De Aeternitate Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

Ἐπὶ μὲν παντὸς ἀδήλου καὶ σπουδαίου πράγματος θεὸν καλεῖν [*](ΙΙ p. 487 M.) ἄξιον, διότι ἀγαθός ἐστι γεννητὴς καὶ οὐδὲν ἄδηλον παρ’ αὐτῷ τὴν τῶν ὅλων ἀκριβεστάτην ἐπιστήμην εἰληχότι, πρὸς δὲ τὸν ὑπὲρ ἀφθαρσίας τοῦ κόσμου λόγον ἀναγκαιότατον· οὔτε γὰρ ἐν αἰσθητοῖς παντελέστερόν τι τοῦ κόσμου οὔτε ἐν νοητοῖς θεοῦ τελεώτερον, αἰεὶ δ’ αἰσθήσεως ἡγεμὼν νοῦς καὶ νοητὸν αἰσθητοῦ, τὰ δὲ τῶν ὑπηκόων παρ’ ἡγεμόνος τε καὶ ἐπιστάτου νόμος φιλοπευστεῖν, οἷς ἐμπέφυκε πόθος ἀληθείας πλείων.

εἰ μὲν οὖν ἐνασκηθέντες τοῖς φρονήσεως καὶ σωφροσύνης καὶ πάσης ἀρετῆς δόγμασιν ἀπερρυψάμεθα τὰς ἐκ παθῶν καὶ νοσημάτων κηλῖδας, οὐκ ἂν ἴσως ἀπηξίωσεν ὁ θεὸς ἄκρως κεκαθαρμέναις καὶ φαιδρυναμέναις αὐγοειδῶς ψυχαῖς ἐπιστήμην τῶν οὐρανίων ἢ δι’ ὀνειράτων ἢ διὰ χρησμῶν ἢ διὰ σημείων ἢ τεράτων ὑφηγεῖσθαι· ἐπεὶ δὲ τοὺς ἀφροσύνης καὶ ἀδικίας καὶ τῶν ἄλλων κακιῶν ἀναμαξάμενοι [στοχασμοὺς καὶ] τύπους [*](Tit. Φίλωνος ἰουδαίου περὶ ἀφθαρσίας κόσμου UH. τοῦ αὐτοῦ περὶ ἀφθαρσίας κόσμου P, φίλωνος περὶ τῆς τοῦ κόσμου γενέσεως Μ) [*](1. 2 θεὸν καλεῖν ἄξιον HP: ἐγκαλεῖν ἄξιον MU (έγκαλεῖν ἄξιον θεόν Bernays) 2 γεννητὴς] γενετῆς mg Η2Ρ2 (γενέτης v) 5 αἰεὶ MHP: εἰ U 7 νόμος Bernays: πόνος codd.: πόνος vel φθόνος coni. Mang. πλείων v (Turn.): πλέον codd. (cf. de vita cout. § 35) 8 οὖν om. P1 τοῖς M: τῆς UHP πάσης MU: πᾶσιν HP (Turn.) 9 ἀπερρυψάμεθα P (coni. Mang.): ἀπερυψάμεθα U. ἀπερρϊψάμεθα Η (v), ἀπεριψάμεθα M 10 ἴσως om. HP (Turn.) φαιδρυναμέναις MUH2: φαιδρυνομέναις Η1Ρ 10. 11 αὐγοειδῶς Mang.: αὐτοειδῶς codd. 11 ψυχαῖς M: εὐχαῖς UHP (Turn.) χρησμῶν scripsi: χρήσεων codd. 12 δ·ὲ MU: δέ καὶ ΗΡ (v) 13 στοχασμοὺς καὶ seclusi; μολυσμοὺς (pro στοχασμοὺς) Bernays, τὰ ἐγκαύματα vel τἀς εἰκόνας (pro τοὺς στοχασμοὺς) coni. Mang.) [*](1 cf. Plat. Tim. 27 c ὅσοι καὶ κατὰ βραχὺ σωφροσύνης μετέχουσιν. ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ καὶ μεγάλου πράγματος θεὸν ἀεί που καλοῦσιν, ἡμᾶς δέ τοὺς περὶ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας ᾗ γέγονεν ἢ καὶ ἀγεννές ἐστιν . . . ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα ἑπομένως δὲ ἡμίν εἰπεῖν.)

v.6.p.73
δυσεκπλύτους ἔχομεν, ἀγαπᾶν χρή, κἂν εἰκόσι στοχασμοῖς δι’ αὑτῶν μίμημά τι τῆς ἀληθείας ἀνευρίσκωμεν.

Ἄξιον οὖν τοὺς ζητοῦντας εἰ ἄφθαρτος ὁ κόσμος, ἐπειδὴ καὶ „φθορὰ“ καὶ „κόσμος“ τῶν πολλαχῶς λεγομένων ἐστὶν ἑκάτερον, πρῶτον ἐρευνῆσαι περὶ τῶν ὀνομάτων, ἵνα καθ’ ὃ σημαινόμενον νυνὶ [καὶ] τέτακται διαγνῶμεν· ἀλλ’ οὐχ ὅσα δηλοῦται πάντα καταριθμητέον, ἀλλ’ ὅσα πρὸς τὴν παροῦσαν διδασκαλίαν χρήσιμα.

