In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ὑπερθέσεις γὰρ καὶ ἀναβολὰς ὁ δικαστὴς ἐθελοκακῶν ἐσκήπτετο βουλόμενος, κἂν ἀποφύγῃ τὸ ἔγκλημα, τὸν γοῦν περὶ τοῦ μέλλοντος ἀδήλου φόβον πρὸς μήκιστον χρόνον ἐπικρεμάσας αὐτῷ ζωὴν ὀδυνηροτέραν θανάτου παρασχεῖν.
εἶθ’ ὕστερον καὶ ὅτε νικᾶν ἔδοξεν, εἰς τὴν οὐσίαν ἐπηρεασθῆναι ἔφασκεν — ἠναγκάσθη γὰρ [*](1 ἀμβλυτέρως Α 2 τρανωτέραν GL (v), ἀνωτέραν Α 4 δ’ om. G ἔτι MGA: ἐστὶ Η (v), ἐστί τι coni. Mang. 5 ἐπειδὴ MGA (mavult Mang.): ἐπεὶ Η ἀναχθεὶς] ἀναδειχθεὶς G ἀρχομένου (αρ ex ερ corr. vid.) M 8 αὐτῶ ω corr. ex ο) 9 ἡσίδωρός H ὑπηκόων εἶχον transp. G 10 τοιαῦτ’ Α ἀνακαλοῦντες MGA: καλοῦντες H (v) 13 ἀνθρωπείων G 14 ὑπενδύεσθαι Α ὑποδύεσθαι δικαστοῦ G: δικαστοῦ ὑπο(εν)δύεσθαι ceteri (v) προνοίᾳ om. Α 15 ἀκρίτως Α δέ ML (v) 18 γενομένους ποτὲ transp. M γενωμένους L; γεννωμένους Turn. 19 δεσπότης Α 20 ἔοικεν L (v) 21 αἰφνιδίων M 22 σωφρονήσαντες A 23 ἐπετρόπευε Α ἐκ om. Α 24 μάλιστα L (v) ἐγένοντο L (Turn.) 27 ἐσκέπτετο A 28 ἀδήλου Mang. (Dahl): ἄδηλον GH (v), ἄδολον M, ἄδικον Α 30 ἐπηρεάσθη A (sic scribendum censet Mang. omisso φάσκων) ἔφασκεν Cohn: φάσκων codd. (v))
προσεστὼς γὰρ τοῖς ἡγεμόσιν, ὁπότε δικάζοιεν, ὑπεμνηματίζετο τὰς δίκας εἰσάγων ὡς ἔχων τάξιν, εἶτα τὰ μὲν ἀπήλειφεν ἢ παρῄει ἑκών, τὰ δ’ οὐ λεχθέντα προσενέταττεν, ἔστι δ’ ὅτε καὶ ὑπηλλάττετο μεταποιῶν καὶ μετατιθεὶς καὶ στρέφων ἄνω κάτω τὰ γράμματα, κατὰ συλλαβήν, μᾶλλον δὲ καὶ κεραίαν ἑκάστην ἀργυρολογῶν ὁ γραμματοκύφων·
ὃν πολλάκις ὁ δῆμος ἅπας ὁμοθυμαδὸν εὐθυβόλως καὶ εὐσκόπως καλαμοσφάκτην ἐξεκήρυξεν, οἷς ἔγραφε μυρίους [καὶ] ἀνελόντα καὶ ζῶντας ἀθλιωτέρους τῶν ἀποθανόντων ἀπεργασάμενον, οἳ δυνάμενοι νικᾶν καὶ περιουσιάζειν ἧτταν καὶ πενίαν ἀδικωτάτην ὑπέμειναν, ὠνησαμένων ἀμφότερα τῶν ἐχθρῶν παρὰ τοῦ τὰς ἀλλοτρίας οὐσίας ἐπευωνίζοντος καὶ πιπράσκοντος.