In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ὄρνις αἴσιος οὐδεὶς αὐτῷ προυφαίνετο· πάντες δυσοιώνιστοι, κλῃδόνες παλίμφημοι, ἐπίπονος ἐγρήγορσις, περιδεὴς ὕπνος, ἡ μόνωσις θηριώδης. ἀλλ’ ἥδιστον αὐτῷ τὸ ἀγελαῖον; ἀηδέστατον αἱ κατὰ πόλιν διατριβαί· ἀσφαλὲς ὄνειδος ἡ κατ’ ἀγρὸν ἐρημία; σφαλερόν, ἀδυσώπητον· ὁ ἠρέμα προσιὼν ὕποπτος.
"βουλεύεταί τι“ φησί "κατ’ ἐμοῦ ὁ θᾶττον βαδίζων· οὐ πρὸς ἕτερόν τι σπεύδων ἔοικεν, ἀλλ’ ἐμὲ διώκει· ὁ ἡδὺς ἐνεδρεύει, ὁ παρρησιαστὴς καταφρονεῖ· σιτία μοι καὶ ποτὰ καθάπερ τοῖς θρέμμασιν ἐπὶ σφαγὴν δίδοται.
μέχρι τίνος ὁ σιδηροῦς πρὸς τοσαύτας ἀντέχω συμφοράς; οἶδ’ ὅτι μαλακίζομαι πρὸς θάνατον, ἐξ ἐπηρείας δαίμονος οὐκ ἐπιτρέποντός μοι τὴν ἀθλίαν ζωὴν συντόμως ἀπορρῆξαι διά τινας ὑπερβολὰς ἀνηκέστων κακῶν, ἃ κατ’ ἐμοῦ θησαυριζόμενος
χαρίζεται τοῖς δολοφονηθεῖσι.“ τοιαῦτα ἀναπολῶν καὶ σφαδᾴζων ἐκαραδόκει τῆς εἱμαρμένης τὸ πέρας· καὶ τοῦ μὲν αἱ συνεχεῖς ὀδύναι τὴν ψυχὴν ἀνεκύκων καὶ ἀνέστρεφον. Γάιος δὲ τὴν φύσιν ὠμόθυμος ὢν καὶ ἀκόρεστος ἐν ταῖς τιμωρίαις οὐχ ὥσπερ ἔνιοι μεθίετο τοὺς ἅπαξ κολασθέντας, ἀλλ’ ἀτελεύτητα μηνιῶν ἀεί τινα καινὴν ἐπ’ αὐτοῖς ἐμεγαλούργει συμφοράν· τὸν δὲ Φλάκκον καὶ διαφερόντως ἤχθαιρεν, ὡς καὶ τοὺς ὁμωνύμους ἀλλοτριώσει τῆς κλήσεως ὑποβλέπεσθαι.