λέγεται τοίνυν ὁ κόσμος καθ’ ἓν μὲν [πρῶτον] σύστημα ἐξ οὐρανοῦ καὶ ἄστρων κατὰ περιοχὴν καὶ γῆς καὶ τῶν ἐπ’ αὐτῆς ζῴων καὶ φυτῶν, καθ’ ἕτερον δὲ μόνος οὐρανός, εἰς ὃν ἀπιδὼν Ἀναξαγόρας πρὸς τὸν πυθόμενον, ἧς ἕνεκα αἰτίας ταλαιπωρεῖται διανυκτερεύων ὕπαιθρος, ἀπεκρίνατο ’τοῦ τὸν κόσμον θεάσασθαι,’ τὰς χορείας καὶ περιφορὰς τῶν ἀστέρων αἰνιττόμενος, κατὰ δὲ τρίτον, ὡς δοκεῖ τοῖς Στωικοῖς, διῆκον ἄχρι τῆς ἐκπυρώσεως, οὐσία τις ἢ διακεκοσμημένη ἢ ἀδιακόσμητος, οὗ τῆς κινήσεώς φασιν εἶναι τὸν [*](1 κἀν MHP: ἄν U (κἀν Bernays Cumont) στοχασμοῖς addidi; κἂν εἰκόνισμα καὶ μίμημά τι coni. Mang. δι’ αὐτῶν Bernays: δι’ αὐτῶν codd. 2 μίμημά τι MHP: μιμήματα U ἀνευρίσκωμεν HP, εὑρίσκωμεν U: ἀνευρίσκειν ἡμᾶς M (Βernays Cumout) 3. 4 ἐπειδὴ—κόσμος om. HP (Turn.) 4 πολλαχῶς MU(P?): πολλαχοῦ Η (v) 5 περὶ τῶν ὀνομάτων M: περὶ om. UHP (v) τῶν νοημάτων Turn. σημαινόμενον Bernays (cf. 74, 2): σημαίνεται codd. τέτακται scripsi: καὶ τέτακται codd. (v) ; κατατέτακται Bernays 6 ἀλλ’ οὐχ MU: καὶ οὐχ HP (v) δηλοῦται Wendl. et ego: δηλοῦνται codd. πάντα addidi 8 πρῶτον seclusi 9 καὶ ante γῆς add. Mang. (cf. 74, 2) 10 πυθόμενον M: πυνθανόμενον UHP (v) 11 ταλαιπωρεῖται διανυκτερεύων Bernays (coll. Thuc. I 134, 2): τὰ πολλά πειρᾶται διανυκτερεύειν codd. τοῦ] τοῦτον U 13 διῆκον Jessen: διήκων codd. (διήκουσα v) 14 οὗ codd.: ἧς v) [*](1 cf. Plat. Tim. 29 c ἀλλ’ ἐὰν ἄρα μηδενός ἧττον παρεχώμεθα εἰκότας (λόγους), ἀγαπᾶν χρή. 7 sqri. cf. Chrysipp. frg. 527 (Arnim) κόσμον δ’ εἶναί φησιν ὁ Χρύσιππος σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων. [Arist.] de mundo 2 κόσμος μὲν οὖν ἐστι σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων. Ocell. Lucan. 17 τὸ δέ γε ὅλον καὶ τό πᾶν ὀνομάζω τόν σύμπαντα κόσμον· . . . σύστημα γάρ ἐστι τῶν ὅλων φύσεων αὐτοτελὲς καὶ τέλειον Diog. La. VII 137 λέγουσι δὲ (Stoici) κόσμον τριχῶς, αὐτόν τε τὸν θεόν τόν ἐκ τῆς πάσης οὐσίας ἰδίως ποιόν . . . (138) καὶ αὐτὴν δέ τὴν διακόσμησιν τῶν ἀστέρων κόσμον εἶναι λέγουσι, καὶ τρίτον τὸ‘ συνεστηκός ἐξ ἀμφοῖν. καὶ ἔστι κόσμος ὁ ἰδίως ποιός τῆς τῶν ὅλων οὐσίας ἤ, ὤς φησι Ποσειδώνιος ἐν τῇ Μετεωρολογικῇ Στοιχειώσει, σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων· Doxogr. p. 464, 18 (Arius Didymus) λέγεσθαι δὲ κόσμον σύστημα ἐξ οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάττης καὶ τῶν έν αὐτοῖς φύσεων 9 sq. Doxogr. p. 337, 13 (Φιλόλαος) τὸ δὲ ὑπό τὴν τοῦ Ὀλύμπου φοράν, ἐν ᾧ τοὺς πέντε πλανήτας μεθ᾿ ἡλίου καὶ σελήνης τετάχθαι, κόσμον (καλεῖ). de Anaxagora cf. Arist. Eth. Eud. I 5 p. 1216a 11. Iamblich. Protr. 9 p. .51, 11 (Pistelli). 14 sq. cf. Doxogr. p. 461. Sext. Emp. Pyrrh. Hypot. III 136. Diog. La. VII 141.)

v.6.p.74
χρόνον διάστημα. νῦν δ’ ἐστὶν ἡ σκέψις περὶ κόσμου τοῦ κατὰ τὸ πρῶτον σημαινόμενον, ὃς ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς ζῴων συνέστηκε.

