De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ἐὰν γὰρ οἷα τὰ βουλεύματα τοιοῦτοι οἱ λόγοι καὶ οἷα τὰ λεγόμενα τοιαίδε αἱ πράξεις ὦσι, καὶ ταῦτα ἀλλήλοις ἀντακολουθῇ δεθέντα ἁρμονίας ἀλύτοις δεσμοῖς, εὐδαιμονία κρατεῖ, τουτέστιν ἡ ἀψευδεστάτη σοφία καὶ φρόνησις, σοφία μὲν [γὰρ] πρὸς θεραπείαν θεοῦ, φρόνησις δὲ πρὸς ἀνθρωπίνου βίου διοίκησιν.
ἄχρι μὲν οὖν λέγεται μόνον τὰ τῶν νόμων παραγγέλματα, βραχείας ἢ οὐδεμιᾶς ἀποδοχῆς τυγχάνει· προσγενομένων δ’ ἀκολούθων καὶ ἑπομένων ἔργων ἐν τοῖς τοῦ βίου πᾶσιν ἐπιτηδεύμασιν, ὥσπερ ἐκ ζόφου βαθέος εἰς φῶς ἀναχθέντα περιλαμφθήσεται δι’ εὐκλείας καὶ εὐφημίας.
τίς γὰρ οὐκ ἂν εἴποι καὶ τῶν φύσει βασκάνων, ὅτι σοφὸν ἄρα γένος καὶ ἐπιστημονικώτατον μόνον τοῦτ’ ἐστίν, ᾧ τὰς θείας παραινέσεις ἐξεγένετο μὴ κενὰς καὶ ἐρήμους ἀπολιπεῖν τῶν οἰκείων πράξεων, ἀλλὰ πληρῶσαι τοὺς λόγους ἔργοις ἐπαινετοῖς;
τοῦτο τὸ γένος οὐ μακρὰν ἀπῴκισται θεοῦ, φαντασιούμενον ἀεὶ τὰ αἰθέρια κάλλη καὶ ποδηγετούμενον ὑπ’ ἔρωτος οὐρανίου, ὡς, κἂν εἰ πύθοιτό τις, ποῖον ἔθνος μέγα, προσφυῶς ἄν τινας ἀποκρίνασθαι· ᾧ ὁ θεός ἐστιν ἐπήκοος ἱεροπρεπεστάτων εὐχῶν καὶ ταῖς ἀπὸ καθαροῦ τοῦ συνειδότος κατακλήσεσι συνεγγίζων.
[*](2 πρώτην FAP: πρὸς τὴν Η (Turn.) 3. 4 προστάξεις] πράξεις Α 4 τἀγαθὸν F θαλάττης F: θαλάσσης AHP (v) 5 οὐδὲ HP 6 ἐνθένδε F: ἐντεῦθεν AHP (v) οὐρανὸν F: οὐρανοὺς AHP (v) 8 ἐγγύτατα L ἐγγύτατον Turn.) τῶν codd.: τοῖς Mang. ἐνιδρυμένων Α 9 τροπικώτερον F: om. AHP (v) 10 λεγόμενα] βουλεύματα Α τοιαίδε HP: τοιαίδε καὶ Α, τοιαῦται F 11 ἁρμονίας] ἐναρμονίως Α 13 σοφία F: σοφίαν AHP γὰρ seclusi φρόνησις F: φρόνησιν AHP δὲ om. P 14 ἀνθρώπου ’P νόμων] νοημάτων P 15 ἢ] δὲ A προσγινομένων Α 19 ἐπιστημονικώτερον Α 21 post πληρῶσαι add. καὶ A 24 τινας ἐποκρίνασθαι FA: τιν’ ἀνταποκρίνασθαι HP (v) ἐπήκοος v (Turn.): ὑπήκοος codd. 25 τοῦ καθαροῦ transp. Α)[*](2 sqq. Deut. 11—14. 19 cf. Dent. 4,6. 23—26 Deut. 4,7.)Ἐπεὶ δ’ ἐχθρῶν διττὸν εἶδος, τὸ μὲν ἀνθρώπων ἐκ πλεονεξίας ἐπιτηδεύσει γεγονός, τὸ δὲ θηρίων ἄνευ ἐπιτηδεύσεως ἀλλοτριότητι χρώμενον φυσικῇ, περὶ ἑκατέρου λεκτέον ἐν μέρει, καὶ πρότερόν γε τοῦ κατὰ τοὺς φύσει πολεμίους θῆρας· οὗτοι γὰρ οὐ μιᾶς πόλεως ἢ ἔθνους ἑνός, ἀλλὰ τοῦ σύμπαντος ἀνθρώπων γένους δυσμενεῖς εἰσιν, οὐ πρὸς ὡρισμένου χρόνου μῆκος, ἀλλὰ τὸν ἀόριστον καὶ ἀπερίγραφον αἰῶνα.
