In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ὡς δ’ ᾔσθοντο τὴν ἀπαγωγὴν καὶ τὸν Φλάκκον ἐντὸς ἀρκύων ἤδη γεγενημένον, προτείνοντες τὰς χεῖρας εἰς οὐρανὸν ὕμνουν καὶ παιᾶνας ἐξῆρχον εἰς τὸν ἔφορον θεὸν τῶν ἀνθρωπίνων πραγμάτων, „οὐκ ἐφηδόμεθα", λέγοντες „ὦ δέσποτα, τιμωρίαις ἐχθροῦ, δεδιδαγμένοι πρὸς τῶν ἱερῶν νόμων ἀνθρωποπαθεῖν· ἀλλὰ σοὶ δικαίως εὐχαριστοῦμεν οἶκτον καὶ ἔλεον ἡμῶν λαβόντι καὶ τὰς συνεχεῖς καὶ ἐπαλλήλους κακώσεις ἐπικουφίσαντι.“

πάννυχοι δὲ διατελέσαντες ἐν ὕμνοις καὶ ᾠδαῖς καὶ ἅμα τῇ ἕῳ διὰ πυλῶν ἐκχυθέντες ἐπὶ τοὺς πλησίον αἰγιαλοὺς ἀφικνοῦνται — τὰς γὰρ προσευχὰς ἀφῄρηντο — κἀν τῷ καθαρωτάτῳ στάντες ἀνεβόησαν ὁμοθυμαδόν·

„γῆν καὶ θάλατταν, ἀέρα τε καὶ οὐρανόν, τὰ μέρη τοῦ παντὸς καὶ σύμπαντα τὸν κόσμον, ὦ μέγιστε βασιλεῦ θνητῶν καὶ ἀθανάτων, παρακαλέσοντες εἰς εὐχαριστίαν τὴν σὴν ἥκομεν, οἷς μόνοις ἐνδιαιτώμεθα, τῶν ἄλλων ὅσα δημιουργεῖται πρὸς ἀνθρώπων ἐληλαμένοι καὶ στερόμενοι πόλεως καὶ τῶν ἐν πόλει δημοσίων καὶ ἰδιωτικῶν περιβόλων, ἀπόλιδες καὶ ἀνέστιοι μόνοι τῶν ὑφ’ ἥλιον ἐξ ἐπιβουλῆς ἄρχοντος γενόμενοι.

χρηστὰς ὑπογράφεις ἡμῖν ἐλπίδας καὶ περὶ τῆς τῶν λειπομένων ἐπανορθώσεως, ἤδη ταῖς ἡμετέραις λιταῖς ἀρξάμενος συνεπινεύειν, εἴ γε τὸν κοινὸν ἐχθρὸν τοῦ ἔθνους καὶ τῶν ἐπ’ αὐτῷ συμφορῶν ὑφηγητὴν καὶ διδάσκαλον μέγα πνέοντα καὶ οἰηθέντα διὰ ταῦτα εὐδοκιμήσειν ἐξαίφνης καθεῖλες, οὐ πορρωτάτω γενόμενον, ἵν’ αἰσθόμενοι δι’ ἀκοῆς οἱ [*](1 καὶ codd. (Turn.): τὰ Mang. (sed coni. καὶ vel εἶτα) 2 δὲ GH (v) ὀδυνηρῶς] ἀνιαρῶς Α (probat Mang.) 2. 3 πεπιεσμένας M 3 συνείλοντο (sed pr. ο corr. in η) Η, συνείχοντο Α (probat Mang.) 4 ἀπαγγέλλοντες M 5 τῷ] τὸ GL (Turn.) 7 διαθεόντων om. A 8 συντόνῳ μετὰ σπουδῆς] πολλῶ M 9 συνεξελαυνόντων M 10 ἐκ om. M. πύστιν MAH (Mang.): πίστιν GL (Turn.) 12 ἤδη om. Α προτείναντες M 13 ἐξῆρχον codd. (Mang.): ἐξῇρον Turn. ἀνΐνω (sic) M, ἀ(??)είων G 15. 16 ἔλεον καὶ οἶκτον transp. A 17 καὶ ἅμα M (Mang.): ἄμα ceteri (Turn.) 19 ἀφῄρηνται A 20 θάλασσαν L (v) καὶ ante τὰ add. Α (Mang.) 22 περικαλέσοντες, H1, περὶ corr. in παρά, tum ε et ι ss. H2, παρακελεύσαντες A μόνος M 25 ἐπιβολῆς M 26 γενάμενοι (sic) G ἐλπίδας om. M 26. 27 λιπομένων G; λοιπῶν coni. Mang. 27 λιταῖς] εὐχαῖς Α 29 καὶ διδάσκαλον om. M)

v.6.p.143
κακῶς πεπονθότες ἀμβλύτερον ἡσθῶσιν, ἀλλ’ ἐγγὺς οὑτωσί, μόνον οὐκ ἐν ὄψει τῶν ἠδικημένων, πρὸς τρανοτέραν φαντασίαν τῆς ἐν βραχεῖ καὶ παρ’ ἐλπίδας ἐπεξόδου.“