεσιν ἐφήδρευεν ἐκτάττων, συγκροτῶν, γυμνάζων πεζούς, ἱππεῖς, τοὺς τῆς κούφης ὁπλίσεως, τοὺς ἡγεμόνας, ἵνα μὴ τὰς μισθοφορὰς τῶν στρατιωτῶν ἀφαιρούμενοι πρὸς λῃστείας καὶ ἁρπαγὰς αὐτοὺς ἀλείφωσι, πάλιν τῶν στρατιωτῶν ἕκαστον, ἵνα μηδὲν ἔξω τῶν κατὰ τὴν στρατείαν περιεργάζηται μεμνημένος, ὅτι τέτακται καὶ τὴν εἰρήνην διαφυλάττειν.

Ἴσως δ’ ἄν τις εἴποι· „σὺ δ’, ὦ οὗτος, ἐγνωκὼς ἀνθρώπου κατηγορεῖν ἔγκλημα μὲν οὐδὲν διεξῆλθες, μακροὺς δ’ ἐπαίνους συνείρεις· μὴ ἄρα παραπαίεις καὶ μέμηνας;“ — οὐ μέμηνα, ὦ οὗτος, οὐδ’ ἠλίθιός τίς εἰμι, ὡς μὴ δύνασθαι πράγματος ἀκολουθίαν ἰδεῖν.

ἐπαινῶ τὸν Φλάκκον, οὐκ ἐπειδὴ προσῆκεν ἐχθρὸν ἐγκωμιάζειν, ἀλλ’ ἵν’ αὐτοῦ τὴν μοχθηρίαν ἀριδηλοτέραν παραστήσω· τῷ μὲν γὰρ ἀγνοίᾳ τοῦ κρείττονος διαμαρτάνοντι συγγνώμη δίδοται, ὁ δ’ ἐξ ἐπιστήμης ἀδικῶν ἀπολογίαν οὐκ ἔχει προεαλωκὼς ἐν τῷ τοῦ συνειδότος δικαστηρίῳ.

ἑξαετίαν [*](1 ἐπηρείαις G 2 χάρις H1, corr. Η2 διδάσκαλος MG 4 κατόρθου A, κατορθοῦν G 5 0002 H μεγάλα καὶ ἀναγκαῖα ἣν καὶ post ἁ 6I add. Α 7 αὑτόν AH2 αὐτόν MGH1 8 μετά om. G 9 ἐκώλυσεν G τε]θ᾿ Α 14 πεζούς om. A ἵππους Α 1.5 μισθοφορὰς MAH1 (Mang.): μισθοφορίας GH2L (Turn.) 16 ἀλείφωσιν M 18 διαφυλάττοι A, φυλάττειν G 21 ἄρα om. G; ἄρα v μέμηνας (sic) M μέμηνα (sic) M 23 ἴν’ AL: ἶνα MGH 25 διαμαρτάνειν Α δίδοται] παρεισέρχεται D R Flor. δίκα Par. 26 προεαλωκὼς] προεωρακὼς A ἐργαστηρίῳ M) [*](16—18 DP fol. 327v Φίλωνος DV p. 688 (Harris p. 99): τῷ στρατιώτῃ οὐδὲν δεῖ ἔξω τῶν κατὰ τὴν στρατείαν περιεργάζεσθαι, ἀλλὰ μεμνῆσθαι ἀεί, ὅτι τέτακται τὴν εἰρήνην φυλάττειν. 24—26 C fol. 123v DR fol. 196v et in quaternionis post fol. 161 fol. 6v DK fol. 162r DP fol. 157 DV p. 520 Flor. Paris. nr. 9 τῷ μὲν ἀγνοίᾳ — δικαστηρίω. Mel. Barocc. fol. 102r Anton. Mel. II 88 Col. 1213 Max. Ecl. cap. 26 Φίλωνος: τῷ μέν ἀγνοίᾳ τοῦ κρείττονος διαμαρτάνοντι συγγνώμη παρεισέρχεται (παρέχεται coni. Mang.), 6 δὲ ἐξεπίτηδές ἀδικῶν ἀπολογίαν οὐκ ἔχει.)

