In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ὅταν δ’ ὁ ἄρχων ἀπογνῷ τὸ δύνασθαι κρατεῖν, ἀνάγκη τοὺς ὑπηκόους εὐθὺς ἀφηνιάζειν καὶ μάλιστα τοὺς ἐκ μικρῶν καὶ τῶν τυχόντων πεφυκότας ἀνερεθίζεσθαι· ἐν οἷς τὸ Αἰγυπτιακὸν τὰ πρωτεῖα φέρεται διὰ βραχυτάτου σπινθῆρος εἰωθὸς ἐκφυσᾶν στάσεις μεγάλας.

ἐν ἀμηχάνοις δὲ καὶ ἀπόροις γεγονὼς ἐσφάδᾳζε καὶ τὰ πρὸ μικροῦ πάντα ἤλλαξεν ἅμα τῇ τοῦ λογισμοῦ πρὸς τὸ χεῖρον μεταβολῇ ποιησάμενος τὴν ἀρχὴν ἀπὸ τῶν συνηθεστάτων· τοὺς μὲν γὰρ εὔνους καὶ μάλιστα φίλους ὑφωρᾶτο καὶ διωθεῖτο, τοῖς δ’ ἐξ ἀρχῆς ἀνομολογηθεῖσιν ἐχθροῖς ἐσπένδετο καὶ συμβούλοις περὶ πάντων ἐχρῆτο.

οἱ δ’ — ἐγκότως γὰρ εἶχον — τὸ κατηλλάχθαι δοκεῖν λόγῳ μόνον ἐπιμορφάσαντες, ἔργοις δὲ κατὰ διάνοιαν ἀσύμβατα μνησικακοῦντες καὶ ὥσπερ ἐν θεάτρῳ καθυποκρινόμενοι γνησίαν φιλίαν ὅλον αὐτὸν συναρπάζουσι· καὶ γίνεται ὁ μὲν ἄρχων [*](1 ἐνουθετεῖτο Α ἐκεῖνον om. A ἡνίκ’ ἔτ’ GH : ἡνίκ’ MA; ἡνίκα ἔτι v 2 δὲ ante περιττῆς add. MA, eras. H om. G 3 πανοικί (sic) G 4. 5 καὶ — συνόντας om. H1, in marg. add. H2 5 τοιαῦτα] αὐτὰ G 6 κατηφῶμεν ι α Cohn: κατηφειῶμεν M, κατηφιῶμεν ceteri (v) 7 ὅτε Α τοὺς] τόν A σ 8 ὁ καιρός] ὄντα A ἀπήλαξε H, ἀπήλλαξεν L (Turn.) ; ἀπήλασεν Mang. 9 ὡς ante ἔγνω add. G προσανηρημένον G (coni. Mang.) : προανῃρημένον ceteri (v) 10 ἀπεγνώκει A (Mang.): ἀναπεπτώκει ceteri (Turn.) 11 τ’ A 12 δ’ ὁ MA: δ’ GH (v) 14 ἀναιρεθίζεσθαι MD 15 εἰωθὼς M, om. Α ἀναφυσᾶν M 16 ἐσφάδαξεν H2, ἐσφάδα Η1 post πάντα verbum quoddam (an δόξαντα?) excidisse vid.; κατωρθωμένα πάντα coni. Cohn 17 ἤλλαξε 19 ὑφωρᾶτο codd. (cf. önert, Mem. Graec. Herc. 273): ὑφεωρᾶτο v 20 συμβόλοις L (Turn.) 20 οἱ] εἰ M 21 Tui Α ἐπιμορφώσαντες AH (v) ἁ ἔργοις A δέ] καὶ A #x003E; κατὰ coni. Mang. 23 γνήσιον G γνησίαν φιλίαν om. Α) [*](12—14 DR fol. 29v τοῦ αὐτοῦ Anton. Mel. H 6 CoL 1033 Φίλωνος: ὅταν ἄρχων — ερεθίζεσθαι.)

v.6.p.124
ὑπήκοος, οἱ δ’ ὑπήκοοι ἡγεμόνες, εἰσηγούμενοι μὲν ἀλυσιτελεστάτας γνώμας, εὐθὺς δὲ ταύτας ἐπισφραγιζόμενοι.

βεβαιωταὶ γὰρ ὧν ἐβουλεύσαντο πάντων ἐγίνοντο κωφὸν ὡς ἐπὶ σκηνῆς προσωπεῖον ἕνεκα προσχήματος αὐτὸ μόνον παραλαμβάνοντες ἐπιγεγραμμένον ὄνομα ἀρχῆς, Διονύσιοι δημοκόποι, Λάμπωνες γραμματοκύφωνες, Ἰσίδωροι στασιάρχαι, φιλοπράγμονες, κακῶν εὑρεταί, ταραξιπόλιδες· τοῦτο γὰρ κεκράτηκέ πως τοὔνομα.