τούτων οἱ μὲν ὡς δεσπότην ἄνθρωπον δεδιότες ὑποπτήσσουσιν ἐγκότῳ μίσει, οἱ δὲ τολμηταὶ καὶ θρασύτεροι προεπιχειροῦσι καιροφυλακοῦντες, εἰ μὲν ἀσθενέστεροι τυγχάνουσιν, ἐξ ἐνέδρας, εἰ δὲ δυνατώτεροι, φανερῶς.
ἄσπονδος γὰρ καὶ ἀκήρυκτος εἷς πόλεμος οὗτος, ὡς λύκοις πρὸς ἄρνας, καὶ πᾶσι θηρίοις πρὸς πάντας ἀνθρώπους, ἐνύδροις τε καὶ χερσαίοις· ὃν θνητὸς μὲν οὐδεὶς δυνατὸς καθαιρεῖν, ὁ δ’ ἀγένητος μόνος καθαιρεῖ, ὅταν κρίνῃ τινὰς σωτηρίας ἀξίους, εἰρηνικοὺς μὲν τὸ ἦθος, ὁμοφροσύνην δὲ καὶ κοινωνίαν ἀσπαζομένους, οἷς φθόνος ἢ συνόλως οὐκ ἐνῴκησεν ἢ τάχιστα μετανέστη τὰ ἴδια προφέρειν εἰς μέσον ἀγαθὰ διεγνωκόσιν εἰς κοινὴν μετουσίαν καὶ ἀπόλαυσιν.
εἰ γὰρ ἐπιλάμψειέ ποτε τῷ βίῳ τὸ ἀγαθὸν τοῦτο καὶ δυνηθείημεν τὸν καιρὸν ἰδεῖν ἐκεῖνον, ἐν ᾧ χειροήθη ποτὲ γενήσεται τὰ ἀτίθασα. πολὺ δὲ πρότερον τὰ ἐν τῇ ψυχῇ θηρία τιθασευθήσεται, οὗ μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν· ἢ οὐχὶ εὔηθες ὑπολαμβάνειν, ὅτι τὰς ἀπὸ τῶν ἐκτὸς θηρίων βλάβας ἐκφευξόμεθα τὰ ἐν αὑτοῖς εἰς δεινὴν ἀγριότητα ἀεὶ συγκροτοῦντες; ὅθεν οὐκ ἀπελπιστέον, ὅτι ἐξημερωθέντων τῶν κατὰ διάνοιαν καὶ τὰ ζῷα ἡμερωθήσεται.
