In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

εἶτά τις εὐφορία γίνεται κακοπραγιῶν αὐτῷ· τῆς τε γὰρ οὐσίας ἁπάσης εὐθὺς ἐξίσταται, ἥν τε παρὰ γονέων ἐκληρονόμησε καὶ ἣν αὐτὸς ἐκτήσατο, φιλόκοσμος ἐν τοῖς μάλιστα γεγονώς. οὐ γὰρ ὡς ἐνίων πολυχρημάτων ὁ πλοῦτος ἀργὸς ἦν ὕλη, πάντα δ’ ἐξητασμένα πρὸς τὸ περίεργον, ἐκπώματα, ἐσθῆτες, στρωμναί, ἔπιπλα, τἄλλα ὅσα οἰκίας κόσμος, ἔκλογα πάντα·

καὶ πρὸς τούτοις ἡ οἰκετικὴ θεραπεία, ἀριστίνδην ἐπικριθεῖσα κατά τε τὰς τῶν σωμάτων εὐμορφίας ὁμοῦ καὶ εὐεξίας καὶ κατὰ τὸ ἄπταιστον ἐν τῷ χρειώδει τῶν ὑπηρεσιῶν· ἐφ’ ὧν γὰρ ἦσαν ἕκαστοι τεταγμένοι, διέφερον, ὡς ἢ πρῶτοι νομίζεσθαι τῶν τὰ αὐτὰ ἐπιτηδευόντων ἢ μηδενὸς δεύτεροι τὸ παράπαν.

ἐναργὴς δὲ πίστις τὸ μυρίων δημοπράτων γενομένων οὐσιῶν, αἳ τῶν κατακρίτων ἦσαν, μόνην τὴν τοῦ Φλάκκου ταμιευθῆναι τῷ αὐτοκράτορι, δίχα τινῶν ὀλίγων, ὑπὲρ τοῦ μὴ παραβιβασθῆναι τὸν ἐπὶ τοῖς οὕτως ἑαλωκόσι τεθέντα νόμον.

μετὰ δὲ τὴν ἀφαίρεσιν τῆς οὐσίας κατέγνωστο αὐτοῦ φυγή, καὶ ἐξ ἁπάσης μὲν ἠλαύνετο τῆς ἠπείρου [*](1. 2 ἕνεκα τοῦ συνειδότος ἀπεδίδρασκε MGH (ἀπεδίδρασκεν Turn.): ἀπεδίδρασκεν ἔξω συνειδότος τὴν Α; ἕνεκα τοῦ σ. ἀπεδίδρασκεν ἔξω τὴν Mang. 3 ἐκποδὼν corr. ex ἐκποτῶν H2 γεγονότα Α 4 ἀνερίθευτα codd. (prob. Mang.): ἀνέριστα v 5 ταῦτα L (v) 6 ἀνεῖABBREVων M 7 μάλιστα post ἀπηχθάνετο add. Mang. 8 οὗτοι ante καὶ add. A (Mang.) 9 ἐστὶ δεινὸν τὸ ἐγκαλεῖσθαι M: ἐστὶ τὸ ἐγκαλεῖσθαι χαλεπὸν GA, τὸ ἐ. ἐστι χαλεπὸν H (v) 10 ὑπὸ om. Α αἰεὶ G 11 γινομένων Α ἑκατέρου MG: ἑκάστου AH (v) 13 φρονοῦσι M 15 ἐξίσταται GH: ἐξίστατο MA verba ἤν τε παρὰ γονέων usque ad οὐχ ὥσ(περ) (152, 18) desunt in G ἐκληρονόμησεν H 17 ὕλη om. Α ἐξητασμένα] ἠσκημένα vel ἐξησκημένα coni. Mang. 17. 18 ἐκπABBREVώματα τ eras.) H 18 τἆλλ᾿ A κόσμου L (Turn.) 19 ἡ om. A οἰκτικὴ A ἀριστίδην L ἐπικριθεῖσα corr. ex ἐπικριθέντων H2 τε] δὲ L 23.24 οὐσιῶν γενομένων transp. A 24 τὴν τοῦ scripsi: τὴν AH (v), τοῦ M 25 τῷ αὐτοκράτορι — παραβιβασθῆναι] κατὰ A παραβιβασθῆναι M παραβασθῆναι Mang.): παραβιασθῆναι H (Turn.) 26 οὕτως om. Α)

