De Vita Contemplativa

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

Ἐσσαίων πέρι διαλεχθείς, οἳ τὸν πρακτικὸν ἐζήλωσαν καὶ διεπόνησαν βίον ἐν ἅπασιν ἢ — τὸ γοῦν φορητότερον εἰπεῖν — τοῖς πλείστοις μέρεσι διενεγκόντες, αὐτίκα καὶ περὶ τῶν θεωρίαν ἀσπασαμένων ἀκολουθίᾳ τῆς πραγματείας ἑπόμενος τὰ προσήκοντα λέξω, μηδὲν οἴκοθεν ἕνεκα τοῦ βελτιῶσαι προστιθείς, ὃ δρᾶν ἔθος ἐν σπάνει καλῶν ἐπιτηδευμάτων ἅπασι τοῖς ποιηταῖς καὶ λογογράφοις, ἀλλ’ ἀτεχνῶς αὐτῆς περιεχόμενος τῆς ἀληθείας, πρὸς ἣν οἶδ’ ὅτι καὶ ὁ δεινότατος εἰπεῖν ἀπαγορεύσει. διαθλητέον δὲ ὅμως καὶ διαγωνιστέον· οὐ γὰρ δεῖ τὸ μέγεθος τῆς τῶν ἀνδρῶν ἀρετῆς αἴτιον ἀφωνίας γενέσθαι τοῖς μηδὲν καλὸν ἡσυχάζεσθαι δικαιοῦσιν.

ἡ δὲ προαίρεσις τῶν φιλοσόφων εὐθὺς ἐμφαίνεται διὰ τῆς προσρήσεως· θεραπευταὶ γὰρ καὶ θεραπευτρίδες [*](Tit. Φίλωνος ἱκέται ἣ περὶ ἀρετῶν δ’ C, φίλωνος περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν τὸ δ’ MG, τοῦ αὐτοῦ περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν τὸ δ΄ F, Φίλωνος ἰουδαίου περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῆς τὸ τέταρτον Α, περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν HP (v), περὶ βίου θεωρητικοῦ Arm) [*](1 διαλεχθείς] disputaturus Lat 2 τὸ γοῦν φορητότερον εἰπεῖν] ne mediocrius adseram Lat φορητότερον] ἀφορητότερον CHP Αrm (Conyb.), εὐφορητότερον mg C (Turn.) 3 διενεγκόντων Α 4 τῆς] τῆ F 5 ἐν om. Mang.) [*](6 τοῖς om. Arm 8 δὲ ὅμως] δ’ ὁμοίως Α, οὖν F in ras. 11 διὰ] ἀπὸ A θεραπευτρίδαις P, θεραπευτίδες Α) [*](11 sqq. Euseb. Hist. eccl. II 17, 3 πρῶτόν γέ τοι τὸ μηθὲν πέρα τῆς ἀληθείας οἴκοθεν καὶ ἐξ ἑαυτοῦ προσθήσειν (l. 5), οἷς ἱστορήσειν ἔμελλεν, ἀπισχυρισάμενος (scil. Φίλων) ἐν ᾧ ἐπέγραψεν λόγῳ Περὶ βίου θεωρητικοῦ ἡ ἱκετῶν, θεραπευτὰς αὐτοὺς καὶ τὰς σὺν αὐτοῖς γυναῖκας θεραπευτρίδας ἀποκαλεῖσθαί φησιν, τἀς αἰτίας ἐπειπὼν τῆς τοιάσδε προσρήσεως, ἤτοι παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόντων αὐτοῖς τῶν ἀπό κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας ἀκεῖσθαι καὶ θεραπεύειν ἡ τῆς περὶ τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας τε καὶ θρησκείας ἕνεκα.)