λέγεται μέντοι καὶ φθορὰ ἥ τε πρὸς τὸ χεῖρον μεταβολὴ [λέγεται δὲ] καὶ ἡ ἐκ τοῦ ὄντος ἀναίρεσις παντελής, ἣν καὶ ἀνύπαρκτον ἀναγκαῖον λέγειν· ὥσπερ γὰρ ἐκ τοῦ μὴ ὄντος οὐδὲν γίνεται, οὐδ’ εἰς τὸ μὴ ὂν φθείρεται·

  • „ἔκ τε γὰρ οὐδάμ’ ἐόντος ἀμήχανόν ἐστι γενέσθαι [τι]
  • καί τ’ ἐὸν ἐξαπολέσθαι ἀνήνυστον καὶ ἄπυστον.“
  • καὶ ὁ τραγικός·
  • „θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων,
  • διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο
  • μορφὴν ἑτέραν ἀπέδειξεν."
  • οὐδέν γε οὕτως ἐστὶν εὔηθες ὡς τὸ ἀπορεῖν,

    εἰ ὁ κόσμος εἰς τὸ μὴ ὂν φθείρεται, ἀλλ’ εἰ δέχεται τὴν ἐκ τῆς διακοσμήσεως μεταβολήν, τὰς ποικίλας μορφὰς στοιχείων τε καὶ συγκριμάτων εἰς μίαν καὶ τὴν αὐτὴν ἰδέαν ἀναλυθεὶς ἢ ὥσπερ ἐν τοῖς θλάσμασι καὶ τοῖς κατάγμασι δεξάμενος παντελῆ σύγχυσιν.

    [*](1 δέ ἐστιν Μ ἡ] ὁ U περὶ κόσμου ΜU: περὶ τοῦ κόσμου HP (v) 2 ζῴων Bernays: ἐξ ὧν codd.; εἷς ὢν coni. Mang. 3 συνέστηκεν M 4 λέγεται δὲ seclusit Diels ἐκ τοῦ ὄντος MU: ἐκ oin. HP (v) 6 φθείρεταί Cumont, φθείρεται ipse conieceram; sed nihil mutandum 7 ἔκ τε Diels: ἐκ τοῦ codd. οὐδάμ’ ἐόντος Diels: οὐδαμῆ ὄντος codd. ἐστι om. M γενέσθαι τι codd., τι seclusit Diels 8 καί τ’ ἐόν Diels: τό τε ὂν codd. ἐξαπολέσθαι U (coni. Diels): ἐξαπολεῖσθαι MHP (v) ἀνήνυστον] ἀνήνυτον Μ; ἀνήκουστον coni. Mang. ἄπυστον Mang.: ἄπαυστον codd.: cf. Parmenid. frg. 8, 21 (Diels) ἄπυστος ὄλεθρος 10 γινομένων codd. (v) 11 κρινόμενον codd. (cf. § 144) δὲ M πρός ἄλλο codd.: πρὸς ἄλλου Nauck, πρὸς ἄλλῳ Bernays 13 οὐδέ (οὐδέν scripsi) γε οὕτως ἐστὶν εὔηθες codd.: οὐδεὶς γοῦν οὕτως ἐστὶν εὐήθης Bernays, οὐδεὶς οὕτως ἐστὶν εὐήθης Cumont ὡς τὸ scripsi: ὥστε MHP (Bernays Cumont), τὸ U (v) 14 τῆς om. H 15 μίαν καὶ MU: μίαν τε καὶ HP (v) 16 ἐν] πάν Η τοῖς ante κατάγμασι om. U)[*](4 ἀνύπαρκτον: cf. Doxogr. p. 462, 13 Ποσειδώνιος δὲ φθοράς καὶ γενέσεις τέτταρας εἶναί φησιν ἐκ τῶν ὄντων εἰς τὰ ὄντα γιγνομένας. τὴν μὲν γάρ ἐκ τῶν οὐκ ὄντων καὶ τὴν εἰς τὰ οὐ·κ ὄντα . . . ἀπέγνωσαν ἀνύπαρκτον οὖσαν. 5 sq. cf. Doxogr. p. 279a 3 (de Anaxagora) ἐδόκει γὰρ αὐτῷ ἀπορώτατον εἶναι, πῶς ἐκ τοῦ μὴ ὄντος δύναταί τι γίνεσθαι ἢ φθείρεσθαι εἰς τὸ μὴ ὄν. 7. 8 Empedocl. frg. 12 Diels; cf. [Arist.] de Melisso 2 p. 975 b 1 . . . ὡς καὶ Ἐμπεδοκλῆς λέγει· ἅπαντα γὰρ κἀκεῖνα ταῦτα ὁμολογήσας, ὅτι ἔκ τε τοῦ μὴ ὄντος ἀμήχανόν ἐστι γενέσθαι, τό τε ὂν ἐξόλλυσθαι ἀνήνυστον καὶ ἄπρηκτον, ἀεὶ γὰρ ἔσεσθαι, ὅπῃ κέ τις αἰὲν ἐρείδῃ. 10—12 Eurip. frg. 839.)
    v.6.p.75