[*](2 γεγονός FAP: γένος H (Turn.) 3 προτέρου F γε om. Α 4 τοῦ FAH1P (Mang.): τὸ Η2 (v) οὐδεμιᾶς Α 5 ἑνός F: om. AHP (v) δυσμενεῖς πολέμιοι coni. Mang. 6 πρὸς ὡρισμένου A (Mang.): πρὸς ὡρισμένον FH2 (Turn.), προωρισμένον H1P 8 θρασύτεροι] πραΰτεροι Α προσεπιχειροῦσι Α 9 μὲν FA: μέν οὖν HP (v) τυγχάνουσιν F: τυγχάνοιεν AHP (v) alt. εἰ] οἱ P 12 οὐδεὶς μέν θνητὸς transp. Α δυνατὸς F: δύναται HP (v), om. Α καθαιρεῖν Η2: καθαίρειν F, καθαίρει AH1P ἀγέννητος codd. (v) 13 καθαιρεῖ H2: καθαίρει FAH1P μέν om F 14 ὁμοφροσύνην] ὁμοφρονικοὺς F 14. 15 οὐκ ἐνῴκησεν F: οὐ συνῴκησεν AHP (v) 15 προσφέρειν AP ἀγαθὰ εἰς transp. F 16 εἰς—ἀπόλαυσιν om. F εἰ γὰρ] εἴθε γὰρ coni. Mang. 17 τἀγαθὸν F 18 pr. τὰ om. L (Turn.) ἀτίθασα HP: ἀτίθασσα FA (v) πολὺ δέ scripsi: πολύ γε ΑΗ (v), πολὺ γὰρ FP 19 τιθασευθήσεται HP: τιθασσευθήσεται FA (v) εὑρεῖν F: οὐδέν HP (Turn.), εὑρεῖν οὐδέν Α (Mang.) 20 εὔηθες] ᾠήθης Α ἀπὸ Α: ὑπὸ FHPD (v) φευξόμεθα Α 21 τά δ’ AH2 αὐτοῖς codd. συγκροτοῦντες ἐσόμεθα Α 22 τὰ ἔξω vel ἐκτὸς ζῷα coni. Maug.)[*](20.21 DR fol. 229r Φίλωνος: εὔηθες—ἀγριότητα πρὸς ἀλλήλους συγκινοῦντες.)τότε μοι δοκοῦσιν ἄρκτοι καὶ λέοντες καὶ παρδάλεις καὶ τὰ παρ’ Ἰνδοῖς, ἐλέφαντές τε καὶ τίγρεις, καὶ ὅσα ἄλλα τὰς ἀλκὰς καὶ τὰς δυνάμεις ἀήττητα μεταβαλεῖν ἐκ τοῦ μονωτικοῦ τε καὶ μονοτρόπου πρὸς τὸ σύννομον· κἀκ τοῦ πρὸς ὀλίγον μιμήσει τῶν ἀγελαίων ἡμερωθήσεται πρὸς τὴν ἀνθρώπου φαντασίαν, μηκέτι ὡς πρότερον ἀνερεθισθέντα, καταπλαγέντα δ’ ὡς ἄρχοντα καὶ φύσει δεσπότην εὐλαβῶς ἕξει, ἔνια δὲ καὶ τοῦ χειροήθους ἅμα καὶ φιλοδεσπότου τῇ παραζηλώσει, καθάπερ τὰ Μελιταῖα τῶν κυνιδίων ταῖς κέρκοις μεθ’ ἱλαρωτέρας κινήσεως προσσαίνοντα.
τότε καὶ τὰ σκορπίων γένη καὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἄπρακτον ἕξει τὸν ἰόν· φέρει καὶ ποταμὸς ὁ Αἰγύπτιος ὅμοια τοῖς οἰκήτορσι τῆς χώρας ἀνθρωποβόρα ζῷα, τοὺς κροκοδείλους λεγομένους καὶ ποταμίους ἵππους, φέρει καὶ τὰ πελάγη μυρίας ἰδέας ἀργαλεωτάτων ζῴων· παρ’ οἷς ἅπασιν ἱερὸς καὶ ἄσυλος γένοιτ’ ἂν ὁ σπουδαῖος, ἀρετὴν τιμήσαντος
θεοῦ καὶ γέρας αὐτῇ παρασχόντος τὸ ἀνεπιβούλευτον. οὕτως μὲν ὁ πρεσβύτερος καὶ χρόνῳ καὶ φύσει καταλυθήσεται πόλεμος, ἡμερωθέντων καὶ μεταβαλόντων τῶν θηρίων πρὸς τὸ τιθασόν. ὁ δὲ νεώτερος καὶ ἐπιτηδεύσει γενόμενος ἐκ πλεονεξίας ῥᾳδίως διαλυθήσεται, τῶν ἀνθρώπων, ὥς γέ μοι δοκεῖ, δυσωπηθέντων, εἰ μελλήσουσιν ἀγριώτεροι ζῴων ἀλόγων ἐξετάζεσθαι, ὅτε τὰς ἀπὸ τῶν ἀλόγων ζημίας καὶ βλάβας ἐκπεφεύγασιν.