v.6.p.47
ἐτύμως καλοῦνται, ἤτοι παρόσον ἰατρικὴν ἐπαγγέλλονται κρείσσονα τῆς κατὰ πόλεις — ἡ μὲν γὰρ σώματα θεραπεύει μόνον, ἐκείνη δὲ καὶ ψυχὰς νόσοις κεκρατημένας χαλεπαῖς τε καὶ δυσιάτοις, ἃς ἐγκατέσκηψαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ λῦπαι καὶ φόβοι πλεονεξίαι τε καὶ ἀφροσύναι καὶ ἀδικίαι καὶ τὸ τῶν ἄλλων παθῶν καὶ κακιῶν ἀνήνυτον πλῆθος — ἢ παρόσον ἐκ φύσεως καὶ τῶν ἱερῶν νόμων ἐπαιδεύθησαν θεραπεύειν τὸ ὄν, ὃ καὶ ἀγαθοῦ κρεῖττόν ἐστι καὶ ἑνὸς εἰλικρινέστερον καὶ μονάδος ἀρχεγονώτερον. οἷς τίνας συγκρίνειν ἄξιον τῶν ἐπαγγελλομένων εὐσέβειαν;

ἆρά γε τοὺς τὰ στοιχεῖα τιμῶντας, γῆν, ὕδωρ, ἀέρα, πῦρ; οἷς καὶ ἐπωνυμίας ἔθεντο ἑτέρας ἕτεροι, τὸ μὲν πῦρ Ἥφαιστον παρὰ τὴν ἔξαψιν, οἶμαι, καλοῦντες, Ἥραν δὲ τὸν ἀέρα παρὰ τὸ αἴρεσθαι καὶ μετεωρίζεσθαι πρὸς ὕψος, τὸ δὲ ὕδωρ Ποσειδῶνα τάχα που διὰ τὸ ποτόν, τὴν δὲ γῆν Δήμητραν, παρόσον μήτηρ εἶναι δοκεῖ πάντων φυτῶν τε καὶ ζῴων.

ἀλλὰ τὰ μὲν ὀνόματα σοφιστῶν ἐστιν εὑρήματα, τὰ δὲ στοιχεῖα ἄψυχος ὕλη καὶ ἐξ ἑαυτῆς ἀκίνητος, ὑποβεβλημένη τῷ τεχνίτῃ πρὸς ἁπάσας σχημάτων καὶ ποιοτήτων ἰδέας.

ἀλλὰ τοὺς τὰ ἀποτελέσματα, ἥλιον, σελήνην ἢ τοὺς ἄλλους ἀστέρας πλάνητας ἢ ἀπλανεῖς ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον; ἀλλὰ καὶ ταῦτα οὐκ ἐξ ἑαυτῶν γέγονεν, ἀλλ’ ὑπό τινος δημιουργοῦ τελειοτάτου τὴν ἐπιστήμην. ἀλλὰ τοὺς ἡμιθέους;

