In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
τῶν μὲν οὖν συνδειπνούντων ἕκαστος ἀναστὰς ὑπὸ δέους ἐπεφρίκει καὶ ἐπεπήγει, μή τις ὥρισται καὶ τοῦ συνεστιαθῆναι δίκη· φεύγειν γὰρ οὔτ’ ἀσφαλὲς ἦν οὔτ’ ἄλλως ἐνεδέχετο, προκατεχομένων τῶν εἰσόδων. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν τοῦ Βάσσου κελεύσαντος ἀπάγεται, τελευταίαν ταύτην ἀνάλυσιν ἐκ συμποσίου ποιησάμενος· ἔδει γὰρ ἀφ’ ἑστίας ἄρξασθαι τὴν δίκην κατὰ τοῦ μυρίους ἀνεστίους οἴκους οὐδὲν ἠδικηκότων ἀνθρώπων ἐργασαμένου.
Τοῦτο καινότατον ὑπέμεινε Φλάκκος ἐν χώρᾳ, ἧς ἀφηγεῖτο, πολεμίου τρόπον ζωγρηθεὶς ἕνεκά μοι δοκῶ τῶν Ἰουδαίων, οὓς ἄρδην ἀφανίσαι διεγνώκει λιμοδοξῶν. ἐναργὴς δὲ πίστις καὶ ὁ χρόνος τῆς συλλήψεως· ἑορτὴ μὲν γὰρ ἦν πάνδημος τοῖς Ἰουδαίοις κατὰ τὴν μετοπωρινὴν ἰσημερίαν, ἐν ᾗ διάγειν Ἰουδαίοις ἔθος ἐν σκηναῖς.
οὐδὲν δὲ τῶν ἐν ἑορτῇ συνόλως ἀπετελεῖτο, τῶν μὲν ἀρχόντων ἔτι καθειργμένων μετὰ τὰς ἀνηκέστους καὶ ἀφορήτους αἰκίας καὶ ὕβρεις, τῶν δὲ ἰδιωτῶν τάς τε ἐκείνων συμφορὰς ἅπαντος τοῦ ἔθνους κοινὰς νομιζόντων καὶ ἐπὶ ταῖς ἐξαιρέτοις, ἃς ἰδίᾳ ἕκαστος ὑπέμεινεν, οὐ μετρίως κατηφούντων.
τὰ γὰρ ἀνιαρὰ διπλασιάζεσθαι φιλεῖ μάλιστα ἐν ἑορταῖς τοῖς μὴ δυναμένοις ἑορτάζειν, στερήσει τε ἱλαρᾶς εὐθυμίας, ἣν πανήγυρις ἐπιζητεῖ, [*](1 μόλις MGH: μόγις L (v), μάλιστα Α 2 αὐτὸν MGA, ἑαυτὸν H (v) 3 εἰσέδραμεν Turn, (v): ἐξέδραμεν codd. τὸ συμπόσιον] τοῖς ποσὶν G 4 ὑποζωσάμενοι Α προιδόμενον G: προειδόμενον ceteri (v) 7 γίνεται] ἐγένετο Α ἀναστῆναι] ἀντιστῆναι coni. Mang. 8 pr. ABBREV τί Η 9 μελλήσει G: μελήσει ceteri 10 γινόμενα MG (coni. Mang.): γενόμενα AH (v) 11 ἀθρόων scripsi: ἀθρόον codd. (v) 14 δ’ G 14. 15 ὑπάγεται Α 15 ποιησόμενος coni. Mang. 16 τοῦ om. Α 17 ἀνθρώπων om. M 18 τοῦτον M 19 τῶν om. L (v) 20 διέγνω M 22 ἰουδαίους GA 22 ἔθος ἰουδαίους transp. Α 23 τῆ ante ἑορτῇ add. A ἐτελεῖτο Η (Turn.) γὰρ ante ἀρχόντων add. MA, delevit H, om. G 25 τ’ A 26 τοῖς Α ἐξαιρέταις G ἰδίως Α ὑπέμενεν H μετρίως] μικρῶς Α κατηφούντων Cohn: κατηφιούντων G, κατηφιόντων (ο corr. in ω) Η, κατηφιώντων MA (v) 27 μάλιστα] μᾶλλον 27. 28 τοῖς — ἑορτάζειν om. Α)
σφόδρα δ’ ἔχουσιν ὀδυνηρῶς καὶ πεπιεσμένοις ἄχθει βαρυτάτῳ — συνείληντο δ’ ἐν ταῖς οἰκίαις, ἅτε νυκτὸς ἐπεχούσης — ἧκόν τινες ἀπαγγέλλοντες τὴν γενομένην σύλληψιν. οἱ δ’ ἀπόπειραν εἶναι νομίσαντες, οὐκ ἀλήθειαν, ἔτι μᾶλλον ἐπὶ τῷ κατακερτομεῖσθαι καὶ ἐνεδρεύεσθαι δοκεῖν ὠδυνῶντο.
θορύβου δ’ ὄντος κατὰ τὴν πόλιν καὶ τῶν νυκτοφυλάκων ἄνω κάτω διαθεόντων καί τινων ἱππέων εἰς τὸ στρατόπεδον καὶ ἀπὸ τοῦ στρατοπέδου τάχει συντόνῳ μετὰ σπουδῆς ἀντεξελαυνόντων, τῷ τοῦ πράγματος ἀήθει κινηθέντες τινὲς προῆλθον ἐκ τῶν οἰκιῶν κατὰ πύστιν τοῦ συμβεβηκότος· ἐφαίνετο γὰρ εἶναί τι νεώτερον.
