In Flaccum

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἔλαθε δ’ αὑτὸν ἀπατῶν· ἀβέβαιοι γὰρ αἱ τῶν πονηρῶν ἀνθρώπων ἐλπίδες, εἰκαζόντων μὲν τὰ χρηστότερα, τὰ δὲ παλίμφημα καὶ ὧν ἄξιοι τυγχάνειν εἰσὶ πασχόντων. πέμπεται μὲν γὰρ ἀπὸ τῆς Ἰταλίας Βάσσος ἑκατοντάρχης ὑπὸ Γαΐου χειροτονηθεὶς μετὰ τῆς τάξεως τῶν στρατιωτῶν, ἧς ἀφηγεῖτο.

σκάφους δ’ ἐπιβὰς τῶν μάλιστα ταχυναυτούντων ὀλίγαις ἡμέραις πρὸς τοῖς λιμέσι γίνεται τῆς Ἀλεξανδρείας κατὰ τὴν Φάρον νῆσον περὶ δείλην ἑσπέραν καὶ κελεύει τῷ κυβερνήτῃ μέχρις ἡλίου καταδύσεως ἔξω θαλαττεύειν, τεχνάζων τὸ ἀνεπίφαντον ἕνεκα τοῦ μὴ προαισθόμενον Φλάκκον καὶ βουλευσάμενόν τι νεώτερον ἄπρακτον αὐτῷ τὴν ὑπηρεσίαν ἐργάσασθαι.

γενομένης δ’ ἑσπέρας, ἡ μὲν ναῦς προσέσχεν, ὁ δὲ Βάσσος μετὰ τῶν ἰδίων ἀποβὰς προῄει, μήτε γνωρίζων τινὰ μήτε γνωριζόμενος ὑπό του, στρατιώτην δέ τινα τῶν ἐν τοῖς τετραδίοις φυλάκων καθ’ ὁδὸν εὑρὼν κελεύει δεικνύναι τὴν οἰκίαν τοῦ στρατάρχου· τούτῳ γὰρ ἐβούλετο τὸ ἀπόρρητον ἀνενεγκεῖν, ἵνα, κἂν δέῃ πολυχειρίας, ἔχῃ τὸν συναγωνιούμενον.

πυθόμενος δ’ αὐτὸν ἑστιᾶσθαι παρά τινι σὺν Φλάκκῳ, μηδὲν τάχους ἀνιεὶς συνέτεινεν ἄχρι τῆς τοῦ κεκληκότος οἰκίας — Στεφανίων ἦν τῶν τοῦ Τιβερίου Καίσαρος ἀπελευθέρων, παρ’ ᾧ κατήγοντο — καὶ μικρὸν ἄποθεν ὑποστείλας ἐκπέμπει τινὰ τῶν ἰδίων κατασκεψόμενον εἰς ἀκόλουθον ἀσκήσας, σόφισμα τοῦ μηδένα συναισθέσθαι. παρελθὼν δὲ εἰς τὸ συμπόσιον ὡς ἑνός τινος τῶν παρατυγχανόντων οἰκέτης, ἅπαντα μετ’ ἀκριβείας περιαθρήσας, ἐπανελθὼν ἐμήνυσε τῷ Βάσσῳ.