ἦ τοῦτό γε καὶ χλεύης ἄξιον· πῶς γὰρ ἂν ὁ αὐτὸς ἀθάνατός τε καὶ θνητὸς εἴη; δίχα τοῦ καὶ τὴν ἀρχὴν τῆς τούτων γενέσεως ἐπίληπτον εἶναι, μειρακιώδους ἀκρασίας ἀνάπλεων, ἣν τολμῶσιν οὐκ εὐαγῶς [*](1 κρείττονα Α 2 ἐκείνη δὲ] ἡ δέ M 3 τε om. CF (v) ἅς] αἷς C 3. 4 ἐγκατέσκηψαν scripsi (coni. etiam Wendl.): κατέσκηψαν codd. (v) ; cf. quod det. pot. insid. sol. § 178 4 ἡδοναί τε καὶ Mang. καὶ ante λῦπαι om. HP (Turn.) 5 ἀνήνυτον] ἀνηκέστων A 7 τὸ ὂν ὄντως Arm ἐστὶν C 8 οἷς τίνας] οὓς τίνι vel οὗς τίσιν Arm τινάς ΜΑ 9 ἄρα] οὐκ ἄρα CMAP τολμῶντας Α (τιμ ss. man. rec.) 10 ἕτεροι] ἕτερος A μέν τὸ πῦρ transp. 12 διὰ τό ποτὸν εἶναι Arm 13 δήμητρα G πάντων δοκεῖ εἶναι Arm ζώων τε καὶ φυτῶν Arm 14 ἐστιν om. G εὑρέματα Α 15 αὑτῆς Α ὑποβεβλημένα (sed a in ras.) F 16 τοὺς] τὰς F 17 πλανήτας ἀστέρας transp. Α πλάνητας MH1P: πλανήτας ceteri (v) ἢ ante τὸν om. Turn. 18 καὶ post ἀλλὰ om. M γεγόνασιν corr. ex γέγονας F 19 ὑπό] ἀπό M 20 71 τοῦτο Arm: ἢ τοῦτο codd. (Turn.) ; ἦ om. Mang. ἂν om. F 21 δίχα καὶ τοῦ MGHP ἀνεπίληπτον F 22 ἀκρασίας] ἀκοῆς M, διανοίας HP ἀνάπλεων om. in lac. M εὐαγῶς] εὐλόγως Α) [*](10 sqq. cf. Diod. Sic. I 12. Plut. de Is. et Osir. 32 p. 363 d. Cornut. Theol. c. 3. 4. 19. 28. 16 sq. cf. Diod. I 11. Diog. La. I 10.)

v.6.p.48
προσάπτειν ταῖς μακαρίαις καὶ θείαις δυνάμεσιν, εἰ γυναιξὶ θνηταῖς ἐπιμανέντες ὡμίλησαν οἱ παντὸς πάθους ἀμέτοχοι καὶ τρισευδαίμονες.

ἀλλὰ τοὺς τὰ ξόανα καὶ ἀγάλματα; ὧν αἱ οὐσίαι λίθοι καὶ ξύλα, τὰ μέχρι πρὸ μικροῦ τελείως ἄμορφα, λιθοτόμων καὶ δρυοτόμων τῆς συμφυΐας αὐτὰ διακοψάντων, ὧν τὰ ἀδελφὰ μέρη καὶ συγγενῆ λουτροφόροι γεγόνασι καὶ ποδόνιπτρα καὶ ἄλλα ἄττα τῶν ἀτιμοτέρων, ἃ πρὸς τὰς ἐν σκότῳ χρείας ὑπηρετεῖ μᾶλλον ἢ τὰς ἐν φωτί.

τῶν μὲν γὰρ παρ’ Αἰγυπτίοις οὐδὲ μεμνῆσθαι καλόν, οἳ ζῷα ἄλογα καὶ οὐχ ἥμερα μόνον ἀλλὰ καὶ θηρίων τὰ ἀγριώτατα παραγηόχασιν εἰς θεῶν τιμὰς ἐξ ἑκάστου τῶν κάτω σελήνης, χερσαίων μὲν λέοντα, ἐνύδρων δὲ τὸν ἐγχώριον κροκόδειλον, ἀεροπόρων δὲ ἴκτινον καὶ τὴν Αἰγυπτίαν ἶβιν.

καὶ ταῦτα ὁρῶντες γεννώμενα καὶ τροφῆς χρείαν ἔχοντα καὶ περὶ ἐδωδὴν ἄπληστα καὶ μεστὰ περιττωμάτων ἰοβόλα τε καὶ ἀνθρωποβόρα καὶ νόσοις ἁλωτὰ παντοίαις καὶ οὐ μόνον θανάτῳ τῷ κατὰ φύσιν ἀλλὰ καὶ βιαίῳ πολλάκις διαφθειρόμενα προσκυνοῦσιν, οἱ ἥμεροι τὰ ἀνήμερα καὶ ἀτίθασα καὶ οἱ λογικοὶ τὰ ἄλογα καὶ οἱ συγγένειαν ἔχοντες πρὸς τὸ θεῖον τὰ μηδ’ ἂν Θερσίτῃσι συγκριθέντα, οἱ ἄρχοντες καὶ δεσπόται τὰ ὑπήκοα φύσει καὶ δοῦλα.

