De Aeternitate Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἐπὶ δὲ τοῦ παντὸς γενήσεται τοὐναντίον· τὸ μὲν γὰρ σπέρμα καὶ μεῖζον ἔσται καὶ πλείονα τόπον ἐφέξει, τὸ δ’ ἀποτέλεσμα βραχύτερον καὶ ἐν ἐλάττονι φανεῖται τόπῳ, καὶ ὁ κόσμος ἐκ σπέρματος συνιστάμενος οὐκ ἐκ τοῦ κατ’ ὀλίγον ἐπιδώσει πρὸς αὔξησιν, ἀλλ’ ἔμπαλιν ἐξ ὄγκου μείζονος εἰς ἐλάττονα συναιρεθήσεται.

τὸ δὲ λεγόμενον ῥᾴδιον συνιδεῖν· ἅπαν σῶμα ἀναλυόμενον εἰς πῦρ ἀναλύεταί τε καὶ χεῖται, σβεννυμένης δὲ τῆς ἐν αὐτῷ φλογός, στέλλεται καὶ συνάγεται· πίστεων δὲ τοῖς οὕτως ἐμφανέσι πρὸς μαρτυρίαν ὡς ἀδηλουμένοις οὐδεμία χρεία. καὶ [*](1 δὲ] δὴ Buecheler (Cumont) αὐτοῦ Mang. : αὐτῶν codd.; αὐτῷ Bernays (Cumont) 2 διττὴν] δεῖ τὴν Buecheler (Cumont) 4 καὶ] κἀκ Diels (Cumont) ἣν bis scripsit M 5 δὴ] δὲ coni. Mang. λέγων HP 7 ἀναλωθέντων coni. Buecheler 8 χωλὴν HP: χολὴν HP: χολὴν σχ. λὴν M; κωφὴ coni. Mang. ἀτελῆ καὶ transp. U 9 ὧ HP: ὡς MU ἐφιδρύεσθαι H (et ut vid. P): ἐφυδρίεσθαι M, ἐφιδρῦσθαι U 10 αὐτῆς U: ἑαυτῆς MHP ἐναργείας Mang.: ἐνεργείας codd. 11 ἔτι MP: ἔτι ex ἔστι corr. U. ἔστι Η 13. 14 περιμηκέστατα καὶ πιότατα transp. U 15 τὸν ante γειτνιῶντα om. M 16 γενηθέντα M 18 ἐφέξει P: ὑφέξει MUH 21 συναναιρεθήσεται M; συναχθήσεται coni. Mang. 22 ἀναλύεται corruptum: ἐλαύνεται conicio (cf. 104,6 ἐλάσεως) ; διαλύεται Bernays, ἀναδίδοται coni. Diels τε om. H (v) 23 πίστεων H: πίστεως P, πιστέον M, πειστέον U 24 οὕτως] οὗ M) [*](17 sq. Plut. de commun. notit. 35 p. 1077 a ἀλλά τῶν φυσικωτέρων λεγομένων ἀρ’ οὐ παρὰ τὴν ἔννοιάν ἐστι σπέρμα πλέον εἶναι καὶ μεῖζον ἢ τὸ γεννώμενον ἐξ αὐτοῦ;)

v.6.p.104
μὴν ὁ κόσμος ὁ πυρωθεὶς γενήσεται μείζων, ἅτε συμπάσης τῆς οὐσίας εἰς τὸν λεπτότατον ἀναλυθείσης αἰθέρα. ὅ μοι δοκοῦσι καὶ οἱ Στωικοὶ προϊδόμενοι κενὸν ἄπειρον ἐκτὸς τοῦ κόσμου τῷ λόγῳ καταλιπεῖν, ἵν’, ἐπειδὴ χύσιν ἀπέραντόν τινα ἔμελλε λήψεσθαι, μὴ ἀπορῇ τοῦ δεξομένου χωρίου τὴν ἀνάχυσιν.