v.6.p.148
— τὸ δ’ ἐστὶ μεῖζον καὶ ἄμεινον τμῆμα τῆς οἰκουμένης —, ἐξ ἁπάσης δὲ νήσου τῶν εὐδαιμόνων. ἐμέλλησε γὰρ εἰς τὴν λυπροτάτην τῶν ἐν Αἰγαίῳ — Γύαρα καλεῖται — διώκεσθαι, μὴ παρακλήτῳ χρησάμενος Λεπίδῳ, δι’ ὃν ἀνθυπηλλάξατο Γυάρων Ἄνδρον ἐγγυτάτω κειμένην.

εἶτ’ ἐστέλλετο τὴν ἀπὸ Ῥώμης ἄχρι Βρεντεσίου πάλιν ὁδόν, ἣν καὶ πρὸ ὀλίγων ἐτῶν ἐστείλατο, καθ’ ὃν καιρὸν κεχειροτόνητο τῆς Αἰγύπτου καὶ τῆς ὁμόρου Λιβύης ἐπίτροπος, ἵν’ αἱ τότε θεασάμεναι πόλεις αὐτὸν μέγα πνέοντα καὶ τὸν ὄγκον τῆς εὐτυχίας ἐπιδεικνύμενον πάλιν θεάσωνται μεστὸν ἀτιμίας.

ὁ δὲ δακτυλοδεικτούμενος καὶ ὀνειδιζόμενος τῆς ἀθρόας μεταβολῆς πιέζεται βαρυτέραις ἀνίαις, ἀεὶ καινουμένης καὶ ζωπυρουμένης αὐτῷ τῆς συμφορᾶς νεωτέρων κακῶν προσθήκαις, ἃ καθάπερ ἐν ταῖς νόσοις ὑποτροπιάζειν ἀναγκάζει καὶ τὰς τῶν ἀρχαίων κακοπραγιῶν ὑπομνήσεις, αἳ τέως ἔδοξαν ἠμαυρῶσθαι.

Περαιωσάμενος δὲ τὸν Ἰόνιον κόλπον ἔπλει τὴν ἄχρι Κορίνθου θάλατταν, ταῖς παράλοις τῶν ἐν Πελοποννήσῳ πόλεων θέα γινόμενος κατὰ πύστιν τῆς αἰφνιδίου μεταβολῆς· ὁπότε γὰρ ἀποβαίη τῆς νεώς, συνέθεον οἱ μὲν μοχθηροὶ τὰς φύσεις ἐθελοκακοῦντες, οἱ δ’ ἄλλοι συναλγήσοντες, οἷς ἔθος ταῖς ἑτέρων τύχαις σωφρονίζεσθαι.

διελθὼν δ’ ἀπὸ Λεχαίου τὸν Ἰσθμὸν εἰς τὴν ἀντιπέραν θάλατταν καὶ καταβὰς εἰς Κεγχρεάς, τὸ Κορίνθιον ἐπίνειον, ἀναγκάζεται πρὸς τῶν φυλάκων ἀναχώρησιν οὐδ’ ἡντιναοῦν ἐνδιδόντων εὐθὺς ἐπιβὰς βραχείας ὁλκάδος ἀνάγεσθαι καὶ πνεύματος ἐναντίου καταρραγέντος μυρία ταλαιπωρηθεὶς μόλις ἄχρι τοῦ Πειραιῶς κατασύρεται.