v.6.p.122
γὰρ τὴν ἐπικράτειαν λαβὼν πέντε μὲν ἔτη τὰ πρῶτα, ζῶντος Τιβερίου Καίσαρος, τήν τε εἰρήνην διεφύλαξε καὶ οὕτως εὐτόνως καὶ ἐρρωμένως ἀφηγήσατο, ὡς τοὺς πρὸ αὐτοῦ πάντας ὑπερβαλεῖν.

τῷ δ’ ὑστάτῳ, Τιβερίου μὲν τελευτήσαντος, Γαΐου δ’ ἀποδειχθέντος αὐτοκράτορος, ὑφιέναι καὶ χαλᾶν ἤρξατο τὰ πάντα εἴτε διὰ τὸ ἐπὶ Τιβερίῳ βαρύτατον πένθος — δῆλος γὰρ ἦν ὡς ἐπ’ οἰκειοτάτῳ περιπαθῶν ἔκ τε τῆς συνεχοῦς κατηφείας καὶ τῆς τῶν δακρύων φορᾶς, ἃ καθάπερ ἀπὸ πηγῆς ἀπαύστως ἐξεχεῖτο — εἴτε καὶ κακόνους ὢν τῷ διαδόχῳ διὰ τὸ τὴν τῶν γνησίων πρὸ τῆς τῶν θετῶν τεθεραπευκέναι μερίδα εἴτε καὶ τῶν συνεπιθεμένων τῇ Γαΐου μητρί, καθ’ ὃν χρόνον εἶχε τὰς αἰτίας ἐφ’ αἷς ἀνῃρέθη, γεγονὼς καὶ διὰ φόβον ἁλώσεως ἐπιλελησμένος.

καὶ μέχρι μέν τινος ἔτ’ ἀντεῖχε μὴ κατὰ τὸ παντελὲς μεθιέμενος τὴν τῶν πραγμάτων ἀντίληψιν. ὡς δ’ ἤκουσε τὸν Τιβερίου μὲν υἱωνὸν κοινωνὸν δὲ τῆς ἀρχῆς ἀναιρεθέντα Γαΐου κελεύσαντος, ἀλέκτῳ πληγεὶς συμφορᾷ καταβαλὼν ἑαυτὸν ἀχανὴς ἔκειτο, τῆς διανοίας πολὺ πρότερον ἀπειρηκυίας καὶ παρειμένης αὐτῷ.

ζῶντος μὲν γὰρ τοῦ μειρακίου τὰ ζώπυρα τῆς ἰδίας σωτηρίας οὐκ ἀπεγίνωσκεν, ἀποθανόντος δὲ συντεθνάναι καὶ τὰς οἰκείας ἐλπίδας ἔδοξεν, εἰ καὶ μικρά τις ἀπελείπετο αὔρα βοηθείας, ἡ πρὸς Μάκρωνα φιλία τὰ σύμπαντα παρὰ Γαΐῳ κατ’ ἀρχὰς δυνηθέντα καὶ πλείστην μοῖραν ὡς λόγος εἰσενεγκάμενον αὐτῷ πρὸς τὸ τυχεῖν τῆς ἡγεμονίας καὶ ἔτι μᾶλλον πρὸς τὸ σωθῆναι,

πολλάκις μὲν ἐκποδὼν ποιήσασθαι τὸν Γάιον διανοηθέντος Τιβερίου ὡς κακοήθη καὶ οὐ πεφυκότα πρὸς ἀρχήν, καὶ ἅμα διὰ τὸν ἐπὶ τῷ υἱωνῷ φόβον — ἐδεδίει γάρ, μὴ παρανάλωμα γένηται τελευτήσαντος αὐτοῦ —, πολλάκις δὲ τοῦ Μάκρωνος τὰς ὑπονοίας ὑπεξαιρουμένου καὶ τὸν Γάιον ἐπαινοῦντος ὡς ἁπλοῦν καὶ ἀπόνηρον καὶ κοινωνικὸν καὶ τοῦ ἀνεψιοῦ μάλιστα ἡττημένον, ὡς ἢ μόνῳ ἂν ἐθελῆσαι παραχωρῆσαι τὴν ἡγεμονίαν ἢ πάντως τὰ πρωτεῖα.