ὅτε μὲν οὖν εἰς τοσοῦτον ἐπιδέδωκε καὶ συνηύξηται, ὡς μονονουχὶ τῇ ἀορίστῳ τοῦ κενοῦ φύσει τῷ τῆς ἐλάσεως ἀπειρομεγέθει συνδραμεῖν, σπέρματος ἔχει καὶ τοῦτο λόγον, ὅτε δὲ κατὰ τὴν παλιγγενεσίαν ἐκ τελείων τῶν μερῶν τῆς συμπάσης οὐσίας * * *, στελλομένου μὲν κατὰ τὴν σβέσιν τοῦ πυρὸς εἰς παχὺν ἀέρα, στελλομένου δ’ ἀέρος εἰς ὕδωρ καὶ συνίζοντος, παχυνομένου δ’ ἔτι μᾶλλον ὕδατος κατὰ τὴν εἰς γῆν, τὸ πυκνότατον τῶν στοιχείων, μεταβολήν. ἔστι δὲ ταῦτα παρὰ τὰς κοινὰς ἐννοίας τῶν δυναμένων ἀκολουθίαν πραγμάτων ἐκλογίζεσθαι.

Δίχα τοίνυν τῶν εἰρημένων κἀκείνῳ χρήσαιτ’ ἄν τις εἰς πίστιν, ὃ καὶ τοὺς μὴ πέρα τοῦ μετρίου φιλονεικεῖν αἱρουμένους ἐπισπάσεται. τῶν ἐν ταῖς συζυγίαις ἐναντίων ἀμήχανον τὸ μὲν εἶναι, τὸ δὲ μή· λευκοῦ γὰρ ὄντος ἀνάγκη καὶ μέλαν ὑπάρχειν καὶ μεγάλου βραχὺ καὶ περιττοῦ ἄρτιον καὶ γλυκέος πικρὸν καὶ ἡμέρας νύκτα καὶ ὅσα τούτοις ὁμοιότροπα. γενομένης δ’ ἐκπυρώσεως, ἀδύνατόν τι συμβήσεται· τὸ μὲν γὰρ ἕτερον ὑπάρξει τῶν ἐν ταῖς συζυγίαις. τὸ δὲ ἕτερον οὐκ ἔσται. [*](3 προϊδόμενοι M: προειδόμενοι UHP (v) 4 ἀπορῇ UP: ἀπορρῆ H, ἀπορεῖν M 5 ὅτε Η: ὅτι MUP τοσοῦτο U 6 μονονουχὶ M: μονονουχὶ καὶ UHP (v) ἐλάσεως] ἔλα . . . (spat. 3 — 4 litt.) M 7 ἀπειρομεγέθει codd.: ἀπείρῳ μεγέθει ἔχει καὶ τοῦτο M: ἔχει καὶ τοὺς Η ἔχει κατ’ αὐτοὺς v), oblitt. in P, τοὺς (om. ἔχει καὶ) U καὶ τοῦτο] κἀν τούτῳ conicio, κατὰ τοῦτο coni. Wendl. ὅτε δὲ M: ὅτε δὴ HP, ὅτι δὲ U N παλιγγενεσίαν MU: ἐπαγγελίαν ἐσίαν P. ἐπαγγελίαν αἰσίαν Η (Turn.) ἐκ τελείων τῶν μερῶν MHP: ἐκ τελείων μερῶν U: ἐκτελῆ τῶν μερῶν Mang., ἐκτελειοῦται μείων Cumont lacunam post οὐσίας indicavit Mang. (Bernays) 10 δὲ M δ’ ἔτι] δέ τι Η 11. 12 ἔστι δὲ] ἔστι δὴ Cumont 12 δυναμένων UHP: δυνάμεων M (v, sed Mang. corr. in adnot.) πραγμάτων Diels: πράγματος codd. 13 ἐκλογίσασθαι P 14 χρήσαιτ’ M: χρήσαιτο UHPE 15 ἰοὺς] τοῖς M πέρα] πέραν Mang. τοῦ μέτρου Ε φιλονικεῖν Cumont 18 πικρὸν] πικνὸν P 20 τὸ δ’ ἕτερον E) [*](3 Aet. Plac. I 18, 5 (Doxogr. p. 316 b 11) Ζήνων καὶ oi ἀπ’ αὐτοῦ ἐντὸς μὲν ἰοῦ κόσμου μηδὲν εἶναι κενόν, ἔξω δ’ αὐτοῦ ἄπειρον (Zen. frg. 95 Arnim). Diog. La. VII 140 . . . ἔξωθεν δ’ αὐτοῦ τοῦ κόσμου) περικεχυμένον εἶναί τύ κενὸν ἄπειρον, ὅπερ ἀσώματον εἶναι. Aet. Plac. II 9, 2 (Doxogr. p. 338, 1(1) οἱ Στωικοὶ (ἐκτὸς τοῦ κόσμου) εἶναι κενόν, εἰς κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται 6 κόσμος ἄπειρος ὤν. Chrysippi frg. 535. 538. 543 (Arnim).)

