In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
„βασιλεῦ θεῶν καὶ ἀνθρώπων, οὐκ ἄρα τοῦ τῶν Ἰουδαίων ἔθνους ἀμελῶς ἔχεις, οὐδ’ ἐπιψεύδονται τὴν ἐκ σοῦ πρόνοιαν, ἀλλ’ ὅσοι φασὶν αὐτοὺς μὴ προαγωνιστῇ σοι καὶ ὑπερμάχῳ χρῆσθαι, δόξης ὑγιοῦς διαμαρτάνουσι. σαφὴς δ’ ἐγὼ πίστις· ὅσα γὰρ κατεμάνην τῶν Ἰουδαίων, αὐτὸς πέπονθα.
τὰς οὐσίας ἁρπαζομένων περιεῖδον ἐκεχειρίαν τοῖς λεηλατοῦσι διδούς· ἀφῃρέθην διὰ τοῦτο τὰ πατρῷα καὶ μητρῷα καὶ ὅσα ἐν μέρει χάριτος καὶ δωρεᾶς ἔλαβον ἢ ὅσα ἄλλα καθ’ ἑτέρας ἰδέας ἐκτησάμην.
ὠνείδισά ποτε ἀτιμίαν καὶ ξενιτείαν αὐτοῖς ἐπιτίμοις οὖσι κατοίκοις, ἵν’ ἡσθῶσιν οἱ ἀντίπαλοι, πλῆθος ἀσύντακτον καὶ πεφορημένον, ὑφ’ οὗ κολακευόμενος ὁ δυστυχὴς ἠπατώμην· διὰ τοῦτο ἠτίμωμαι καὶ φυγὰς ἐξ ἁπάσης ἐληλαμένος τῆς οἰκουμένης ἐνταυθοῖ συγκέκλεισμαι.
παράγων εἰς τὸ θέατρον ἐνίους ἐν ὄψεσι τῶν ἐχθίστων αἰκίζεσθαι προσέταττον ἀδίκως· τοιγαροῦν ἐγὼ δικαίως οὐκ εἰς θέατρον ἓν ἢ μίαν πόλιν ἐπὶ ταῖς ἐσχάταις ὕβρεσι παρήχθην αἰκισθεὶς πρὸ τοῦ σώματος τὴν ἀθλίαν ψυχήν, ἀλλ’ ἐπόμπευσα διὰ μὲν πάσης Ἰταλίας ἄχρι Βρεντεσίου, διὰ δὲ πάσης Πελοποννήσου μέχρι Κορίνθου, διὰ δὲ τῆς Ἀττικῆς καὶ τῶν νήσων ἄχρις Ἄνδρου, τῆς ἐμῆς εἱρκτῆς.
καὶ πέπεισμαι σαφῶς, ὅτι οὐκ ἔστιν ὅρος οὗτος τῶν ἐμῶν κακοπραγιῶν, ἀλλ’ ἐφεδρεύουσιν ἕτεραι πρὸς ἐκπλήρωσιν ἀντίρροπον ὧν εἰργασάμην. ἀνεῖλόν τινας καὶ ἀναιρεθεῖσι πρὸς ἑτέρων οὐκ ἐπεξῆλθον· κατελεύσθησάν τινες καὶ ζῶντες οἱ μὲν ἐνεπρήσθησαν, οἱ δὲ διὰ μέσης κατεσύρησαν ἀγορᾶς, ἕως ὅλα τὰ σώματα αὐτοῖς ἐδαπανήθη.