    Τριτταὶ δὲ περὶ τοῦ ζητουμένου γεγόνασι δόξαι, τῶν μὲν ἀίδιον τὸν κόσμον φαμένων, ἀγένητόν τε καὶ ἀνώλεθρον, τῶν δὲ ἐξ ἐναντίας γενητόν τε καὶ φθαρτόν· εἰσὶ δ’ οἳ παρ’ ἑκατέρων ἐκλαβόντες, τὸ μὲν γενητὸν παρὰ τῶν ὑστέρων παρὰ δὲ τῶν προτέρων τὸ ἄφθαρτον, μικτὴν δόξαν ἀπέλιπον, γενητὸν καὶ ἄφθαρτον οἰηθέντες αὐτὸν εἶναι.

    Δημόκριτος μὲν οὖν καὶ Ἐπίκουρος καὶ ὁ πολὺς ὅμιλος τῶν ἀπὸ τῆς Στοᾶς φιλοσόφων γένεσιν καὶ φθορὰν ἀπολείπουσι τοῦ κόσμου, πλὴν οὐχ ὁμοίως· οἱ μὲν γὰρ πολλοὺς κόσμους ὑπογράφουσιν, ὧν τὴν μὲν γένεσιν ἀλληλοτυπίαις καὶ ἐπιπλοκαῖς ἀτόμων ἀνατιθέασι, τὴν δὲ φθορὰν ἀντικοπαῖς καὶ προσράξεσι τῶν γεγονότων· οἱ δὲ Στωικοὶ κόσμον μὲν ἕνα, γενέσεως δ’ αὐτοῦ θεὸν αἴτιον, φθορᾶς δὲ μηκέτι θεόν, ἀλλὰ τὴν ὑπάρχουσαν ἐν τοῖς οὖσι πυρὸς ἀκαμάτου δύναμιν χρόνων μακραῖς περιόδοις ἀναλύουσαν τὰ πάντα εἰς ἑαυτήν, ἐξ ἧς πάλιν ἀναγέννησιν κόσμου συνίστασθαι προμηθείᾳ τοῦ τεχνίτου.

    δύναται δὲ κατὰ τούτους ὁ μέν τις κόσμος ἀίδιος, [*](1 περὶ] παρά HP γεγόνασιν Η 2 ἀγένητον E: ἀγέννητον codd. 3 γενητόν E: γεννητόν codd. δὲ M 4 γενητόν E: γεννητόν codd. παρὰ] ἀπὸ E ὑστέρων UE: ὕστερον MHP (v) προτέρων codd.: πρότερον v ἄφθαρτον] φθαρτὸν H μικτὴν] μικρὴν H, μικρὰν L 5 γενητὸν E: γεννητὸν codd, αὐτὸν εἶναι MUE: εἶναι αὐτόν HP (v) 7 γενέσεις καὶ φθορὰς Turn. τοῦ κόσμου MUE: τόν κόσμον HP (τῶν κόσμων Turn., sed corr. in append.) 10 προσράξεσι] ἀποστάσεσι Turn. (sed corr. in append.) μὲν ἕνα MUE: μὲν om. HP (v) γενέσεως] γενέσθαι M 11 δὲ MP τὸν θεὸν αἴτιον E 12 πυρός ἀκαμάτου] πρὸς ἀκαμάστου U, πρός ἀκαμάτων Ε (Turn. in append.) ἀναλύουσαν MHP: ἀναλέγουσαν UE; ἀναλίσκουσαν coni. Mang. 13 ἀναγέννησιν Ε: ἀναγέννησιν νῦν U, νῦν ἀναγέννησιν M (Cumont), αὖ ἀναγέννησιν HP (v) ; αὗ νέαν γένεσιν coni. Dieis, τιν’ ἀναγέννησιν coni. Buecheler κόσμου συνίστασθαι MPE: συνίστασθαι κόσμου U, κόσμου ἵστασθαι Η (Τurn.) 14 δύναται —ληγούσαις (76, 3) om. Ε) [*](1 incipit E: Τριτταὶ τοίνυν δόξι παρά τοῖς φιλοσόφοις περὶ τούτου γεγόνασι, τῶν μὲν ἀίδιον φαμένων, ἀγένητόν τε καὶ ἀνώλεθρον κτλ. 2 ἀγένητόν τε καὶ ἀνώλεθρον: Parmenid. frg. 8,3 Diels. Plat. Tim. 52a. 5 sqq. Dionys. ap. Euseb. Pr. Ev. XIV 23, 2 (Diels, Fragm. d. Vorsokr. Ι2 360, 30) . . . ταύτας δή φασι τὰς ἀτόμους ὡς ἔτυχεν ἐν τῷ κενῶ φερομένας αὐτομάτως τε συμπιπτούσας ἀλλήλαις διὰ ῥύμην ἄτακτον καὶ συμπλεκομένας διὰ τὸ πολυσχήμονας οὔσας ἀλλήλων ἐπιλαμβάνεσθαι, καὶ οὕτω τόν τε κόσμον καὶ τὰ ἐν αὐτῷ, μᾶλλον δὲ κόσμους ἀπείρους, ἀποτελεῖν. ταύτης δὲ τῆς δόξης Ἐπίκουρος γεγόνασι καὶ Δημόκριτος. 10 sqq. Diog. La. VII 137 . . . λέγουσι δὲ κόσμον τριχῶς· αὐτόν τε τὸν θεὸν τὸν ἐκ τῆς πάσης οὐσίας ἰδίως ποιόν, ὃς δὴ ἄφθαρτός ἐστι καὶ ἀγένητος, δημιουργὸς ὤν τῆς διακοσμήσεως, κατὰ χρόνων ποιὰς περιόδους ἀναλίσκων εἰς ἑαυτόν τὴν ἅπασαν οὐσίαν καὶ πάλιν ἐξ ἑαυτοῦ γεννῶν. 12 πυρὸς ἀκαμάτου: Hom. ΙΙ. Ε 4 al.)