v.6.p.105
φέρε δ’ οὑτωσὶ θεασώμεθα·

πάντων εἰς πῦρ ἀναλυθέντων, κοῦφον μὲν ἔσται τι καὶ μανὸν καὶ θερμόν — ἴδια γὰρ πυρὸς ταῦτα —, βαρὺ δ’ οὐδὲν ἢ πυκνὸν ἢ ψυχρόν, τὰ τοῖς λεχθεῖσιν ἐναντία. πῶς οὖν ἄν τις ἐπιδείξαι μᾶλλον τὴν πεπλεγμένην ἐκ τῆς ἐκπυρώσεως ἀκοσμίαν ἢ τὰ φύσει συνυπάρχοντα δεικνὺς ἀπαρτώμενα τῆς συζυγίας; ἡ δ’ ἀλλοτρίωσις ἐπὶ τοσοῦτον κεχώρηκεν, ὡς τοῖς μὲν ἀιδιότητα προσομολογεῖν, τοῖς δὲ τὸ ἀνύπαρκτον.

Ἔτι τοίνυν κἀκεῖνό μοι δοκεῖ μὴ ἀπὸ σκοποῦ τοῖς ἰχνηλατοῦσι τἀληθὲς εἰρῆσθαι· φθειρόμενος ὁ κόσμος ἤτοι ὑπό τινος ἑτέρας φθαρήσεται αἰτίας ἢ ὑπὸ θεοῦ. ὑπ’ ἄλλου μὲν οὐδενὸς τὸ παράπαν δέξεται διάλυσιν· οὐδὲν γάρ ἐστιν ὃ μὴ περιέχει· τὸ δὲ περιεχόμενον καὶ κατακρατούμενον ἀσθενέστερον δήπου τοῦ περιέχοντος, ὑφ’ οὗ καὶ κατακρατεῖται. ὑπὸ δὲ θεοῦ φθείρεσθαι λέγειν αὐτὸν πάντων ἀνοσιώτατον· ὁ γὰρ θεὸς οὐκ ἀταξίας καὶ ἀκοσμίας καὶ φθορᾶς ἀλλὰ τάξεως καὶ εὐκοσμίας καὶ ζωῆς καὶ παντὸς αἴτιος ἀνωμολόγηται τοῦ ἀρίστου παρὰ τοῖς τἀληθῆ δοξάζουσι.

Θαυμάσαι δ’ ἄν τις τοὺς τὰς ἐκπυρώσεις καὶ παλιγγενεσίας θρυλοῦντας οὐ μόνον ἕνεκα τῶν εἰρημένων, οἷς ἀπελέγχονται ψευδοδοξοῦντες, ἀλλὰ καὶ δι’ ἐκεῖνο μάλιστα. τεττάρων γὰρ ὄντων στοιχείων, ἐξ ὧν ὁ κόσμος συνέστηκε, γῆς, ὕδατος, ἀέρος, πυρός, τίνος ἕνεκα πάντων ἀποκληρωσάμενοι τὸ πῦρ τὰ ἄλλα φασὶν εἰς τοῦτο μόνον ἀναλυθήσεσθαι; δέον γάρ, εἴποι τις ἄν, — πῶς οὔκ; — εἰς ἀέρα ἢ ὕδωρ ἢ γῆν· ὑπερβάλλουσαι γὰρ καὶ ἐν τούτοις εἰσὶ δυνάμεις. ἀλλ’ οὐδεὶς ἐξαεροῦσθαι ἢ ἐξυδατοῦσθαι ἢ ἀπογεοῦσθαι τὸν κόσμον εἶπεν, ὥστ’ εἰκὸς ἦν μηδὲ ἐκπυροῦσθαι φάναι.

