In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ὅπερ συναισθόμενος ὁὁ ὄχλος — οὐχ ὁὁ καθεστὼς καὶ δημοτικός, ἀλλ’ [*](1 Καραβᾶς] Βαραβᾶς (vel Βαραββᾶς) coni. Cohn 2 ἄσκεπτος coni. Cotelier, ἀσκεπὴς Matthaei ἄσκηπτος — πλησιάζουσιν om. Α 4 κρυμὸν AH: ὒ ex ἡ corr. M, κηρμὸν G, κρυμγὸν L; κρυμνὸν Richt. (Tauchn.) 5 μειρακίων om. Α συνελάσαντες (ouv) coni. Mang., σ. δὴ Matthaei 6 πρὸς] ὑπὸ M βύβλον H, ι βύβλον M: βίβλον GA 7. 8 χαμαιστρώτη G 8 ἄλλον G μεταβάλλουσιν Α 9. 10 ἰδὼν τις MGH (Turn.): ἰδόντες Α (Mang.) 10 ἀναδίδωσιν MGH (Turn.): παραδιδόασιν; ἀναδιδόασιν Mang. ἐπεὶ] ἐπειδὴ M δ’ Α 12 ἑκατέρωθι A εἱστήκεισαν MA 13. 14 οἱ δὲ ὡς δικασόμενοι om. Α 14 τευξόμενοι Α πραγμάτων] προσταγμάτων M τοῦ oin. H (v) 15 μάριχ Α ἀποκαλοῦντες Α 16 φασιν L (Turn.) ᾔδεισαν Mang. 17 καὶ Συρίας] καισαρείας Α μεγάλης A 17. 18 ἐβασίλευσε AH (v) 18 δ’ A δ’ Α ἔπραξε post ἂν add. A (Mang.), om. ceteri (Turn.) 19 κακοτερμοῦσιν (sic) Α 21 τῶν ante Ῥωμαίων add. Α 22 στρατηγικαῖς] τραγικαῖς Α ἐτόλμησαν om. A καὶ ἔργοις om. L (Turn.) λόγοις καὶ ἔργοις transp. GH 23 ὑβρίζουσιν Α 6 δὲ ante οὐ add. Α (Mang.), om. ceteri (Turn.) 24 ἐκκεχειρίαν AH)

v.6.p.128
ὁ πάντα θορύβου καὶ ταραχῆς εἰωθὼς ἀναπιμπλάναι διὰ φιλοπραγμοσύνην καὶ ζῆλον ἀβιώτου βίου καὶ τὴν ἐξ ἔθους ἀργίαν καὶ σχολήν, πρᾶγμα ἐπίβουλον — συρρυέντες εἰς τὸ θέατρον ἐξ ἑωθινοῦ Φλάκκον ἤδη τιμῶν ἀθλίων ἐωνημένοι, ἃς ὁ δοξομανὴς καὶ παλίμπρατος ἐλάμβανεν οὐ καθ’ αὑτοῦ μόνον ἀλλὰ καὶ τῆς κοινῆς ἀσφαλείας, ἀνεβόησαν ἀφ’ ἑνὸς συνθήματος εἰκόνας ἐν ταῖς προσευχαῖς ἀνατιθέναι, καινότατον καὶ μηδέπω πραχθὲν εἰσηγούμενοι παρανόμημα.

καὶ τοῦτ’ εἰδότες — ὀξύτατοι γὰρ τὴν μοχθηρίαν εἰσί — κατασοφίζονται τὸ Καίσαρος ὄνομα προκάλυμμα ποιησάμενοι, ᾧ προσάπτειν τι τῶν ἐπαιτίων οὐ θεμιτόν.

τί οὖν ὁ τῆς χώρας ἐπίτροπος; ἐπιστάμενος, ὅτι καὶ ἡ πόλις οἰκήτορας ἔχει διττούς, ἡμᾶς τε καὶ τούτους, καὶ πᾶσα Αἴγυπτος, καὶ ὅτι οὐκ ἀποδέουσι μυριάδων ἑκατὸν οἱ τὴν Ἀλεξάνδρειαν καὶ τὴν χώραν Ἰουδαῖοι κατοικοῦντες ἀπὸ τοῦ πρὸς Λιβύην καταβαθμοῦ μέχρι τῶν ὁρίων Αἰθιοπίας, καὶ ὡς ἡ πεῖρα κατὰ πάντων ἐστὶ καὶ ὡς οὐ λυσιτελὲς ἔθη πάτρια κινεῖν, ἀμελήσας ἁπάντων ἐπιτρέπει ποιήσασθαι τὴν ἀνάθεσιν, μυρία καὶ πάντα προνοητικὰ δυνάμενος ἢ ὡς ἄρχων κελεύειν ἢ συμβουλεύειν ὡς φίλος.

ὁ δὲ — συνεχειρούργει γὰρ ἕκαστα τῶν ἁμαρτανομένων — καὶ ἀπὸ μείζονος ἐξουσίας ἀναρριπίζειν καινοτέραις ἀεὶ κακῶν προσθήκαις τὴν στάσιν ἠξίου καὶ τό γ’ ἐφ’ αὑτὸν ἧκον μέρος ἅπασαν ὀλίγου δεῖν φάναι τὴν οἰκουμένην ἐμφυλίων πολέμων ἐπλήρωσεν.