    v.6.p.76
    ὁ δέ τις φθαρτὸς λέγεσθαι, φθαρτὸς μὲν ὁ κατὰ τὴν διακόσμησιν, ἀίδιος δὲ ὁ κατὰ τὴν ἐκπύρωσιν παλιγγενεσίαις καὶ περιόδοις ἀθανατιζόμενος οὐδέποτε ληγούσαις.

    Ἀριστοτέλης δὲ μήποτ’ εὐσεβῶς καὶ ὁσίως ἐνιστάμενος ἀγένητον καὶ ἄφθαρτον ἔφη τὸν κόσμον εἶναι, δεινὴν δὲ ἀθεότητα κατεγίνωσκε τῶν τἀναντία διεξιόντων, οἳ τῶν χειροκμήτων οὐδὲν ᾠήθησαν διαφέρειν τοσοῦτον ὁρατὸν θεόν, ἥλιον καὶ σελήνην καὶ τὸ ἄλλο τῶν πλανήτων καὶ ἀπλανῶν ὡς ἀληθῶς περιέχοντα πάνθειον·

    ἔλεγέ τε, ὡς ἔστιν ἀκούειν, κατακερτομῶν, ὅτι πάλαι μὲν ἐδεδίει περὶ τῆς οἰκίας, μὴ βιαίοις πνεύμασιν ἢ χειμῶσιν ἐξαισίοις ἢ χρόνῳ ἢ ῥᾳθυμίᾳ τῆς ἁρμοττούσης ἐπιμελείας ἀνατραπῇ, νυνὶ δὲ φόβον ἐπικρέμασθαι μείζονα πρὸς τῶν τὸν ἅπαντα κόσμον τῷ λόγῳ καθαιρούντων.

    ἔνιοι δ’ οὐκ Ἀριστοτέλην τῆς δόξης εὑρετὴν λέγουσιν ἀλλὰ τῶν Πυθαγορείων τινάς. ἐγὼ δὲ καὶ Ὀκέλλου συγγράμματι, Λευκανοῦ γένος, ἐπιγραφομένῳ ’Περὶ τῆς τοῦ παντὸς φύσεως’ ἐνέτυχον, ἐν ᾧ ἀγένητόν τε καὶ ἄφθαρτον οὐκ ἀπεφαίνετο μόνον ἀλλὰ καὶ δι’ ἀποδείξεων κατεσκεύαζε τὸν κόσμον εἶναι.

    γενητὸν δὲ καὶ ἄφθαρτόν φασιν ὑπὸ Πλάτωνος ἐν Τιμαίῳ δηλοῦσθαι διὰ τῆς θεοπρεποῦς ἐκκλησίας, ἐν ᾗ λέγεται πρὸς τοὺς νεωτέρους θεοὺς ὑπὸ τοῦ πρεσβυτάτου καὶ ἡγεμόνος· „θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς [*](1 τις post ὁ δέ om. M τὴν διακόσμησιν MU: τ·ὴν om. HP (v) 2 κατὰ τὴν ἐκπύρωσιν M: κατὰ τῆς ἐκπυρώσεως UHP (μετὰ τῆς ἐκπυρώσεως Turn.) 3 μήποτ᾿—ἐνιστάμενος om. Ε μήποτ’ HP, μήποτε U: μηδέποτε M 3. 4 ἐνιστάμενος Bernays: ἐπιστάμενος codd. 4 ἀγένητον ME: ἀγέννητον UHP 5 καταγίνωσκε E χειροτηήτων HP 6 τοσοῦτον ὁρατὸν θεόν] τό τοσοῦτον ἔργον θεοῦ E (Turn. in append.) 6—15 ἥλιον καὶ σελήνην—τὸν κόσμον εἶναι om. E 7 πάνθειον Mang.: πάν θεῖον codd. ἔλεγεν M 8 κατακερτομῶν codd.: καὶ κατακερτομῶν v 9 πνεύμασιν] ῥεύμασιν Bernays 10 ἐπικρέμασθαι Diels: ἐπικρεμάσαι U, ἐπικεκρεμάσθαι ΜΗΡ (v) 11 τῶν om. MU δὲ M 11. 12 ἀριστοτέλην codd.: ᾿Αριστοτέλη v 12 ἀλλὰ codd.: ἀλλὰ καὶ ν πυθαγορείων U, πυθαγορίων Μ 13 συγγράμματι] γράμ(ματι) M (Bernays) ἐπιγραφομένου M περὶ] παρὰ ΗΡ1 14 ἀγένητον M: ἀγέννητον ceteri 15 μόνον V (Turn.): μὲν οὑν codd. ἀποδείξεων MU: ἀποδείξεως HP (Turn.) 16 γενητόν ME: γεννητὸν UHP δὲ] τε M ἐν Τιμαίω in marg. M, om. in textu 17—77, 6 διά τῆς θεοπρεποῦς ἐκκλησίας—ὅτε ἐγίγνεσθε συνεδεῖσθε om. E 18 θεοὶ θεῶν Plato (Turn.): θεὸς θεῶν codd. ὧν Plato (Turn.): om. codd.) [*](3 sqq. Arist. frg. 18 (ed. Rose, Lips. 1886). J. Rernays, Dialoge d. Aristoteles p. 101. 13 Ocell. Luc. I 2 δοκεῖ γάρ μοι τὸ πᾶν ἀνώλεθρον εἶναι καὶ ἀγένητον· ἀεί τε γάρ ἢν καὶ ἔσται. 16 sqq. Plat. Tim. 41a (cf. Rawack, De Platonis Timaeo, Berolini 1888 p. 15 ss.).)