[*](1 φέρε δὲ M πάντων γὰρ E 2 ἔστι Ε. ἐστι MUHP (v) τι om. UE ῥοία γὰρ E: γὰρ om. MUHP 3 πικνὸν (e πικρὸν corr.) M ψυχρὸν ἢ πυκνὸν transp. HP 4 ἐπιδείξαι Diels: ἐπιχῆται MUHP, ἐπίσχηται LE ἐπίσχηται δήπου E cod. a) ; ἐπίσχοι v; ἐπιφήναι conieceram, ἐπισημῆναι coni. Wendl. ἐκπυρώσεως E (Cumont) : πυρώσεως MUHP (v) 5 ἀλλωτρίωσις M 6 ὡς τοῖς] αὐτοῖς L (Turn.) 9 ἑτέρας om. Ε 10 μὲν] δὲ E; μὲν 003E; coni. Wendl. 11. 12 κατακρατούμενον Mang. (Diels): κρατούμενον codd. 12 ἀστενέστερον P καὶ post ὑφ’ οὗ seclusit Cumont 14 εὐταξίας H καὶ ante φθορᾶς om. l 15 ἀνωμολόγηται τοῦ ἀρίστου] ἀγαθοῦ ἀνωμολόγηται E παρὰ] περὶ M 16 τοῖς om. HP (v) τἀληθῆ H(P?)E: ἀληθῆ MU 17 θαυμάσαι δ’ ἄν τις— 107,5 συνηρτημένην ἀκολουθίαν om. E 18 θρυλλοῦντας U (v) 20 συνέστηκεν MU ἕνεκα codd.: ἕνεκεν v 21 τά ἄλλα UHP: τἄλλα M ἀναλυθήσεσθαι ex ἀναλυστήσεσθαι corr. M, ἀναληθήσεσθαι U 21. 22 δέον γάρ] δεόντως coni. Cumont: γάρ post πῶς transponendum censuit Mang. 22 εἴποι τις ἄν MU: εἰπόντες ἄν HP; εἰπέ τις ἄν Turn. ὑπερβάλλουσαι—εἶπεν (24) repet. U post θάνατον (106. 2) 24 μηδὲ UV: μηδ’ U, μὴν δὲ M)
v.6.p.106

Χρὴ μέντοι καὶ τὴν ἐνυπάρχουσαν ἰσονομίαν τῷ κόσμῳ κατανοήσαντας ἢ δεῖσαι ἢ αἰδεσθῆναι τοσούτου θεοῦ κατηγορεῖν θάνατον· ὑπερβάλλουσα γάρ τις τῶν τεττάρων ἀντέκτισις δυνάμεων ἰσότητος κανόσι καὶ δικαιοσύνης ὅροις σταθμωμένων τὰς ἀμοιβάς.

καθάπερ γὰρ αἱ ἐτήσιοι ὧραι κύκλον ἀμείβουσιν ἀλλήλας ἀντιπαραδεχόμεναι πρὸς τὰς ἐνιαυτῶν οὐδέποτε ληγόντων περιόδους, [εἰς] τὸν αὐτὸν τρόπον [τίθησι] καὶ τὰ στοιχεῖα τοῦ κόσμου ταῖς εἰς ἄλληλα μεταβολαῖς, τὸ παραδοξότατον. θνῄσκειν δοκοῦντα ἀθανατίζεται δολιχεύοντα ἀεὶ καὶ τὴν αὐτὴν ὁδὸν ἄνω καὶ κάτω συνεχῶς ἀμείβοντα.

ἡ μὲν οὖν προσάντης ὁδὸς ἀπὸ γῆς ἄρχεται· τηκομένη γὰρ εἰς ὕδωρ [μετα]λαμβάνει τὴν μεταβολήν, τὸ δ’ ὕδωρ ἐξατμιζόμενον εἰς ἀέρα, ὁ δ’ ἀὴρ λεπτυνόμενος εἰς πῦρ· ἡ δὲ κατάντης ἀπὸ κεφαλῆς, συνίζοντος μὲν πυρὸς κατὰ τὴν σβέσιν εἰς ἀέρα, συνίζοντος δ’ ὁπότε συνθλίβοιτο εἰς ὕδωρ ἀέρος, ὕδατος δὲ [τὴν πολλὴν ἀνάχυσιν] κατὰ τὴν εἰς γῆν πυκνουμένου μεταβολήν.