αἴσχιστον γάρ, ὡς εἰκός, φανεῖται, τὰ μὲν ἰοβόλα καὶ ἀνθρωποβόρα καὶ ἄμικτα καὶ ἀκοινώνητα ἔνσπονδα γεγενῆσθαι μεταβαλόντα πρὸς εἰρήνην, [*](1 καὶ παρδάλεις om. Α παρ᾿ Ἰνδοῖς ζῷα coni. Mang. 3 μεταβαλεῖν (Turn.): μεταβάλλειν codd. μονητικοῦ F 3.4 πρός τὸ σύννομον] καὶ σύννομα ἔσται Α 4 ἡμερωθήσεται codd.: ἡμερωθήσεσθαι v 5 μηκέθ’ F 6 δὲ Α ἕξει ss. P2: ἕξειν FAHP1 (v) 7 τοῦ FA: ἰῆς τοῦ HP τοῦ φιλοδεσπότου Α τῆ F (v): τί AHP; τῇ fort. secludendum (Wendl.) vel τι scribendum 8.9 προσσαίνοντα Mang.: προσαίνοντα codd. 9 τὰ Α: om. FHP (v) 10 post ἰόν add. F: οὐδενὸς ἀνθρώπων ζημία φέρει F: om. AHP (v) αἰγύπτου A ὅμοια AH1P: ὅμορα FH2 (v) ; ὅμοια καὶ βλαβερὰ couicio, ἥμερα coni. Mang. 12 φέρει HP: φέρῃ F, om. Α; οἴσει coni. Mang. εἰδέας F ἀργαλεωτάτω F: ἀργαλεωτάτων αὐτὴ Α, om. ΗΡ ν) ; ἀργαλεωτέρων ἔτι coni. Mang. 13 ἅπασιν F: πᾶσιν AHP (v) 6 ἱερὸς Α, 6 eras. F 14 αὐτὴ F: om. AHP (v) τὸ om. A οὕτω F 16 μεταβαλόντων A: μεταβαλλόντων FIP, καταβαλλόντων H1P τιθασόν HP: τιθασσόν FA (v) 18 γέ μοι FA: γ’ ἐμοὶ Η2 (v), ἔμοιγε H1P 19 τῶν ἀλόγων scripsi: τῶν ἄλλων codd. (v): τῶν αὐτῶν coni. Mang. βλάβας καὶ ζημίας F 20 ὡς om. L (Turu.) τὰ μὲν γὰρ A 21 μεταβαλόντα FP: μεταβάλλοντα (sic) Η, μεταβάλλοντα Α (v)) [*](1 sqq. cf. Iesai. 11,6 sqq.)
ἢ τὸ παράπαν οὖν, φησίν, οὐ διελεύσεται πόλεμος διὰ χώρας εὐσεβῶν, ἀλλ’ αὐτὸς καταρρυήσεται καὶ συντριβήσεται πρὸς ἑαυτόν, πρὸς οἵους ἔσοιτο ὁ ἀγὼν αἰσθανομένων τῶν ἀντιπάλων, ἅτε χρωμένους ἀνανταγωνίστῳ συμμαχίᾳ τοῦ δικαίου· μεγαλοπρεπὲς γὰρ καὶ περίσεμνον ἀρετὴ καὶ μόνη καθ’ ἡσυχίαν ἱκανὴ φορὰς μεγάλων ἐξευμαρίζειν κακῶν.
ἢ κἂν μεμηνότες τινὲς ᾄττωσιν ἀκαθέκτῳ καὶ ἀπαρηγορήτῳ χρώμενοι τῇ τοῦ πολεμεῖν ἐπιθυμίᾳ, μέχρι μὲν συνίστανται, καταλαζονεύσονται θρασυνόμενοι, πρὸς δὲ χειρῶν ἅμιλλαν ἥκοντες αἰσθήσονται κενὸν αὔχημα αὐχήσαντες, ὡς μὴ δυνάμενοι νικᾶν· ῥώμῃ γὰρ ἀντιβιασθέντες κραταιοτέρᾳ φεύξονται προτροπάδην πρὸς πεντάδων ἑκατοντάδες καὶ πρὸς ἑκατοντάδων μυριάδες, πολλαῖς ὁδοῖς οἱ κατὰ μίαν ἐπελθόντες.
