In Flaccum
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
Δεύτερος μετὰ Σηιανὸν Φλάκκος Ἀουίλλιος διαδέχεται τὴν [*](II p. 517 M.) κατὰ τῶν Ἰουδαίων ἐπιβουλήν, σύμπαν μὲν ἀδικῆσαι τὸ ἔθνος ὥσπερ ἐκεῖνος ἄντικρυς οὐ δυνηθείς — ἐλάττους γὰρ εἶχε τὰς εἰς τοῦτ’ ἀφορμάς —, ἐφ’ ὅσους δ’ ἔφθανεν, ἀθρόους ἀνηκέστοις περιέπειρε κακοῖς. οὐ μὴν ἀλλὰ καὶ μέρει δόξας ἐπιτίθεσθαι τὴν ἐπιβουλὴν ἐξέτεινεν ἐπιὼν τοὺς πανταχοῦ πάντας διὰ τέχνης τὸ πλέον ἢ δυνάμεως· οἷς γὰρ ἰσχὺς οὐ πρόσεστι τῶν τὰς φύσεις τυραννικῶν, πανουργίαις τὰς ἐπιβουλὰς κατορθοῦσιν.
ὁ Φλάκκος οὖν οὗτος ἐν τοῖς ἑταίροις κριθεὶς παρὰ Τιβερίῳ Καίσαρι μετὰ τὴν Ἱβήρου τελευτήν, ὃς ἐπετέτραπτο Αἴγυπτον, καθίσταται τῆς Ἀλεξανδρείας καὶ τῆς χώρας ἐπίτροπος, ἄνθρωπος ἐν ἀρχῇ μυρία καλοκαγαθίας ὅσα τῷ δοκεῖν ἐξενεγκὼν δείγματα· πυκνός τε γὰρ ἦν καὶ συνεχὴς καὶ ὀξὺς νοῆσαι καὶ τὰ βουλευθέντα πρᾶξαι καὶ προχειρότατος εἰπεῖν καὶ πρὸ τοῦ λεγομένου τὸ ἡσυχαζόμενον αἰσθέσθαι.
παντάπασιν οὖν ὀλίγῳ χρόνῳ τῶν κατὰ τὴν Αἴγυπτον πραγματειῶν ἐθὰς γίνεται· πολύτροποι δ’ εἰσὶ καὶ ποικίλαι, μόλις τοῖς ἐκ πρώτης ἡλικίας τὸ ἔργον ἐπιτήδευμα πεποιημένοις γνωριζόμεναι. περιττὸς ὄχλος ἦσαν οἱ γραμματεῖς, [*](1. 2 Φίλωνος εἰς φλάκκον M, εἰς φλάκκον Η: φλάκκος ψεγόμενος G (= Phot. Bibl. cod. 105), Φίλωνος ἱστορία πάνυ ὠφέλιμος καὶ tw βίω χρήσιμος τὰ κατά τόν φλάκκον ἤτοι περὶ προνοίας Α Libelli partem, qua exponebatur Seiani acerbitas adversus ludaeos eiusque exitium (cf. p. 154, 7 καί), deperisse recte animadvertit Massebieau 4 ἀούλλιος G, ϊούλιος Α 6 ἄντικρυς oui. Turn. 8 ἐπιὼν G: ἐπὶ ceteri (v) τοὺς om. G 9 ἁπανταχοῦ M πάντας G: om. ceteri (v) 9. 10 ἰσχὺς 06 πρόσεστι CMGA (Anton. Mel.): ἰ. ἐστιν οὐδαμῶς Η (Turn.) ; οὐ πρόσεστιν ἰσχὺς Mang. 10 ἐπιβολὰς coni. Mang. 11 οὑν Α: om. ceteri (v) ἐν]ἐπὶ G 12 Ἱβήρου scripsi (cf. Dio C. LVIII 19, 6 et Dessau, Prosopogr. imp. Rom. II 143): βήρου G, σεβήρου celeri (v) #x003E; Αἴγυπτον coni. Cohn 15 προχειρότατα L (Turn.) 16. 17 παντάπασι γοῦν G 18 δὲ M τοῖς] τοῖς] τῆς M) [*](9—11 C fol. 123v ἐκ τοῦ περὶ Φλάλκου λόγου DR fol. 247v τοῦ II 86 Col. 1208 Φίλωνος: οἷς ἰσχὺς — κατορθοῦσιν.)