εὖ καὶ ὁ Ἡράκλειτος ἐν οἷς φησι· „ψυχῇσι θάνατος ὕδωρ γενέσθαι, ὕδατι θάνατος γῆν γενέσθαι“· ψυχὴν γὰρ οἰόμενος εἶναι τὸ πνεῦμα τὴν μὲν ἀέρος τελευτὴν γένεσιν ὕδατος, τὴν δὲ ὕδατος γῆς πάλιν γένεσιν αἰνίττεται, θάνατον οὐ τὴν εἰς ἅπαν ἀναίρεσιν ὀνομάζων, ἀλλὰ τὴν εἰς ἕτερον στοιχεῖον μεταβολήν.

ἀπαραβάτου δὴ καὶ συνεχοῦς τῆς αὐτοκρατοῦς ἰσονομίας ταύτης ἀεὶ [*](2 ἢ δεῖσαι PL: ἢ δῆσαι H, εἰδῆσαι M, αἰδεῖσθαι U θεοῦ Mang.: θείου codd. 4 αἰ] καὶ U 5 ἀλλήλας ἀντιπαραδεχόμεναι Mang.: ἀλλήλαις ἀντιπαραδέχεσθαι codd. τὰς] τοὺς M 6 εἰς seclusi; ἀεί Diels (Cumont) τίθησι seclusi: τίθεσο coni. Mang., φησί Bernays, τιθεῖσαι Buecheler, περιθέουσι Diels, περιθέει Cumont 7 post μεταβολαῖς add. καὶ Cumont 8 ἀπαθανατίζεται L (Turn.) 9 ἀμοίβοντα M προσάντις H 10 λαμβάνει scripsi: μεταλαμβάνει codd.: μεταλαμβάνει τῆς μεταβολῆς coni. Mang. τὸ δὲ U 11 6 δέ U 13 συνίζοντος δὲ V συνθλίβοιτο V: συνθλίβοιντο HP, θλίβοιτο M (Bernays) 13. 14 τὴν πολλὴν ἀνάχυσιν seclusi: τῇ πολλὴ ἀναχύσει Bernays, κατὰ τὴν πολλὴν ἀνάχυσιν (deleto μεταβολήν) Buecheler 14 πυκνουμένου v (Turn.): πυκνουμένην MHP, πηγνυμένου U 15 ψυχῇσι UHP: ψυχῆς M (Mang. Bernays) ὕδατι—γενέσθαι om. U ὕδατι HP: ὕδατος M (Mang. Bernays) 17 ἣν δὲ MP: τὴν δ’ UH πάλιν γένεσιν] παλιγγενεσίαν U 17. 18 verba εἰς ἄταν ἀναίρεσιν ὀνομάζων ἀλλὰ τὴν bis scripsit Η εἰς ἅπασαν H priore loco 19 ἀπαραβάτου Mang.: ἀπαραβλήτου UP, ἀπαραβλήτους H, ἀπεριβλήτου M) [*](4 sqq. Ocell. Luc. I 12 ... τὰ μὲν γάρ πρῶτα κινούμενα κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως κύκλον ἀμείβοντα, διέξοδον οὐκ ἐπιδεχόμενα τῆς οὐσίας· τὰ δὲ δεύτερα, πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἀήρ, ὅρον ἀμείβουσιν ἐφεξῆς καὶ συνεχῶς, οὐ μὴν τὸν κατά τόπον, ἀλλὰ τόν κατὰ μεταβολήν. (13) πῦρ μὲν γὰρ εἰς ἓν συνερχόμενον ἀέρα ἀπογεννᾷ, ἀὴρ δὲ ὕδωρ, ὕδωρ δὲ γῆν· ἀπὸ γῆς δὲ ἡ αὐτὴ περίοδος τῆς μεταβολῆς μέχρι πυρός, ὅθεν ἤρξατο μεταβάλλειν. 14 Heracl. frg. 36 (Diels).)