τούτων οἶδ’ ὅτι ἀναμένουσί με αἱ Ποιναί, καὶ οἱ ἀλάστορες ὥσπερ ἐπὶ βαλβῖσιν ἑστᾶσιν ἤδη καὶ φονῶντες ἔγκεινται, καὶ καθ’ ἑκάστην ἡμέραν, μᾶλλον δὲ ὥραν, προαποθνῄσκω πολλοὺς θανάτους ὑπομένων ἀνθ’ ἑνὸς τοῦ τελευταίου.“
πολλάκις δὲ ἐδειματοῦτο καὶ [*](1—3 ἐν αὐτῷ — γενόμενος om. Α 1 διέτριβε M: διέτριβεν Η (v) 5 ἀνεβόησε A 6 ἀλ᾿ (sic) H 8 διαμαρτάνουσιν L δ’ om. M 9 ἁρπαζόμενον M ἐκκεχειρίαν A 11 ὅσ᾿ A 12 ὠνείδησά H ἀτιμίας Turn. καὶ κατοίκοις coni. Mang. (Dahl) 13 συμπεφορημένον (mavult Mang.) 18 τὴν om. Η (Turn.) 19 διὰ μὲν MH (Turn.): μὲν διὰ A (Mang.) βρεντεσίου M: βρεντεσίου Α, τε corr. in τη βρεντησίου L (v) 20 πελοποννήσου L: πελοπονήσου MAH μέχρι AH: ἄχρι M 21 ἄχρι Α 22 οὗτος MAH (Turn.): τοῦτο Ven. 41 (Mang.) ἕτεραι Η: ἕτεροι MA 23 ἀναιρεθεῖσι MAH (Mang.): ἀναλωθεῖσι Ven. 41; ἀναιρεθήσομαι Turn. 24 καταυ λεύσθησάν AH2 (mavult Mang., Dahl): κατελύθησάν H1 (v), κατελῄθησάν L, κατεσκεδάσθησάν Α 26 αὐτοῖς MH (Turn.): αὐτῶν Α (Mang.) 28 δ’ Α 29 τοῦ om. A δ’ A)
ὄρνις αἴσιος οὐδεὶς αὐτῷ προυφαίνετο· πάντες δυσοιώνιστοι, κλῃδόνες παλίμφημοι, ἐπίπονος ἐγρήγορσις, περιδεὴς ὕπνος, ἡ μόνωσις θηριώδης. ἀλλ’ ἥδιστον αὐτῷ τὸ ἀγελαῖον; ἀηδέστατον αἱ κατὰ πόλιν διατριβαί· ἀσφαλὲς ὄνειδος ἡ κατ’ ἀγρὸν ἐρημία; σφαλερόν, ἀδυσώπητον· ὁ ἠρέμα προσιὼν ὕποπτος.
"βουλεύεταί τι“ φησί "κατ’ ἐμοῦ ὁ θᾶττον βαδίζων· οὐ πρὸς ἕτερόν τι σπεύδων ἔοικεν, ἀλλ’ ἐμὲ διώκει· ὁ ἡδὺς ἐνεδρεύει, ὁ παρρησιαστὴς καταφρονεῖ· σιτία μοι καὶ ποτὰ καθάπερ τοῖς θρέμμασιν ἐπὶ σφαγὴν δίδοται.
μέχρι τίνος ὁ σιδηροῦς πρὸς τοσαύτας ἀντέχω συμφοράς; οἶδ’ ὅτι μαλακίζομαι πρὸς θάνατον, ἐξ ἐπηρείας δαίμονος οὐκ ἐπιτρέποντός μοι τὴν ἀθλίαν ζωὴν συντόμως ἀπορρῆξαι διά τινας ὑπερβολὰς ἀνηκέστων κακῶν, ἃ κατ’ ἐμοῦ θησαυριζόμενος
χαρίζεται τοῖς δολοφονηθεῖσι.“ τοιαῦτα ἀναπολῶν καὶ σφαδᾴζων ἐκαραδόκει τῆς εἱμαρμένης τὸ πέρας· καὶ τοῦ μὲν αἱ συνεχεῖς ὀδύναι τὴν ψυχὴν ἀνεκύκων καὶ ἀνέστρεφον. Γάιος δὲ τὴν φύσιν ὠμόθυμος ὢν καὶ ἀκόρεστος ἐν ταῖς τιμωρίαις οὐχ ὥσπερ ἔνιοι μεθίετο τοὺς ἅπαξ κολασθέντας, ἀλλ’ ἀτελεύτητα μηνιῶν ἀεί τινα καινὴν ἐπ’ αὐτοῖς ἐμεγαλούργει συμφοράν· τὸν δὲ Φλάκκον καὶ διαφερόντως ἤχθαιρεν, ὡς καὶ τοὺς ὁμωνύμους ἀλλοτριώσει τῆς κλήσεως ὑποβλέπεσθαι.