ἔνιοι δέ, μηδὲ διώκοντος μηδενὸς ὅτι μὴ φόβου, τὰ νῶτα τοῖς ἀντιπάλοις εἰς βολὰς εὐσκόπους ἐπιστρέψουσιν, ὡς εὐμάρειαν εἶναι πάντας ἡβηδὸν ἀναιρεθέντας πεσεῖν. „ἐξελεύσεται γὰρ ἄνθρωπος,“ φησὶν ὁ χρησμός, καὶ στραταρχῶν καὶ πολεμῶν ἔθνη μεγάλα καὶ πολυάνθρωπα χειρώσεται, τὸ ἁρμόττον ὁσίοις ἐπικουρικὸν ἐπιπέμψαντος τοῦ θεοῦ· τοῦτο δ’ ἐστὶ θάρσος ψυχῶν ἀκατάπληκτον καὶ σωμάτων ἰσχὺς κραταιοτάτη, ὧν καὶ θάτερον φοβερὸν ἐχθροῖς, ἄμφω δὲ εἰ συνέλθοι, καὶ παντελῶς ἀνυπόστατα.
ἐνίους δὲ τῶν ἐχθρῶν ἀναξίους ἔσεσθαί [*](1 δὲ F: δ’ AHP ἄνθρωπον F: τόν ἄνθρωπον AHP (v) 2 ἀσπονδεὶ F (coni. Mang.): ἀσπονδεῖ Η1Ρ, ἀσπονδεῖν AH2 (v) οὑν, φησίν om. HP (Turn.) 4 ἔσοιτο FA: ἐστὶν HP (v) post ἀγὼν add. ὡς ἀηττήτους A mg P2, καὶ ὡς ἀηττήτους Mang. 4. 5 ἀντιπάλων] πολεμίων Α 5 ἀνταγωνίστω Α 6 πάνσεμνον Α (Mang.) τῶν σοφῶν ἡ ἀρετὴ D ἱκανὴ φορὰς om. in lac. DRDL 7 ἐξευμενίζειν Α τινὲς om. F ᾄττωσιν F: λυττῶσιν AHP (v) ἀκαθέκτῳ F: αὐθεκάστῳ AHP (v) 9 καταλαζονεύσονται HP: καταλαζονεύονται FA καταθρασυνόμενοι Α 10 καινὸν ΗΡ 11 κραταιότερον Η 12 ἑκατοντάδες] ἑκατόν, τὰ δ’ F καὶ πρὸς et μυριάδες om. F 13 μηδὲ διώκοντος μηδενός Α (Mang.): μηδὲ διώκοντος H (Turn.), μηδὲν διώκοντος P, οὐδὲ διώκοντος οὐδενὸς F 14 ἐπιστρέψουσιν FHP: ἀντιστρέψουσιν Α (Mang.) εὐμάρειαν codd.: εὐμαρίαν v 16 καὶ στραταρχῶν FHP: καταστραταρχῶν Α (Mang.) πολέμων F ἔθνη F: ἔθνη τε AHP (v) 18 τοῦ θεοῦ F: θεοῦ ΑΗΡ (ν) θάρσος codd. (Mang.): θράσος v 19 ὧ F θάτερα F 20 ἀνυπόστατα Mang.: ἀνυπόστατον codd.) [*](2 sqq. Lev. 26,5. 5—7 DH fol. 120v Φίλωνος ἐκ τοῦ περὶ ἄθλων καὶ ἐπιτιμιῶν fol. ν DR fol. 33v Φίλωνος: μεγαλοπρεπὲς καὶ περίσεμνον τῶν σοφῶν ἡ ἀρετὴ καθ’ ἡσυχίαν ἱκανὴ φορὰς μεγάλω ἐξευμαρίζειν κακῶν. 11 Lev. 26,7. 8.) [*](12 Deut. 28,7. 15 Num. 247.)
τούτους δ’ οὐ μόνον τὴν ἐν πολέμῳ νίκην ἀναιμωτὶ βεβαίως ἕξειν, ἀλλὰ καὶ κράτος ἀρχῆς ἀνανταγώνιστον ἐπ’ ὠφελείᾳ τῶν ὑπηκόων, ἣ γένοιτ’ ἂν δι’ εὔνοιαν ἢ φόβον ἢ αἰδῶ. τρία γὰρ ἐπιτηδεύουσι τὰ μέγιστα καὶ συντείνοντα πρὸς ἡγεμονίαν ἀκαθαίρετον, σεμνότητα καὶ δεινότητα καὶ εὐεργεσίαν, ἐξ ὧν ἀποτελεῖται τὰ λεχθέντα· τὸ μὲν γὰρ σεμνὸν αἰδῶ κατασκευάζει, τὸ δὲ δεινὸν φόβον, τὸ δὲ εὐεργετικὸν εὔνοιαν, ἅπερ ἀνακραθέντα καὶ ἁρμοσθέντα ἐν ψυχῇ καταπειθεῖς ἄρχουσιν ὑπηκόους ἀπεργάζεται.