    v.6.p.77
    πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ γε μὴ θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὔκ ἐστε οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε.“

    τινὲς δὲ οἴονται σοφιζόμενοι κατὰ Πλάτωνα γενητὸν λέγεσθαι τὸν κόσμον οὐ τῷ λαβεῖν γενέσεως ἀρχήν, ἀλλὰ τῷ, εἴπερ ἐγίγνετο, μὴ ἂν ἑτέρως ἢ τὸν εἰρημένον συστῆναι τρόπον, ἢ διὰ τὸ ἐν γενέσει καὶ μεταβολῇ τὰ μέρη θεωρεῖσθαι.

    βέλτιον δὲ καὶ ἀληθέστερον ὑπονοεῖν τὸ πρότερον, οὐ μόνον ὅτι διὰ παντὸς τοῦ συγγράμματος πατέρα μὲν καὶ ποιητὴν καὶ δημιουργὸν τὸν θεοπλάστην ἐκεῖνον καλεῖ, ἔργον δὲ καὶ ἔγγονον τουτονὶ τὸν κόσμον, ἀπ’ ἀρχετύπου καὶ νοητοῦ παραδείγματος μίμημα αἰσθητόν, πάνθ’ ὅσα ἐν ἐκείνῳ νοητὰ περιέχοντα αἰσθητὰ ἐν αὑτῷ, τελειοτάτου πρὸς νοῦν τελειότατον ἐκμαγεῖον πρὸς αἴσθησιν,

    ἀλλ’ ὅτι καὶ Ἀριστοτέλης ταῦτα μαρτυρεῖ περὶ Πλάτωνος, διὰ τὴν τῆς φιλοσοφίας αἰδῶ μηδὲν ἂν ψευσάμενος, καὶ διότι πιστότερος οὐδεὶς ὑφηγητῇ γνωρίμου μαρτυρεῖν καὶ μάλιστα τοιούτου, ὃς οὐ πάρεργον ἔθετο παιδείαν ἁψικόρῳ ῥᾳθυμίᾳ, προσυπερβαλεῖν δὲ σπουδάσας τὰς τῶν παλαιῶν εὑρέσεις ἔνια τῶν ἀναγκαιοτάτων εἰς ἕκαστον φιλοσοφίας μέρος καινοτομήσας προσεξεύρετο.