Ἀλλ’ οὗτοι μέν, ἐπειδήπερ οὐ τοὺς ὁμοφύλους μόνον ἀλλὰ καὶ τοὺς πλησιάζοντας ἀναπιμπλᾶσι φλυαρίας, ἀθεράπευτοι διατελείτωσαν ὄψιν, τὴν ἀναγκαιοτάτην τῶν αἰσθήσεων, πεπηρωμένοι· λέγω δὲ οὐ τὴν σώματος, ἀλλὰ τὴν ψυχῆς, ᾗ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος μόνῃ γνωρίζεται. [*](1 εἰ corr. in αἳ Η2, οἳ L γυναιξὶν C 2 οἱ ἀμέτοχοι παντὸς πάθους Arm εὑ τρισδαίμονες Α (ευ ss. man. rec.) 3 τοὺς om. CMHP1 Lat post ἀγάλματα add. σέβοντας Α (Mang.) 4 τελέως Α δρυτόμων CA (Mang.) 6 ποδόνιπτα Α ἄλλ’ ἅττα Α 7 ὑπερτερεῖ F ἢ πρὸς τὰς MG 8 ἄλογα ζῷα Arm Lat (Conyb.) ; cf. de decal. § 76 καὶ ante θηρίων om. C 9 παραγειόχασιν C, παραγνώκασιν (ωκ ex οχ corr.) Η ante ἐξ add. καὶ τῶν κατά σελήνην F 10 μὲν om. C κροκώδειλον C1 ἀεροπόρον H 11 ἰκτῆνον F, ἰκτῖνα GA ἴβιν codd. (v) 12 μετὰ περιττωμάτων F, περιττωμάτων μεστὰ HP (v) 13 ἰοβόλα] ἐπίβουλα coni. Mang. μόνω CM 14 τῴ om. F βιαίῳ CA Arm: βιαίως ceteri (Turn.) 15 ἀνήμερα καὶ om. C ἀτίθασσα CMA (v) 16 θερσίτησι C1 Arm: θηρσί τισι ceteri (v), monstris Lat 17 καὶ δοῦλα φύσει Arm, καὶ δοῦλα om. H 19 πλησιάζοντας αὑτοῖς Conybeare ex Arm Lat φλυαρίας om. Α ἀθεράπευτοι M Arm Lat: αὐτοὶ ἀθεράπευτοι FGHP (v), αὐτῆς, ἀθεράπευτοι CA διαλειπέτωσαν F 20. 21 τὴν τοῦ σώματος M (Mang.), τοῦ σώματος P 21 τὴν τῆς ψυχῆς M (Mang.), τῆς ψυχῆς FP τὸ ante ψεῦδος om. v μόνῃ om. M Arm (Conyb.)) [*](7 sqq. Aristid. Apolog. p. 107 ed. Harris (Texts and Studies I) Αἰγύπτιοι δέ . . . ἔτι καὶ ἄλογα ζῷα παρεισήγαγον θεοὺς εἶναι χερσαῖά τε καὶ ἔνυδρα καὶ τὰ φυτά καὶ βλαστά.)

v.6.p.49

τὸ δὲ θεραπευτικὸν γένος βλέπειν ἀεὶ προδιδασκόμενον τῆς τοῦ ὄντος θέας ἐφιέσθω καὶ τὸν αἰσθητὸν ἥλιον ὑπερβαινέτω καὶ μηδέποτε τὴν τάξιν ταύτην λειπέτω πρὸς τελείαν ἄγουσαν εὐδαιμονίαν.