ὑφ’ ὧν ἀπατηθεὶς ἔλαθεν ἄσπονδον ἐχθρὸν ἑαυτῷ καὶ υἱωνῷ καὶ γένει καὶ παρακλήτῳ Μάκρωνι καὶ πᾶσιν ἀνθρώποις καταλιπών.

ἐπειδὴ γὰρ ὁ Μάκρων ὁρῶν αὐτὸν ἐκδιαιτώμενον καὶ ἀχαλίνοις ταῖς ὁρμαῖς, ἐφ’ ἃ ἂν τύχῃ καὶ ὡς ἂν τύχῃ, χρώμενον [*](2. 3 τήν τε εἰρήνην — ἀφηγήσατο] οὕτω χρηστὸς ἣν A 2 τ’ G 5 διά τὸ ἐπὶ τιβερίω codd. (Mang.): ἐπὶ Τιβερίου Turn. πεπονθὼς ante add. Η (Turn.) 6 ἐπί A 7 τῆς MA (Mang.): ἐκ τῆς GH (Turn.) ἀπαύστως] ἀφράστως A 8 xai oin. M τὸ om. M τὴν om. A d xal G: καὶ διὰ MA, διὰ H: om. v 10 μρὶ codd. : μητέρι v 11 ἁλώσεως] ἀλλοτριώσεως coni. Mang. ἐπιλελησμένος corruptum ἔτ’ om. Α ἀντεῖχεν L (v) 13 τοῦ ante Τιβερίου add. M (Mang.) 14 καταβαλὸν M αὐτὸν AH2 (v), αὐτὸν H1 18 ἀπελίπετο G; ὑπελείπετο (sic Ven. 41) Mang. 19 καὶ] τὴν G 20 εἰσενγνεγκάμενον (sic) Η 23 υἱῶ H, γράφεται καὶ υἱωνῷ in marg.) M 26 ἡττημένον] ἡττᾶται M θελῆσαι M, ἐθελήσοι Α 28 ἑαυτῶ M: αὐτῶ AH2 (v), αὐτῶ 29 29 ὁρῶν om. H (Turn.). 30 ἃ] ὃ A καὶ ὡς ἂν τύχῃ om. Turn.)

v.6.p.123
ἐνουθέτει καὶ παρηγόρει νομίζων ἐκεῖνον εἶναι Γάιον τόν, ἡνίκ’ ἔτ’ ἔζη Τιβέριος, ἐπιεικῆ καὶ πειθαρχικόν, ὁ κακοδαίμων εὐνοίας περιττῆς ἔδωκε τὰς ἀνωτάτω δίκας πανοίκιος αὐτῇ γυναικὶ καὶ τέκνοις συναναιρεθεὶς ὡς περιττὸν ἄχθος καὶ παρενόχλημα.

καὶ γὰρ ὁπότε πόρρωθεν αὐτὸν ἀφικνούμενον ἴδοι, τοιαῦτα πρὸς τοὺς συνόντας διεξῄει· „μὴ μειδιῶμεν, κατηφῶμεν· ὁ νουθετητὴς παραγίνεται, ὁ αὐθέκαστος, ὁ ἀνδρὸς τελείου καὶ αὐτοκράτορος ἀρξάμενος νῦν εἶναι παιδαγωγός, ὅτε καὶ τοὺς ἐκ πρώτης ἡλικίας ὁ καιρὸς ἀπήλασε καὶ διέζευξεν.“