v.6.p.107
φυλαττομένης, ὥσπερ οὐκ εἰκὸς μόνον ἀλλὰ καὶ ἀναγκαῖον, ἐπεὶ τὸ μὲν ἄνισον ἄδικον, τὸ δ’ ἄδικον κακίας ἔγγονον, κακία δ’ ἐξ οἴκου τῆς ἀθανασίας πεφυγάδευται, θεῖον δέ τι διὰ τὸ μέγεθος ὁ κόσμος καὶ οἶκος θεῶν αἰσθητῶν ἀποδέδεικται, τὸ δὴ φάσκειν ὅτι φθείρεται μὴ συνορώντων ἐστὶ φύσεως εἱρμὸν καὶ πραγμάτων συνηρτημένην ἀκολουθίαν.

Προσφιλοτεχνοῦντες δέ τινες τῶν ἀίδιον ὑπολαμβανόντων τὸν κόσμον εἶναι καὶ τοιούτῳ πρὸς κατασκευὴν λόγῳ χρῶνται· φθορᾶς τέτταρας εἶναι τρόπους τοὺς ἀνωτάτω συμβέβηκε, πρόσθεσιν ἀφαίρεσιν μετάθεσιν ἀλλοίωσιν. δυὰς μὲν οὖν προσθέσει μονάδος εἰς τριάδα φθείρεται μηκέτι μένουσα δυάς, τετρὰς δ’ ἀφαιρέσει μονάδος εἰς τριάδα, μεταθέσει δὲ τὸ Ι στοιχεῖον εἰς Η, ὅταν αἱ μὲν ἐγκάρσιοι παράλληλοι πρὸς ὀρθὰς διαναστῶσιν, ἡ δὲ πρὸς ὀρθὰς ἐπεζευγμένη πλαγιασθεῖσα συνάψῃ τὰς παρ’ ἑκάτερα, κατ’ ἀλλοίωσιν δὲ μεταβάλλων οἶνος εἰς ὄξος.

τῶν δὲ κατειλεγμένων τρόπων οὐδεὶς ἐφάπτεται τοῦ κόσμου τὸ παράπαν. ἐπεὶ καὶ τί φῶμεν; προστίθεσθαί τι τῷ κόσμῳ πρὸς ἀναίρεσιν; ἀλλ’ οὐδέν ἐστιν ἐκτός, ὃ μὴ μέρος γέγονεν αὐτοῦ τοῦ ὅλου· περιέχεται γὰρ καὶ κατακρατεῖται. ἀλλ’ ἀφαιρεῖσθαι; πρῶτον μὲν τὸ ἀφαιρεθὲν πάλιν κόσμος ἔσται, τοῦ νῦν βραχύτερος· ἔπειτα δ’ ἀμήχανον ἔξω τι σῶμα τοῦ ὅλου διαρτηθὲν τῆς συμφυίας σκεδασθῆναι.