λήξαντος δὲ τοῦ χειμῶνος, παραμειψάμενος τὴν Ἀττικὴν ἄχρι τῆς Σουνιάδος ἄκρας τὰς ἑξῆς λοιπὸν ἐπεραιοῦτο νήσους, τὴν Ἑλένην, τὴν Κίαν, τὴν Κύθνον, τὰς ἄλλας ὅσαι [*](1 τό δ’ ἔστι M: τόδ’ ἐστι H, τὸ δέ τι Α 2 ἐμέλλησε Η: ἐμέλησε MA 3 αἰγαίω M: αἰγείῳ Α, αἰγύπτω γυπτ in. ras.) Η γύαρος A διώκεσθαι] διωθεῖσθαι Mang. χρησάμενον Α 4 ἀνθυπηλλάξατο L γυάρων MH: τῶ γυάρω Α ἐγγυτάτω MA: ἐγγύτατα Η (v) 5 Βρεντεσίου MH1: βρεντεσίου Α, βρεντησίου H2L (v) 6 ἐστείλατο α corr. ex ε) Η2 κεχειροτόνητο MA: ἐκειροτόνητο Η; ἐκεχειροτόνητο 7 τόται (sic) M 8 θεάσονται M 9 καὶ ὀνειδιζόμενος om. L (Turn.) 10 πιέζηται A καινουμένης Mang.: κινουμένης codd. (v) 11 νεωτέρων Ε; Mang.: νεωτέρων codd. (v) ὑποτροπιάζειν ἀναγκάζει] ὑποτροπιαζούσαις ἀνάγει coni. Mang. 13 αἲ corr. ex ἃ M ἔδοξαν α corr. ex ε) M 14 ἰόνιον codd.: Ἰώνιον V 14. 15 κορύνθου M 15 πελοποννήσω L: πελοπονήσω MAH γενόμενος A 16 πίστιν corr. ex πύστιν H, πίστιν L (Turn.) 18 δὲ M 19 λεχαίου H: λεχίου MA 20 τὸ codd.: τῶν v Κορίνθιον H1: κορίνθειον MA, κορινθίων H2L (v) 21 ἡντιναοῦν MA: ἡντινοῦν H (v) ἐνδιδόντες M 23 πειραιῶς codd. (Turn.): Πειραιέως Mang. 24 σαωνιάδος Α 25 περαιοῦται Α κίαν MH (cf. Ptol. Geogr. III 15,27): κίον A; Κέων coni. Mang., Κίανον ν Κύθνον Turn. (v): κύνθον M, κύθον Α, κίνθον Η) [*](18 DK fol. 253r ἐκ τῶν κατὰ Φλάκκον: χρήσιμον ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς σωφρονίζεσθαι.)

v.6.p.149
κεῖνται στοιχηδὸν ἑξῆς μέχρι τῆς ἐφ’ ἣν τελευταίαν ἐλθεῖν ἔδει, τὴν Ἀνδρίων.

ἣν πόρρωθεν ἰδὼν ὁ κακοδαίμων δακρύων τινὰ φορὰν ὥσπερ ἀπὸ πηγῆς ἐξέχει κατὰ τῶν παρειῶν καὶ τὰ στέρνα πλήξας, πικρότατα ἀνοιμώξας, "ἄνδρες" εἶπεν, „οἱ φύλακές μου καὶ προπομποί, καλήν γε χώραν Ἄνδρον, οὐκ εὐτυχῆ νῆσον, τῆς εὐδαίμονος Ἰταλίας ἀνθυπαλλάττομαι, Φλάκκος, ὁ γεννηθεὶς μὲν καὶ τραφεὶς καὶ παιδευθεὶς ἐν τῇ

ἡγεμονίδι Ῥώμῃ, συμφοιτητὴς δὲ καὶ συμβιωτὴς γενόμενος τῶν θυγατριδῶν τοῦ Σεβαστοῦ, κριθεὶς δὲ τῶν πρώτων φίλων παρὰ Τιβερίῳ Καίσαρι καὶ τὸ μέγιστον αὐτοῦ τῶν κτημάτων, Αἴγυπτον, ἐπὶ ἑξαετίαν ἐπιτραπείς. τίς ἡ τοσαύτη μεταβολή;