οἱ δὲ ἐπὶ θεραπείαν ἰόντες οὔτε ἐξ ἔθους οὔτε ἐκ παραινέσεως ἢ παρακλήσεώς τινων, ἀλλ’ ὑπ’ ἔρωτος ἁρπασθέντες οὐρανίου, καθάπερ οἱ βακχευόμενοι καὶ κορυβαντιῶντες ἐνθουσιάζουσι, μέχρις ἂν τὸ ποθούμενον ἴδωσιν.

εἶτα διὰ τὸν τῆς ἀθανάτου καὶ μακαρίας ζωῆς ἵμερον τετελευτηκέναι νομίζοντες ἤδη τὸν θνητὸν βίον ἀπολείπουσι τὰς οὐσίας υἱοῖς ἢ θυγατράσιν εἴτε καὶ ἄλλοις συγγενέσιν, ἑκουσίῳ γνώμῃ προκληρονομούμενοι, οἷς δὲ μὴ συγγενεῖς εἰσιν, ἑταίροις καὶ φίλοις· ἔδει γὰρ τοὺς τὸν βλέποντα πλοῦτον ἐξ ἑτοίμου λαβόντας τὸν τυφλὸν παραχωρῆσαι τοῖς ἔτι τὰς διανοίας τυφλώττουσιν.

Ἀναξαγόραν καὶ Δημόκριτον Ἕλληνες ᾄδουσιν, ὅτι φιλοσοφίας ἱμέρῳ πληχθέντες μηλοβότους εἴασαν γενέσθαι τὰς οὐσίας· ἄγαμαι τοὺς ἄνδρας καὶ αὐτὸς γενομένους χρημάτων κρείττονας. ἀλλὰ πόσῳ βελτίονες οἱ μὴ θρέμμασιν ἐμβόσκεσθαι τὰς κτήσεις ἀνέντες, ἀλλὰ τὰς ἀνθρώπων ἐνδείας, συγγενῶν ἢ φίλων, ἐπανορθωσάμενοι καὶ ἐξ ἀπόρων εὐπόρους ἀποφήναντες; ἐκεῖνο μὲν γὰρ ἀπερίσκεπτον — ἵνα μὴ μανιῶδες ἐπ’ ἀνδρῶν, οὓς ἡ Ἑλλὰς ἐθαύμασεν, εἴπω τὸ ἔργον —, τοῦτο δὲ νηφάλιον καὶ μετὰ φρονήσεως ἠκριβωμένον περιττῆς.

οἱ πολέμιοι [*](1 τό θεραπευτικὸν δὲ Η προδιδασκόμενον Conybeare (p. 200): προσδιδασκόμενον codd. (v) 2 ἀφιέσθω M αἰσθητὸν] νοητὸν Arm 3 δ’ AH 4 οὔτ’ (bis) FA οὔτε ἐκ] ἢ C παραινέσεως ἢ παρακλήσεως CFGA Lat: παρακλήσεως ἢ παραινέσεων M (Mang.), παραινέσεως ἢ om. HP (Turn.), ἢ παρακλήσεως om. Arm 5 ἀναρπασθέντες Α 6 μέχρι C 7 καὶ μακαρίας om. Arm ἵμερον ex ἥμερον corr. F2 8 ἤδη om. Arm 8. 9 οἱοῖς—ἄλλοις om. Arm 9 προκληρονομούμενοι Arm, praehereditati Lat: προσκληρονομούμενοι codd. (v) ῶν ῶν 10 μὴ] μηδὲ Α 11 τὸν τυφλόν M 12 Ἕλληνες om. M 13 ἱμέρω φιλοσοφίας transp. Α πλησθέντες Α μηλοβότας Α 14 αὐτὸς MA Arm (Mang. Conyb.): αὐτοὺς ceteri Lat γινομένους Α κρείττους C (v) 15 βελτίονες] κρείττονες HP 16 ἀνθρώπων] ἀνθρωπίνας M 17 μὴ] μὴ μόνον HP (v) 18 ἡ ἑλλὰς οὓς transp. Α ἡ om. F 19 νηφάλιόν τε καὶ M μετὰ om. M περιττῆς] περὶ(??) ἧς C, περὶ ἧς G, γρ. περὶ ἧς P, περιττῆς. περὶ ἧς M) [*](8 Euseb. Hist. eccl. II 17, 5 ὅμως δ’ οὖν ἐν πρώτοις τὴν ἀπόταξιν αὐτοῖς τῆς οὐσίας μαρτυρεῖ, φάσκων ἀρχομένους φιλοσοφεῖν ἐξίστασθαι τοῖς προσήκουσι τῶν ὑπαρχόντων. 12 cf. Philo de provid. II § 12. 13. Plat. Hipp. mai. 283a. Plut. Pericl. 16. de vitando aere alieno 8 p. 831 f. Cic. Tusc. V 114. Diog. La. II 6. Suid. Ἀναξαγόρας. de Democrito: Cic. de fin. V 87. Hor. Epist. I 12. 12. Lactant. Inst. div. III 23. Orig. c. Cels. II 84.)