καὶ ὅσα μὲν περὶ λογισμοὺς καὶ τὴν τῶν προσοδευομένων κατώρθου διοίκησιν, εἰ καὶ μεγάλα καὶ ἀναγκαῖα ἦν, ἀλλ’ οὐδέν γε δεῖγμα ψυχῆς ὑπέφαινεν ἡγεμονικῆς, ἃ δὲ λαμπροτέραν καὶ βασιλικὴν ἐδήλου φύσιν, μετὰ πλείονος παρρησίας ἐπεδείκνυτο· οἷον σεμνότερον ἦγεν αὑτόν — ἄρχοντι δὲ λυσιτελέστατον ὁ τῦφος —, ἐδίκαζε τὰ μεγάλα μετὰ τῶν ἐν τέλει, τοὺς ὑπεραύχους καθῄρει, μιγάδων καὶ συγκλύδων ἀνθρώπων ὄχλον ἐκώλυεν ἐπισυνίστασθαι· τάς τε ἑταιρείας καὶ συνόδους, αἳ ἀεὶ ἐπὶ προφάσει θυσιῶν εἱστιῶντο τοῖς πράγμασιν ἐμπαροινοῦσαι, διέλυε τοῖς ἀφηνιάζουσιν ἐμβριθῶς καὶ εὐτόνως προσφερόμενος.
εἶτ’ ἐπειδὴ τὴν πόλιν καὶ τὴν χώραν ἀνέπλησεν εὐνομίας, ἐν μέρει πάλιν ταῖς στρατιωτικαῖς δυνάμεσιν ἐφήδρευεν ἐκτάττων, συγκροτῶν, γυμνάζων πεζούς, ἱππεῖς, τοὺς τῆς κούφης ὁπλίσεως, τοὺς ἡγεμόνας, ἵνα μὴ τὰς μισθοφορὰς τῶν στρατιωτῶν ἀφαιρούμενοι πρὸς λῃστείας καὶ ἁρπαγὰς αὐτοὺς ἀλείφωσι, πάλιν τῶν στρατιωτῶν ἕκαστον, ἵνα μηδὲν ἔξω τῶν κατὰ τὴν στρατείαν περιεργάζηται μεμνημένος, ὅτι τέτακται καὶ τὴν εἰρήνην διαφυλάττειν.
Ἴσως δ’ ἄν τις εἴποι· „σὺ δ’, ὦ οὗτος, ἐγνωκὼς ἀνθρώπου κατηγορεῖν ἔγκλημα μὲν οὐδὲν διεξῆλθες, μακροὺς δ’ ἐπαίνους συνείρεις· μὴ ἄρα παραπαίεις καὶ μέμηνας;“ — οὐ μέμηνα, ὦ οὗτος, οὐδ’ ἠλίθιός τίς εἰμι, ὡς μὴ δύνασθαι πράγματος ἀκολουθίαν ἰδεῖν.
ἐπαινῶ τὸν Φλάκκον, οὐκ ἐπειδὴ προσῆκεν ἐχθρὸν ἐγκωμιάζειν, ἀλλ’ ἵν’ αὐτοῦ τὴν μοχθηρίαν ἀριδηλοτέραν παραστήσω· τῷ μὲν γὰρ ἀγνοίᾳ τοῦ κρείττονος διαμαρτάνοντι συγγνώμη δίδοται, ὁ δ’ ἐξ ἐπιστήμης ἀδικῶν ἀπολογίαν οὐκ ἔχει προεαλωκὼς ἐν τῷ τοῦ συνειδότος δικαστηρίῳ.