ἀλλὰ τὰ μέρη μετατίθεσθαι; μενεῖ μὲν οὖν ἐν ὁμοίῳ τοὺς τόπους οὐκ ἐναλλάττοντα· οὐ γὰρ ἐποχήσεταί ποτε οὔτε ὕδατι πᾶσα γῆ οὔθ’ ὕδωρ ἀέρι οὔτε ἀὴρ πυρί, ἀλλὰ [*](2 τὸ δὲ HP 3 θεῖον δέ τι διά τὸ μέγεθος scripsi: θεῖον δέ τι μέγεθος codd.: θεῖον δέ τι τέμενος Bernays, θεῖον δέ τι μέγαρον Buecheler, θεῖος δὲ τὸ μέγεθος coni. Cumonet, θεῖον δέ τι, μᾶλλον δέ μέγας θεὸς coni. Wendl. 4 θεῶν Mang.: codd. τὸ δὴ Bernays: τὸ δὲ codd. φθείρ . . . (spat. —3 litt.) M 8 τρόπους] τόπους M συμβέβηκεν M πρόθεσιν U 9 ἀλοίωσιν H, καὶ ἀλλοίωσιν Ε προθέσει V 11 τό I Cumont: τὸ ζ HPE, τὸ ζῆτα U, τοῦ ζῆτα M εἰς H Cumont: εἰς η HPE, εἰς ἦτα MU καὶ τὸ ἡ L (Turn. in textu) ; οὕτω τὸ ζ στοιχεῖον παρὰ τοῖς ἀρχαίοις ἐτυπώθη mg Η αἱ om. H παράλληλοι HPE: παραλλήλαις M, παραλλήλους U 12. 13 παρ᾿ ἑκάτερον M 13 μεταβάλλον U 15 προστίθεσθαι v (Turn.): προστίθεται MUHP, προστιθέναι E 16 αὐτοῦ τοῦ ὅλου scripsi: αὐτοῦ ὅλου codd. (v) ; αὖ τοῦ ὅλου coni. Mang., αὐτοῦ ὅλον Hernays, αὐγοῦ· ὅλον Cumont; fortasse ὅλου tamquam glossema secludendum καὶ κρατεῖται HP (Turn.) 17 κόσμος πάλιν E cod. a 18 δ’ post ἔπειτα addidi 20 μενεῖ Bernays: μένει codd. ἐναλλάττοντα UE: ἐναλάττοντα MHP 20.21 ἐποχηθήσεται E 21 οὔτε ὕδατι Buecheler: ἔτι ὕδατι codd. πᾶσα ἡ γῆ E οὔτ’ ἀὴρ U, καὶ οὗτος Ε) [*](3. 4 Doxogr. p. 464, 19 (Arius Didynnis) λέγεσθαι δὲ κόσμον καὶ τὸ οἰκητήριον θεῶν καὶ ἀνθοώπων.)

v.6.p.108
τὰ μὲν φύσει βαρέα, γῆ καὶ ὕδωρ, τὸν μέσον ἐφέξει τόπον, γῆς μὲν θεμελίου τρόπον ὑπερειδούσης, ὕδατος δ’ ἐπιπολάζοντος, ἀὴρ δὲ καὶ πῦρ, τὰ φύσει κοῦφα, τὸν ἄνω, πλὴν οὐχ ὁμοίως· ἀὴρ γὰρ πυρὸς ὄχημα γέγονε, τὸ δ’ ἐποχούμενον ἐξ ἀνάγκης ὑπερφέρεται.

καὶ μὴν οὐδὲ κατ’ ἀλλοίωσιν φθείρεσθαι νομιστέον· ἰσοκρατὴς γὰρ ἡ τῶν στοιχείων μεταβολή, τὸ δ’ ἰσοκρατὲς ἀκλινοῦς βεβαιότητος καὶ ἀσαλεύτου μονῆς αἴτιον. ἅτε μήτε πλεονεκτοῦν μήτε πλεονεκτούμενον· ὥσθ’ ἡ ἀντίδοσις καὶ ἡ ἀντέκτισις τῶν δυνάμεων ἀναλογίας ἐξισουμένη κανόσιν ὑγιείας καὶ ἀτελευτήτου σωτηρίας δημιουργός. ἐξ ὧν ἀίδιος ὁ κόσμος ἀποδείκνυται.

Θεόφραστος μέντοι φησὶ τοὺς γένεσιν καὶ φθορὰν τοῦ κόσμου κατηγοροῦντας ὑπὸ τεττάρων ἀπατηθῆναι τῶν μεγίστων, γῆς ἀνωμαλίας, θαλάττης ἀναχωρήσεως, ἑκάστου τῶν τοῦ ὅλου μερῶν διαλύσεως, χερσαίων φθορᾶς κατὰ γένη ζῴων.

κατασκευάζειν δὲ τὸ μὲν πρῶτον οὕτως· εἰ μὴ γενέσεως ἀρχὴν ἔλαβεν ἡ γῆ, μέρος ὑπανεστὸς οὐδὲν ἂν ἔτι αὐτῆς ἑωρᾶτο, χθαμαλὰ δ’ ἤδη τὰ ὄρη πάντα ἐγεγένητο καὶ οἱ γεώλοφοι πάντες ἰσόπεδοι τῇ πεδιάδι· τοσούτων γὰρ καθ’ ἕκαστον ἐνιαυτὸν ὄμβρων ἐξ ἀιδίου φερομένων, εἰκὸς ἦν τῶν διηρμένων πρὸς ὕψος τὰ μὲν χειμάρροις ἀπερρῆχθαι, τὰ δ’ ὑπονοστήσαντα κεχαλάσθαι, πάντα δὲ διὰ πάντων ἤδη λελειάνθαι.

