De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
τούτους δ’ οὐ μόνον τὴν ἐν πολέμῳ νίκην ἀναιμωτὶ βεβαίως ἕξειν, ἀλλὰ καὶ κράτος ἀρχῆς ἀνανταγώνιστον ἐπ’ ὠφελείᾳ τῶν ὑπηκόων, ἣ γένοιτ’ ἂν δι’ εὔνοιαν ἢ φόβον ἢ αἰδῶ. τρία γὰρ ἐπιτηδεύουσι τὰ μέγιστα καὶ συντείνοντα πρὸς ἡγεμονίαν ἀκαθαίρετον, σεμνότητα καὶ δεινότητα καὶ εὐεργεσίαν, ἐξ ὧν ἀποτελεῖται τὰ λεχθέντα· τὸ μὲν γὰρ σεμνὸν αἰδῶ κατασκευάζει, τὸ δὲ δεινὸν φόβον, τὸ δὲ εὐεργετικὸν εὔνοιαν, ἅπερ ἀνακραθέντα καὶ ἁρμοσθέντα ἐν ψυχῇ καταπειθεῖς ἄρχουσιν ὑπηκόους ἀπεργάζεται.
Ταῦτα μὲν δὴ πρῶτά φησι συμβήσεσθαι τοῖς ἑπομένοις θεῷ καὶ περιεχομένοις ἀεὶ καὶ πανταχοῦ τῶν προσταγμάτων αὐτοῦ καὶ ἑκάστῳ τῶν τοῦ βίου μερῶν ταῦτα ἐφαρμόττουσιν, ὡς μηδὲν νόσῳ πλαζόμενον ἐκδιαιτᾶσθαι· δεύτερον δὲ πλοῦτον, ὃς κατὰ τὸ ἀναγκαῖον εἰρήνῃ καὶ ἀρχῇ ἕπεται.
πλοῦτος δὲ ὁ μὲν τῆς φύσεως εὐτελής ἐστι τροφὴ καὶ σκέπη· τροφὴ μὲν οὖν ἄρτος καὶ ναματιαῖον ὕδωρ, ὃ πανταχοῦ τῆς οἰκουμένης ἀνακέχυται· σκέπης δὲ διττὸν εἶδος, τὸ μὲν ἀμπεχόνη, τὸ δὲ οἰκία, διὰ τὰς ἀπὸ κρυμοῦ καὶ θάλπους παρακολουθούσας ζημίας· ὧν ἑκάτερον, εἴ τις ἐθελήσειε τὴν περίεργον καὶ περιττὴν ἀφελεῖν πολυτέλειαν, εὐποριστότατον.
οἳ δ’ ἂν ζηλώσωσι τὸν λεχθέντα πλοῦτον ἀσπασάμενοι τὰ φύσεως δῶρα, μὴ τὰ τῆς κενῆς δόξης, ὀλιγοδεΐαν καὶ ἐγκράτειαν ἀσκήσαντες, ἕξουσι κατὰ πολλὴν περιουσίαν καὶ τὸν τῆς ἁβροδιαίτου τροφῆς πλοῦτον οὐκ ἐπιτηδεύσαντες· ἐπιπηδήσει γὰρ ὡς [*](1 τῶν ἀνθρώπων F: τῶν οm. AHP (v) 1.2 ἐπ’ αἰσχίστω ὀλέθρω transp. F 2 τούτους scripsi: τοῦτο codd. (τοῦτον v) 3.4 ἀνταγώνιστον Α 4 ἡ ἂν FA: οἳ γένοιντ᾿ ἂν ΗΡ (v) 6 δειλότητα F 8 δειλὸν FH2 δὲ F: δ’ AHP 9 ἐν τῆ Ψυχῆ Α 10 φησι om. Α 11 πανταχῆ HP 12 ἑκάστω F: ἐφ’ ἑκάστω HP, ἀφ’ ἑκάστου Α; ἀφ’ ἑκάστων v ταῦτ’ F μηδὲν scripsi: μηδένα codd. (v) νόσῳ] νόῳ (sic) coni. Mang. 13 πλαζόμενον codd. (Mang.): πλαζομένου Turn. 14 ἕπεται] παρέπεται conicio δ’ F 15 πανταχοῦ scripsi (sic etiam Wendl.): ἁ πανταχοῦ (sic) FH, ἁπανταχοῦ P, a πανταχοῦ A(v) 16 σκέπη Η 17 δὲ F: δ’ AHP κρυμοῦ] κρύους F 18 ἑκάτερον F: ἑκάτερα HP, ἑκατέρας Α ἐκατέρα v) θελήσειε F ἀφαιρεῖν Α 18. 19 πολυτέλειαν] τὸν λεχθέντα πλοῦτον Α 19 εὐποριστότατον ἕξει A τὸν λεχθέντα πλοῦτον F: τὰ λεχθέντα AHP (v) 20 τῆς om. Α ὀλιγόδειαν codd.: ὀλιγόδειαν v 21 περιουσίαν] τὴν ἐξουσίαν A 22 ἐπιπηδήσει A: ἐπιτηδεύσει FHP; ἐπελεύσεται v (Turn.)) [*](1 Ex. 23,28. Deut. 7,20. 14 sqq. cf. Wendland Beitr. z. Gesch. d. griech. Philos u. Religion p. 9. 15 sq.)