ἑξαετίαν [*](1 ἐπηρείαις G 2 χάρις H1, corr. Η2 διδάσκαλος MG 4 κατόρθου A, κατορθοῦν G 5 0002 H μεγάλα καὶ ἀναγκαῖα ἣν καὶ post ἁ 6I add. Α 7 αὑτόν AH2 αὐτόν MGH1 8 μετά om. G 9 ἐκώλυσεν G τε]θ᾿ Α 14 πεζούς om. A ἵππους Α 1.5 μισθοφορὰς MAH1 (Mang.): μισθοφορίας GH2L (Turn.) 16 ἀλείφωσιν M 18 διαφυλάττοι A, φυλάττειν G 21 ἄρα om. G; ἄρα v μέμηνας (sic) M μέμηνα (sic) M 23 ἴν’ AL: ἶνα MGH 25 διαμαρτάνειν Α δίδοται] παρεισέρχεται D R Flor. δίκα Par. 26 προεαλωκὼς] προεωρακὼς A ἐργαστηρίῳ M) [*](16—18 DP fol. 327v Φίλωνος DV p. 688 (Harris p. 99): τῷ στρατιώτῃ οὐδὲν δεῖ ἔξω τῶν κατὰ τὴν στρατείαν περιεργάζεσθαι, ἀλλὰ μεμνῆσθαι ἀεί, ὅτι τέτακται τὴν εἰρήνην φυλάττειν. 24—26 C fol. 123v DR fol. 196v et in quaternionis post fol. 161 fol. 6v DK fol. 162r DP fol. 157 DV p. 520 Flor. Paris. nr. 9 τῷ μὲν ἀγνοίᾳ — δικαστηρίω. Mel. Barocc. fol. 102r Anton. Mel. II 88 Col. 1213 Max. Ecl. cap. 26 Φίλωνος: τῷ μέν ἀγνοίᾳ τοῦ κρείττονος διαμαρτάνοντι συγγνώμη παρεισέρχεται (παρέχεται coni. Mang.), 6 δὲ ἐξεπίτηδές ἀδικῶν ἀπολογίαν οὐκ ἔχει.)
τῷ δ’ ὑστάτῳ, Τιβερίου μὲν τελευτήσαντος, Γαΐου δ’ ἀποδειχθέντος αὐτοκράτορος, ὑφιέναι καὶ χαλᾶν ἤρξατο τὰ πάντα εἴτε διὰ τὸ ἐπὶ Τιβερίῳ βαρύτατον πένθος — δῆλος γὰρ ἦν ὡς ἐπ’ οἰκειοτάτῳ περιπαθῶν ἔκ τε τῆς συνεχοῦς κατηφείας καὶ τῆς τῶν δακρύων φορᾶς, ἃ καθάπερ ἀπὸ πηγῆς ἀπαύστως ἐξεχεῖτο — εἴτε καὶ κακόνους ὢν τῷ διαδόχῳ διὰ τὸ τὴν τῶν γνησίων πρὸ τῆς τῶν θετῶν τεθεραπευκέναι μερίδα εἴτε καὶ τῶν συνεπιθεμένων τῇ Γαΐου μητρί, καθ’ ὃν χρόνον εἶχε τὰς αἰτίας ἐφ’ αἷς ἀνῃρέθη, γεγονὼς καὶ διὰ φόβον ἁλώσεως ἐπιλελησμένος.
καὶ μέχρι μέν τινος ἔτ’ ἀντεῖχε μὴ κατὰ τὸ παντελὲς μεθιέμενος τὴν τῶν πραγμάτων ἀντίληψιν. ὡς δ’ ἤκουσε τὸν Τιβερίου μὲν υἱωνὸν κοινωνὸν δὲ τῆς ἀρχῆς ἀναιρεθέντα Γαΐου κελεύσαντος, ἀλέκτῳ πληγεὶς συμφορᾷ καταβαλὼν ἑαυτὸν ἀχανὴς ἔκειτο, τῆς διανοίας πολὺ πρότερον ἀπειρηκυίας καὶ παρειμένης αὐτῷ.
ζῶντος μὲν γὰρ τοῦ μειρακίου τὰ ζώπυρα τῆς ἰδίας σωτηρίας οὐκ ἀπεγίνωσκεν, ἀποθανόντος δὲ συντεθνάναι καὶ τὰς οἰκείας ἐλπίδας ἔδοξεν, εἰ καὶ μικρά τις ἀπελείπετο αὔρα βοηθείας, ἡ πρὸς Μάκρωνα φιλία τὰ σύμπαντα παρὰ Γαΐῳ κατ’ ἀρχὰς δυνηθέντα καὶ πλείστην μοῖραν ὡς λόγος εἰσενεγκάμενον αὐτῷ πρὸς τὸ τυχεῖν τῆς ἡγεμονίας καὶ ἔτι μᾶλλον πρὸς τὸ σωθῆναι,
πολλάκις μὲν ἐκποδὼν ποιήσασθαι τὸν Γάιον διανοηθέντος Τιβερίου ὡς κακοήθη καὶ οὐ πεφυκότα πρὸς ἀρχήν, καὶ ἅμα διὰ τὸν ἐπὶ τῷ υἱωνῷ φόβον — ἐδεδίει γάρ, μὴ παρανάλωμα γένηται τελευτήσαντος αὐτοῦ —, πολλάκις δὲ τοῦ Μάκρωνος τὰς ὑπονοίας ὑπεξαιρουμένου καὶ τὸν Γάιον ἐπαινοῦντος ὡς ἁπλοῦν καὶ ἀπόνηρον καὶ κοινωνικὸν καὶ τοῦ ἀνεψιοῦ μάλιστα ἡττημένον, ὡς ἢ μόνῳ ἂν ἐθελῆσαι παραχωρῆσαι τὴν ἡγεμονίαν ἢ πάντως τὰ πρωτεῖα.