νυνὶ δὲ συνεχεῖς ἀνωμαλίαι καὶ παμπόλλων ὁρῶν αἱ πρὸς αἰθέριον ὕψος ὑπερβολαὶ μηνύματ’ ἐστὶ τοῦ τὴν γῆν μὴ ἀίδιον εἶναι. πάλαι γάρ, ὡς ἔφην, ἐν ἀπείρῳ χρόνῳ ταῖς ἐπομβρίαις ἀπὸ περάτων ἐπὶ πέρατα πᾶς’ ἂν λεωφόρος ἐγεγένητο· πέφυκε γὰρ ἡ ὕδατος φύσις καὶ μάλιστα ἀπὸ ὑψηλοτάτων καταράττουσα τὰ μὲν ἐξωθεῖν [*](1 γῆ Mang : ἐν γῆ codd. ἐφέξει M: ὑφέξει UE, ἀφέξει HP 2 ἐπιπολλάζοντος M 3 τὸν ἄνω Ε: τὸ ἄνω MUHP 4 καὶ μὴν δ’ οὐδὲ U 4. 5 κατ᾿ ἀλοίωσιν Η, κατά ἀλλοίωσιν E 7 ἅτε υήτε Wendl.: ἅτε μὴ codd. πλεονεκτοῦν μήτε om. UE ὥστε E 8 ἀντέκτησις MH τῶν δυναμένων E ἀναλογίας v (Turn.): ἀναλογίαις codd. ὑγείας PE 9 ἀποδείκνυται Ε: ... δείκνυται ἄπο om. in lac.) M, ἐπιδείκνυται UHP 11 γῆς UE: τῆς MHP (Turn.) 12 ἑκάστων E cod. r 13 κατὰ 003E; γένη Cumont coll. 86, 18 κατασκευάζειν Usener (Cumont): κατασκευάζει codd.: κατασκευάζουσι coni. Mang. 14 ὑπανεστὸς UHP: ὑπανεστὼς E, ὑπανέστη M ὑπανεστηκὸς Bevnays) οὐδ’ ἓν U αὐτῆς UE: αὖ M, αὐτὴ H P?) 15 πάντα τὰ ὄρη transp. P 16 τοσοῦτον U ἐνιαυτῶν Μ 17 διῃρημένων M πρὸς ὕψος] εἰς ὕψος UE 19 παμπόλων UE 20 αἰθέριον om. E 22 πᾶσ᾿ ἂν Buecheler: πᾶσα codd. ἐγεγένητο] ἐγένετο Μ 23 καταρράττουσα MP) [*](10 sqq. Doxogr. p. 486, 3 sqq. Zeno frg. 106 (Arnim).)

v.6.p.109
τῇ βίᾳ, τὰ δὲ τῷ συνεχεῖ τῶν ψεκάδων κολάπτουσα κοιλαίνειν ὑπεργάζεσθαί τε τὴν σκληρόγεω καὶ λιθωδεστάτην ὀρυκτήρων οὐκ ἔλαττον.

Καὶ μὴν ἥ γε θάλασσα, φασίν, ἤδη μεμείωται. μάρτυρες δ’ αἱ νήσων εὐδοκιμώταται Ῥόδος τε καὶ Δῆλος· αὗται γὰρ τὸ μὲν παλαιὸν ἠφανισμέναι κατὰ τῆς θαλάττης ἐδεδύκεσαν ἐπικλυζόμεναι, χρόνῳ δ’ ὕστερον ἐλαττουμένης ἠρέμα, κατ’ ὀλίγον ἀνίσχουσαι διεφάνησαν, ὡς αἱ περὶ αὐτῶν ἀναγραφεῖσαι μηνύουσιν ἱστορίαι.