ὡς δ’ ᾔσθοντο τὴν ἀπαγωγὴν καὶ τὸν Φλάκκον ἐντὸς ἀρκύων ἤδη γεγενημένον, προτείνοντες τὰς χεῖρας εἰς οὐρανὸν ὕμνουν καὶ παιᾶνας ἐξῆρχον εἰς τὸν ἔφορον θεὸν τῶν ἀνθρωπίνων πραγμάτων, „οὐκ ἐφηδόμεθα", λέγοντες „ὦ δέσποτα, τιμωρίαις ἐχθροῦ, δεδιδαγμένοι πρὸς τῶν ἱερῶν νόμων ἀνθρωποπαθεῖν· ἀλλὰ σοὶ δικαίως εὐχαριστοῦμεν οἶκτον καὶ ἔλεον ἡμῶν λαβόντι καὶ τὰς συνεχεῖς καὶ ἐπαλλήλους κακώσεις ἐπικουφίσαντι.“
πάννυχοι δὲ διατελέσαντες ἐν ὕμνοις καὶ ᾠδαῖς καὶ ἅμα τῇ ἕῳ διὰ πυλῶν ἐκχυθέντες ἐπὶ τοὺς πλησίον αἰγιαλοὺς ἀφικνοῦνται — τὰς γὰρ προσευχὰς ἀφῄρηντο — κἀν τῷ καθαρωτάτῳ στάντες ἀνεβόησαν ὁμοθυμαδόν·
„γῆν καὶ θάλατταν, ἀέρα τε καὶ οὐρανόν, τὰ μέρη τοῦ παντὸς καὶ σύμπαντα τὸν κόσμον, ὦ μέγιστε βασιλεῦ θνητῶν καὶ ἀθανάτων, παρακαλέσοντες εἰς εὐχαριστίαν τὴν σὴν ἥκομεν, οἷς μόνοις ἐνδιαιτώμεθα, τῶν ἄλλων ὅσα δημιουργεῖται πρὸς ἀνθρώπων ἐληλαμένοι καὶ στερόμενοι πόλεως καὶ τῶν ἐν πόλει δημοσίων καὶ ἰδιωτικῶν περιβόλων, ἀπόλιδες καὶ ἀνέστιοι μόνοι τῶν ὑφ’ ἥλιον ἐξ ἐπιβουλῆς ἄρχοντος γενόμενοι.
χρηστὰς ὑπογράφεις ἡμῖν ἐλπίδας καὶ περὶ τῆς τῶν λειπομένων ἐπανορθώσεως, ἤδη ταῖς ἡμετέραις λιταῖς ἀρξάμενος συνεπινεύειν, εἴ γε τὸν κοινὸν ἐχθρὸν τοῦ ἔθνους καὶ τῶν ἐπ’ αὐτῷ συμφορῶν ὑφηγητὴν καὶ διδάσκαλον μέγα πνέοντα καὶ οἰηθέντα διὰ ταῦτα εὐδοκιμήσειν ἐξαίφνης καθεῖλες, οὐ πορρωτάτω γενόμενον, ἵν’ αἰσθόμενοι δι’ ἀκοῆς οἱ [*](1 καὶ codd. (Turn.): τὰ Mang. (sed coni. καὶ vel εἶτα) 2 δὲ GH (v) ὀδυνηρῶς] ἀνιαρῶς Α (probat Mang.) 2. 3 πεπιεσμένας M 3 συνείλοντο (sed pr. ο corr. in η) Η, συνείχοντο Α (probat Mang.) 4 ἀπαγγέλλοντες M 5 τῷ] τὸ GL (Turn.) 7 διαθεόντων om. A 8 συντόνῳ μετὰ σπουδῆς] πολλῶ M 9 συνεξελαυνόντων M 10 ἐκ om. M. πύστιν MAH (Mang.): πίστιν GL (Turn.) 12 ἤδη om. Α προτείναντες M 13 ἐξῆρχον codd. (Mang.): ἐξῇρον Turn. ἀνΐνω (sic) M, ἀ(??)είων G 15. 16 ἔλεον καὶ οἶκτον transp. A 17 καὶ ἅμα M (Mang.): ἄμα ceteri (Turn.) 19 ἀφῄρηνται A 20 θάλασσαν L (v) καὶ ante τὰ add. Α (Mang.) 22 περικαλέσοντες, H1, περὶ corr. in παρά, tum ε et ι ss. H2, παρακελεύσαντες A μόνος M 25 ἐπιβολῆς M 26 γενάμενοι (sic) G ἐλπίδας om. M 26. 27 λιπομένων G; λοιπῶν coni. Mang. 27 λιταῖς] εὐχαῖς Α 29 καὶ διδάσκαλον om. M)
Τρίτον δ’ ἔτι πρὸς τοῖς εἰρημένοις κἀκεῖνό μοι δοκεῖ θείᾳ προνοίᾳ συμβῆναι. ἐπειδὴ γὰρ ἀναχθεὶς ἀρχομένου χειμῶνος — ἔδει γὰρ αὐτὸν καὶ τῶν ἐν θαλάττῃ φοβερῶν ἀπολαῦσαι τὰ στοιχεῖα τοῦ παντὸς ἀσεβημάτων ἀναπλήσαντα — μυρία πονηθεὶς μόλις ἦλθεν εἰς Ἰταλίαν, εὐθὺς ἐκδέχονται τὰς ἐπ’ αὐτῷ κατηγορίας δύο τῶν ἐχθίστων, Ἰσίδωρός τε καὶ Λάμπων,