ὑφ’ ὧν ἀπατηθεὶς ἔλαθεν ἄσπονδον ἐχθρὸν ἑαυτῷ καὶ υἱωνῷ καὶ γένει καὶ παρακλήτῳ Μάκρωνι καὶ πᾶσιν ἀνθρώποις καταλιπών.
ἐπειδὴ γὰρ ὁ Μάκρων ὁρῶν αὐτὸν ἐκδιαιτώμενον καὶ ἀχαλίνοις ταῖς ὁρμαῖς, ἐφ’ ἃ ἂν τύχῃ καὶ ὡς ἂν τύχῃ, χρώμενον [*](2. 3 τήν τε εἰρήνην — ἀφηγήσατο] οὕτω χρηστὸς ἣν A 2 τ’ G 5 διά τὸ ἐπὶ τιβερίω codd. (Mang.): ἐπὶ Τιβερίου Turn. πεπονθὼς ante add. Η (Turn.) 6 ἐπί A 7 τῆς MA (Mang.): ἐκ τῆς GH (Turn.) ἀπαύστως] ἀφράστως A 8 xai oin. M τὸ om. M τὴν om. A d xal G: καὶ διὰ MA, διὰ H: om. v 10 μρὶ codd. : μητέρι v 11 ἁλώσεως] ἀλλοτριώσεως coni. Mang. ἐπιλελησμένος corruptum ἔτ’ om. Α ἀντεῖχεν L (v) 13 τοῦ ante Τιβερίου add. M (Mang.) 14 καταβαλὸν M αὐτὸν AH2 (v), αὐτὸν H1 18 ἀπελίπετο G; ὑπελείπετο (sic Ven. 41) Mang. 19 καὶ] τὴν G 20 εἰσενγνεγκάμενον (sic) Η 23 υἱῶ H, γράφεται καὶ υἱωνῷ in marg.) M 26 ἡττημένον] ἡττᾶται M θελῆσαι M, ἐθελήσοι Α 28 ἑαυτῶ M: αὐτῶ AH2 (v), αὐτῶ 29 29 ὁρῶν om. H (Turn.). 30 ἃ] ὃ A καὶ ὡς ἂν τύχῃ om. Turn.)
καὶ γὰρ ὁπότε πόρρωθεν αὐτὸν ἀφικνούμενον ἴδοι, τοιαῦτα πρὸς τοὺς συνόντας διεξῄει· „μὴ μειδιῶμεν, κατηφῶμεν· ὁ νουθετητὴς παραγίνεται, ὁ αὐθέκαστος, ὁ ἀνδρὸς τελείου καὶ αὐτοκράτορος ἀρξάμενος νῦν εἶναι παιδαγωγός, ὅτε καὶ τοὺς ἐκ πρώτης ἡλικίας ὁ καιρὸς ἀπήλασε καὶ διέζευξεν.“
Ἐπεὶ δ’ οὖν καὶ τοῦτον ἔγνω προσανῃρημένον ὁ Φλάκκος, τὴν λοιπὴν ἐλπίδα κατὰ τὸ παντελὲς ἀπεγνώκει καὶ οὐκέθ’ ὁμοίως ἀντιλαμβάνεσθαι τῶν πραγμάτων οἷός τε ἦν ἐξασθενῶν καὶ διαρρέων τὴν γνώμην.