    πατέρα δὲ τοῦ [*](1 ἐμοῦ γε μὴ θέλοντος scripsi (sic etiam Platonis cod. Paris. Α): ἐμοῦ μὴ θέλοντος MHP, ἐμοῦ γε θέλοντος U (Mang.) δὴ δεθέν Plato (Turn.): μὴ δεθὲν codd. 1, 2 πάνλυτον U 2 τό γε] τότε U 3 δι’ ἁ· U Plato): διὸ MHP (v) 3. 4 τὸ πάμπαν] τῶν πάμπαν M 4 73 μὴν] μὲν δὴ Plato λυθήσεσθαι M 5 ἐκείνων MU: ἐκείνω Η, ἐκείνου P 6 ὅτε HP: ὄντες MU συνεδεῖσθε ἑ Plato (Turn.): συνέδησθε HP, συνεδῆσθαι U, συνδέδεσθε M (Beniays) δὲ MUE: δ’ HP 7 γενητὸν ME: γεννητόν UHP τόν ante κόσμον om. U οὐ τό λαβεῖν γενέσεως ἀρχόν M 8 ἢ aute διὰ om. P 12 καλεῖ, ἔργον Bernays: καλλίεργον MUE, φησιν καλλίεργον HP (Turn. Mang.) τουτονὶ] τουτουὶ Bernays καὶ add. Mang., om. codd. 13 ἐν ἐκείνω MU: ἐκείνω HPE (ἐκεῖνο V) 14 αἰσθητὰ om. Η (Turu.) αὑτῷ] ἑαυτῶ P, αὐτῶ ceteri τελειοτάτου UHP: τελειότατον ME πρὸς νοῦν HP: πρός νοῦ MUE (Bernays) τελειότατον] τελειότητα E 15 ταῦτα] ταὐτά coni. Mang. περὶ] παρὰ HP 16 ψευσάμενος om. in lac. M 16—20 καὶ διότι—προσεξεύρετο om. E 17 ὑφηγητῇ Bernays: ὑφηγητὴς codd. (v) γνωρίμων M (Bernays) 18 προσυπερβαλεῖν codd.: προσυπερβάλλειν v 19 ἔνια τῶν] ἑνὶ αὐτῶν U, καὶ ἐνιαυτῶν mg U 20 προσεξεύρατο U) [*](6 cf. Doxogr. p. 485, 17. 15 cf. Arist. de coelo I 10 p. 280a 28. Phys. VIII 1 p. 251 b 17.)

    v.6.p.78
    Πλατωνείου δόγματος ἔνιοι νομίζουσι τὸν ποιητὴν Ἡσίοδον, γενητὸν καὶ ἄφθαρτον. οἰόμενοι τὸν κόσμον ὑπ’ ἐκείνου λέγεσθαι, γενητὸν μέν, ὅτι φησὶν „ἤτοι μὲν πρώτιστα χάος γένετ’, αὐτὰρ ἔπειτα γαῖ’ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί,“

    ἄφθαρτον δέ, ὅτι διάλυσιν καὶ φθορὰν οὐ μεμήνυκεν αὐτοῦ. χάος δὲ ὁ μὲν Ἀριστοτέλης τόπον οἴεται εἶναι, ὅτι τὸ δεξόμενον ἀνάγκη προϋποκεῖσθαι σώματι, τῶν δὲ Στωικῶν ἔνιοι τὸ ὕδωρ παρὰ τὴν χύσιν τοὔνομα πεποιῆσθαι νομίζοντες. ὁποτέρως δ’ ἂν ἔχοι, τὸ γενητὸν εἶναι τὸν