v.6.p.50
τί πλέον δρῶσιν ἢ κείρουσι καὶ δενδροτομοῦσι τὴν τῶν ἀντιπάλων χώραν, ἵνα σπάνει τῶν ἀναγκαίων πιεσθέντες ἐνδῶσι; τοῦτο οἱ περὶ Δημόκριτον τοῖς ἀφ’ αἵματος εἰργάσαντο χειροποίητον ἔνδειαν καὶ πενίαν αὐτοῖς κατασκευάσαντες, οὐκ ἐξ ἐπιβουλῆς ἴσως, ἀλλὰ τῷ μὴ προϊδέσθαι καὶ περιαθρῆσαι τὸ τοῖς ἄλλοις συμφέρον.

πόσῳ δὴ κρείττους οὗτοι καὶ θαυμασιώτεροι, χρησάμενοι μὲν οὐκ ἐλάττοσι ταῖς πρὸς φιλοσοφίαν ὁρμαῖς, μεγαλόνοιαν δὲ ὀλιγωρίας προτιμήσαντες καὶ χαρισάμενοι τὰς οὐσίας, ἀλλὰ μὴ διαφθείραντες, ἵνα καὶ ἑτέρους καὶ ἑαυτοὺς ὠφελήσωσι, τοὺς μὲν ἐν ἀφθόνοις περιουσίαις, ἑαυτοὺς δὲ ἐν τῷ φιλοσοφεῖν; αἱ γὰρ χρημάτων καὶ κτημάτων ἐπιμέλειαι τοὺς χρόνους ἀναλίσκουσι· χρόνου δὲ φείδεσθαι καλόν, ἐπειδὴ κατὰ τὸν ἰατρὸν Ἱπποκράτην „ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή.“

τοῦτό μοι δοκεῖ καὶ Ὅμηρος αἰνίξασθαι ἐν Ἰλιάδι κατὰ τὴν ἀρχὴν τῆς τρισκαιδεκάτης ῥαψῳδίας διὰ τούτων τῶν ἐπῶν·

