In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἣν πόρρωθεν ἰδὼν ὁ κακοδαίμων δακρύων τινὰ φορὰν ὥσπερ ἀπὸ πηγῆς ἐξέχει κατὰ τῶν παρειῶν καὶ τὰ στέρνα πλήξας, πικρότατα ἀνοιμώξας, "ἄνδρες" εἶπεν, „οἱ φύλακές μου καὶ προπομποί, καλήν γε χώραν Ἄνδρον, οὐκ εὐτυχῆ νῆσον, τῆς εὐδαίμονος Ἰταλίας ἀνθυπαλλάττομαι, Φλάκκος, ὁ γεννηθεὶς μὲν καὶ τραφεὶς καὶ παιδευθεὶς ἐν τῇ
ἡγεμονίδι Ῥώμῃ, συμφοιτητὴς δὲ καὶ συμβιωτὴς γενόμενος τῶν θυγατριδῶν τοῦ Σεβαστοῦ, κριθεὶς δὲ τῶν πρώτων φίλων παρὰ Τιβερίῳ Καίσαρι καὶ τὸ μέγιστον αὐτοῦ τῶν κτημάτων, Αἴγυπτον, ἐπὶ ἑξαετίαν ἐπιτραπείς. τίς ἡ τοσαύτη μεταβολή;
νὺξ ἐν ἡμέρᾳ, καθάπερ ἐκλείψεως γενομένης, τὸν ἐμὸν ἐπέσχηκε βίον. τὴν νησίδα ταύτην τί φῶ; πότερον φυγαδευτήριον ἐμὸν ἢ πατρίδα καινήν, ὑπόδρομον καὶ καταφυγὴν ἀτυχῆ; τάφος ἂν εἴη τὸ κυριώτατον αὐτῆς ὄνομα. στέλλομαι γὰρ ὁ κακοδαίμων ἐγὼ τρόπον τινὰ νεκροφορῶν ἐμαυτὸν ὥσπερ εἰς ἠρίον· ἢ γὰρ ταῖς ἀνίαις τὴν ἀθλίαν ζωὴν ἀπορρήξω ἤ, κἂν ἐπιβιῶναι δυνηθῶ, τὸν μακρὸν καὶ σὺν αἰσθήσει θάνατον ἐκδέξομαι.“ καὶ ὁ μὲν τοιαῦτα ἀπωδύρετο.
τῆς δὲ νεὼς τῷ λιμένι προσσχούσης, ἀπέβαινε πᾶς εἰς τοὔδαφος νεύων, ὥσπερ οἱ θλιβόμενοι πρὸς ἄχθους βαρυτάτου, τὸν αὐχένα ταῖς συμφοραῖς πιεζόμενος, οὐδ’ ὅσον ἀνακύψαι σθένων ἢ μὴ τολμῶν διὰ τοὺς συναντῶντας καὶ τοὺς ἐπὶ θέαν ἥκοντας, οἳ παρ’ ἑκάτερα τῆς ὁδοῦ προειστήκεσαν.