    κόσμον ἐναργέστατα παρ’ Ἡσιόδῳ μεμήνυται. μακροῖς δὲ χρόνοις πρότερον ὁ τῶν Ἰουδαίων νομοθέτης Μωϋσῆς γενητὸν καὶ ἄφθαρτον ἔφη τὸν κόσμον ἐν ἱεραῖς βίβλοις· εἰσὶ δὲ πέντε, ὧν τὴν πρώτην ἐπέγραψε Γένεσιν, ἐν ᾗ ἄρχεται τὸν τρόπον τοῦτον· „Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν [*](1 πλατωνείου MU: πλατωνικοῦ HPE (v) ποιητὴν om. HP (Turn.) γεννητὸν UHP γενητόν τε καὶ Μ (Bernaye Cumont) 2 ἐπ᾿ ἐκείνου Μ γεννητὸν UHP 3 γένετ᾿ Ε: ἐγένετο MUH, γένετο Ρ 4 γαῖ᾿ Ε: γαῖα MUHP εὐρύσθενος U ἕδος] εἶδος Η 5 μεμύνηκεν Η 5.6 δὲ ὁ UΕ: δ’ ὁ ΜΗΡ 7. 8 τῶν δὲ Στωικῶν—ὁποτέρως δ’ ἂν ἕχοι om. E1M 8 τὸ γενητὸν] τὸ τοίνυν γενητὸν Ε γεννητὸν UΗΡ 9 παρ᾿ ῾Ησιόδου Ε μεμύνηται Η 10 τῶν Ἰουδαίων] τοῦ Ἰουδαίων ἔθνους Ε μωυσῆς UΗΡ: Μωσῆς Ε, om. M γεννητὸν UΗΡ ἔφη corr. (ex εἶναι vel ἔγων?) Μ 11 ὧν om. MU (Bernays)) [*](1 Πλατωνείου: cf. schol. Dionys. Thrac. r. 224, 1 Hilg. Φααὶ δέ τινες (Ἅβρων καὶ Φρύνιχος) ὡς οὐ δεῖ λέγειν Πλατωνικὸν βιβλίον, ἀλλὰ Πλατώνειον· Πλατωνικὸν γὰρ βιβλίον λέγεται τὸ περιέχον περὶ Πλάτωνος, ὥσπερ καὶ Φιλιππικοὶ λόγοι λέγονται οἱ περὶ Φιλίππου περιέχοντες καὶ Τυρσηνικαὶ ἱστορίαι αἱ περὶ Τυρσηνῶν περιέχουσαι. 3. 4 Hesiod. Theogon. 116. 117. 5 sqq. Arist. Phys. IV 1 p.208b 29 δόξειε δ’ ἂν καὶ ῾Ησίοδος ὀρθῶς λέγειν ποιήας πρῶτον τὸ χάος· λέγει ὑπάρξαι χώραν τοῖς οὖσι, χάος γένετ᾿, αὐτὰρ ἔπειτα γαῖ᾿ εὐρύστερνος“, ὡς δέον πρῶτον ὑπάρξαι χώραν τοῖς οὖσι, διὰ τὸ νομίζειν, ὥσπερ οἱ πολλοί, πάντα εἶναί που καὶ ἐν τόπῳ. cf. [Arist.] de Melisso 20 p. 976b 15 (συνδοκεῖ) εἶναί τι κενόν, οὐ μέντοι τοῦτό γέ τι σῶμα εἶναι, ἀλλ’ οἷον καὶ ὁ ῾Ησίοδος ἐν τῇ γενέσει πρῶτον τὸ χάος φησὶ γενέσθαι, ὡς δέον χώραν πρῶτον ὑπάρχειν τοῖς οὖσομ. τοιοῦτον δέ τι καὶ τὸ κενόν, οἶον ἀγγεῖόν τι ἀνὰ μέσον εἶναι ζητοῦμεν. Sext. Emp. adv. Mathem. X 11 οἵ τε παλαιοὶ καὶ τὰ ὅλα διακοσμήσαντες ἀρχὴν τῶν πάντων ὑπέθεντο τόπον, κἀντεῦθεν ὁρμηθεὶς ὁ ῾Ησίοδος ἀνεφώνησεν· „ἤτοι—ἀσφαλὲς αἰεί“, χάος λέγων τὸν χωρητικὸν τῶν ὅλων τόπον· μὴ ὑποκειμένου γὰρ τούτου, οὔτε γῆ οὔτε ὕδωρ οὕτε τὰ λοιπὰ τῶν στοιχείων, οὐχ ὁ σύμπας κόσμος ἐδύνατο συστῆναι. Pyrrh. Hypotyp. III 121 . . . ἔτι καὶ τῶν ἀρχαίων ἀκούων λεγόντων „ἤτοι μὲν γὰρ πρῶτα χάος ἐγένετο“. εἶναι γάρ φασι χάος τὸν τόπον ἀπὸ τοῦ χωρητικὸν αὐτὸν εἶναι τῶν ἐν αὐτῷ γινομένων. εἴ γε μὴν ἔστι τι σῶμα, φασίν, ἔστι καὶ ὁ τόπος· ἄνευ γὰρ τούτου οὐκ ἂν εἵη τὸ σῶμα. 7 cf. Cornut. Theol. c. 17 (p. 28, 7 Lang) ἔστι δὲ χάος μὲν τὸ πρὸ τῆς διακοσμήσεως γενόμενον ὑγρόν, ἀπὸ τῆς χύσεως οὕτως ὠνομασμένον. Schol. Apollon. Rh. I 498 καὶ Ζήνων δὲ τὸ παρ᾿ ῾Ησιόδῳ χάος ὕδωρ εἶναί φησιν (Zeno frg. 103. 104 Arnim).)

    v.6.p.79
    καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος“ (Gen. 1,1.2.), εἶτα προελθὼν ἐν τοῖς ἔπειτα μηνύει πάλιν, ὅτι ἡμέραι καὶ νύκτες καὶ ὧραι καὶ ἐνιαυτοὶ σελήνη τε καὶ ἥλιος, οἳ χρόνου μετρήσεως φύσιν ἔδειξαν, μετὰ τοῦ παντὸς οὐρανοῦ μοίρας ἀθανάτου λαχόντες διατελοῦσιν ἄφθαρτοι (cf. Gen. 1,14. 8,22).

    Τοὺς δὲ ἀγένητον καὶ ἄφθαρτον κατασκευάζοντας λόγους ἕνεκα τῆς πρὸς τὸν ὁρατὸν θεὸν αἰδοῦς προτέρους τακτέον οἰκείαν ἀρχὴν λαβόντας. ἅπασι τοῖς φθορὰν ἐνδεχομένοις αἰτίαι διτταὶ τῆς ἀπωλείας, ἡ μὲν ἐντός, ἡ δὲ ἐκτός, προϋπόκεινται· σίδηρον γοῦν καὶ χαλκὸν καὶ τὰς τοιουτοτρόπους οὐσίας εὕροις ἂν ἀφανιζομένας ἐξ ἑαυτῶν μέν, ὅταν ἑρπηνώδους νοσήματος τρόπον ἰὸς ἐπιδραμὼν διαφάγῃ, πρὸς δὲ τῶν ἐκτός, ὅταν ἐμπιπραμένης οἰκίας ἢ πόλεως συναναφλεχθεῖσαι τῇ πυρὸς βιαίῳ ῥιπῇ διαλυθῶσιν· ὁμοιοτρόπως δὲ καὶ ζῴοις ἐπιγίνεται τελευτὴ νοσήσασι μὲν ἐξ ἑαυτῶν, ὑπὸ δὲ τῶν ἐκτὸς σφαττομένοις ἢ καταλευομένοις ἢ ἐμπιπραμένοις ἢ θάνατον οὐ καθαρὸν τὸν δι’ ἀγχόνης ὑπομένουσιν.