  • „Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν,
  • γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων,“
  • ὡς τῆς μὲν περὶ βίον σπουδῆς καὶ χρηματισμὸν ἀδικίαν γεννώσης διὰ τὸ ἄνισον, δικαιοσύνην δὲ τῆς ἐναντίας προαιρέσεως ἕνεκα ἰσότητος, καθ’ ἣν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ παρευημερεῖ τὸν ἐν ταῖς κεναῖς δόξαις. [*](1 τί πλέον om. M δρῶσιν] ποιοῦσιν Α ἢ κείρουσι om. in lac. M κείρουσι] καίουσι A 2 ἐνδῶσιν C 3 ἑαυτοῖς F 4 μὴ om. F προίεσθαι Α 5 δὴ] δ’ ἂν A οὗτοι κρείττους transp. A 6 ταῖς] τοῖς Η φιλοσοφίαν] φαντασίαν CG mg F, φιλοσοφίαν mg C2 ὁρμαῖς] ὁρῶσι H 8 τοὺς Arm Lat (Conyb.): καὶ τοὺς codd. (v) 9 ἐν τῷ om. C 10 ἐπιμέλειαι] ἐπιθυμίαι Max. χρόνους] χρωμένους ΗΡ1 Arm (Conyb.) 11 ἰατρὸν om. Arm 12 αἰνίξεσθαι HP, αἰνίττεσθαι Α 13 κατ’ ἀρχὴν F ιγ΄ M διά] καὶ Η 15 τὲ M, τ’ om F ἀγαυῶν] ἀγανῶν C, ἀγαθῶν HP 16 γαλακτοφάγων MAHP, γλαγοφάγων G τ’ ἀβίων τε C ante δικαιοτάτων add. καὶ MH τ’ ἀνθρώπων F 17 περὶ om. F1, ss. F2 περὶ τὸν βίον Α καὶ ἀδικίαν Α, καὶ ss. Ρ2 διὰ] καὶ Α 18 δικαιοσύνης F ante τῆς add. διά MFHP, spat. 2 litt. G 19 τῆς om. F ὥριστο Α τὸν] τῶν MFH1P) [*](9—11 DK fol, 240r Φίλωνος ἐκ τοῦ περὶ βίου θεωρητικοῦ Maxim. Ecl. cap. 12 Flor. nr. 20 Φίλωνος: αἱ (ἐκ add. Max.) χρημάτων καὶ κτημάτων ἐπιμέλειαι (ἐπιθυμίαι Flor. Paris.) τοὺς χρόνους ἀναλίσκουσι· χρόνου δὲ φείδεσθαι καλόν. DR fol. 193r DV p. 563 Φίλωνος: χρόνου φείδεσθαι καλόν DM foL 215v Φίλωνος: χρόνον φοβεῖσθαι καλόν.) [*](10—12 Clem. Alex. Strom. V 4, 22 p. 658 P. . . . οἷον ἀμέλει τὸ „χρόνου ἤτοι ἐπεὶ 6 βίος βραχὺς καὶ οὐ δεῖ τὸν χρόνον τοῦτον εἰς μάτην καταναλῶσαι. 11 Hippocr. Aphor. I 1. 15 Hom. II. N 5. 6.)
    v.6.p.51
    ὅταν οὖν ἐκστῶσι τῶν οὐσιῶν,

    ὑπ’ οὐδενὸς ἔτι δελεαζόμενοι φεύγουσιν ἀμεταστρεπτὶ καταλιπόντες ἀδελφούς, τέκνα, γυναῖκας, γονεῖς, πολυανθρώπους συγγενείας, φιλικὰς ἑταιρείας, τὰς πατρίδας, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν, ἐπειδὴ τὸ σύνηθες ὁλκὸν καὶ δελεάσαι δυνατώτατον.

    μετοικίζονται δὲ οὐκ εἰς ἑτέραν πόλιν, ὥσπερ οἱ πρᾶσιν αἰτούμενοι παρὰ τῶν κεκτημένων ἀτυχεῖς ἢ κακόδουλοι δεσποτῶν ὑπαλλαγήν, οὐκ ἐλευθερίαν, αὑτοῖς ἐκπορίζοντες — πᾶσα γὰρ πόλις, καὶ ἡ εὐνομωτάτη, γέμει θορύβων καὶ ταραχῶν ἀμυθήτων, ἃς οὐκ ἂν ὑπομείναι τις ἅπαξ ὑπὸ σοφίας ἀχθείς —,

    ἀλλὰ τειχῶν ἔξω ποιοῦνται τὰς διατριβὰς ἐν κήποις ἢ μοναγρίαις ἐρημίαν μεταδιώκοντες, οὐ διά τινα ὠμὴν ἐπιτετηδευμένην μισανθρωπίαν, ἀλλὰ τὰς ἐκ τῶν ἀνομοίων τὸ ἦθος ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εἰδότες.