ὅταν δ’ ὁ ἄρχων ἀπογνῷ τὸ δύνασθαι κρατεῖν, ἀνάγκη τοὺς ὑπηκόους εὐθὺς ἀφηνιάζειν καὶ μάλιστα τοὺς ἐκ μικρῶν καὶ τῶν τυχόντων πεφυκότας ἀνερεθίζεσθαι· ἐν οἷς τὸ Αἰγυπτιακὸν τὰ πρωτεῖα φέρεται διὰ βραχυτάτου σπινθῆρος εἰωθὸς ἐκφυσᾶν στάσεις μεγάλας.
ἐν ἀμηχάνοις δὲ καὶ ἀπόροις γεγονὼς ἐσφάδᾳζε καὶ τὰ πρὸ μικροῦ πάντα ἤλλαξεν ἅμα τῇ τοῦ λογισμοῦ πρὸς τὸ χεῖρον μεταβολῇ ποιησάμενος τὴν ἀρχὴν ἀπὸ τῶν συνηθεστάτων· τοὺς μὲν γὰρ εὔνους καὶ μάλιστα φίλους ὑφωρᾶτο καὶ διωθεῖτο, τοῖς δ’ ἐξ ἀρχῆς ἀνομολογηθεῖσιν ἐχθροῖς ἐσπένδετο καὶ συμβούλοις περὶ πάντων ἐχρῆτο.
οἱ δ’ — ἐγκότως γὰρ εἶχον — τὸ κατηλλάχθαι δοκεῖν λόγῳ μόνον ἐπιμορφάσαντες, ἔργοις δὲ κατὰ διάνοιαν ἀσύμβατα μνησικακοῦντες καὶ ὥσπερ ἐν θεάτρῳ καθυποκρινόμενοι γνησίαν φιλίαν ὅλον αὐτὸν συναρπάζουσι· καὶ γίνεται ὁ μὲν ἄρχων [*](1 ἐνουθετεῖτο Α ἐκεῖνον om. A ἡνίκ’ ἔτ’ GH : ἡνίκ’ MA; ἡνίκα ἔτι v 2 δὲ ante περιττῆς add. MA, eras. H om. G 3 πανοικί (sic) G 4. 5 καὶ — συνόντας om. H1, in marg. add. H2 5 τοιαῦτα] αὐτὰ G 6 κατηφῶμεν ι α Cohn: κατηφειῶμεν M, κατηφιῶμεν ceteri (v) 7 ὅτε Α τοὺς] τόν A σ 8 ὁ καιρός] ὄντα A ἀπήλαξε H, ἀπήλλαξεν L (Turn.) ; ἀπήλασεν Mang. 9 ὡς ante ἔγνω add. G προσανηρημένον G (coni. Mang.) : προανῃρημένον ceteri (v) 10 ἀπεγνώκει A (Mang.): ἀναπεπτώκει ceteri (Turn.) 11 τ’ A 12 δ’ ὁ MA: δ’ GH (v) 14 ἀναιρεθίζεσθαι MD 15 εἰωθὼς M, om. Α ἀναφυσᾶν M 16 ἐσφάδαξεν H2, ἐσφάδα Η1 post πάντα verbum quoddam (an δόξαντα?) excidisse vid.; κατωρθωμένα πάντα coni. Cohn 17 ἤλλαξε 19 ὑφωρᾶτο codd. (cf. önert, Mem. Graec. Herc. 273): ὑφεωρᾶτο v 20 συμβόλοις L (Turn.) 20 οἱ] εἰ M 21 Tui Α ἐπιμορφώσαντες AH (v) ἁ ἔργοις A δέ] καὶ A #x003E; κατὰ coni. Mang. 23 γνήσιον G γνησίαν φιλίαν om. Α) [*](12—14 DR fol. 29v τοῦ αὐτοῦ Anton. Mel. H 6 CoL 1033 Φίλωνος: ὅταν ἄρχων — ερεθίζεσθαι.)
βεβαιωταὶ γὰρ ὧν ἐβουλεύσαντο πάντων ἐγίνοντο κωφὸν ὡς ἐπὶ σκηνῆς προσωπεῖον ἕνεκα προσχήματος αὐτὸ μόνον παραλαμβάνοντες ἐπιγεγραμμένον ὄνομα ἀρχῆς, Διονύσιοι δημοκόποι, Λάμπωνες γραμματοκύφωνες, Ἰσίδωροι στασιάρχαι, φιλοπράγμονες, κακῶν εὑρεταί, ταραξιπόλιδες· τοῦτο γὰρ κεκράτηκέ πως τοὔνομα.