Ταῦτα μὲν δὴ πρῶτά φησι συμβήσεσθαι τοῖς ἑπομένοις θεῷ καὶ περιεχομένοις ἀεὶ καὶ πανταχοῦ τῶν προσταγμάτων αὐτοῦ καὶ ἑκάστῳ τῶν τοῦ βίου μερῶν ταῦτα ἐφαρμόττουσιν, ὡς μηδὲν νόσῳ πλαζόμενον ἐκδιαιτᾶσθαι· δεύτερον δὲ πλοῦτον, ὃς κατὰ τὸ ἀναγκαῖον εἰρήνῃ καὶ ἀρχῇ ἕπεται.
πλοῦτος δὲ ὁ μὲν τῆς φύσεως εὐτελής ἐστι τροφὴ καὶ σκέπη· τροφὴ μὲν οὖν ἄρτος καὶ ναματιαῖον ὕδωρ, ὃ πανταχοῦ τῆς οἰκουμένης ἀνακέχυται· σκέπης δὲ διττὸν εἶδος, τὸ μὲν ἀμπεχόνη, τὸ δὲ οἰκία, διὰ τὰς ἀπὸ κρυμοῦ καὶ θάλπους παρακολουθούσας ζημίας· ὧν ἑκάτερον, εἴ τις ἐθελήσειε τὴν περίεργον καὶ περιττὴν ἀφελεῖν πολυτέλειαν, εὐποριστότατον.
οἳ δ’ ἂν ζηλώσωσι τὸν λεχθέντα πλοῦτον ἀσπασάμενοι τὰ φύσεως δῶρα, μὴ τὰ τῆς κενῆς δόξης, ὀλιγοδεΐαν καὶ ἐγκράτειαν ἀσκήσαντες, ἕξουσι κατὰ πολλὴν περιουσίαν καὶ τὸν τῆς ἁβροδιαίτου τροφῆς πλοῦτον οὐκ ἐπιτηδεύσαντες· ἐπιπηδήσει γὰρ ὡς [*](1 τῶν ἀνθρώπων F: τῶν οm. AHP (v) 1.2 ἐπ’ αἰσχίστω ὀλέθρω transp. F 2 τούτους scripsi: τοῦτο codd. (τοῦτον v) 3.4 ἀνταγώνιστον Α 4 ἡ ἂν FA: οἳ γένοιντ᾿ ἂν ΗΡ (v) 6 δειλότητα F 8 δειλὸν FH2 δὲ F: δ’ AHP 9 ἐν τῆ Ψυχῆ Α 10 φησι om. Α 11 πανταχῆ HP 12 ἑκάστω F: ἐφ’ ἑκάστω HP, ἀφ’ ἑκάστου Α; ἀφ’ ἑκάστων v ταῦτ’ F μηδὲν scripsi: μηδένα codd. (v) νόσῳ] νόῳ (sic) coni. Mang. 13 πλαζόμενον codd. (Mang.): πλαζομένου Turn. 14 ἕπεται] παρέπεται conicio δ’ F 15 πανταχοῦ scripsi (sic etiam Wendl.): ἁ πανταχοῦ (sic) FH, ἁπανταχοῦ P, a πανταχοῦ A(v) 16 σκέπη Η 17 δὲ F: δ’ AHP κρυμοῦ] κρύους F 18 ἑκάτερον F: ἑκάτερα HP, ἑκατέρας Α ἐκατέρα v) θελήσειε F ἀφαιρεῖν Α 18. 19 πολυτέλειαν] τὸν λεχθέντα πλοῦτον Α 19 εὐποριστότατον ἕξει A τὸν λεχθέντα πλοῦτον F: τὰ λεχθέντα AHP (v) 20 τῆς om. Α ὀλιγόδειαν codd.: ὀλιγόδειαν v 21 περιουσίαν] τὴν ἐξουσίαν A 22 ἐπιπηδήσει A: ἐπιτηδεύσει FHP; ἐπελεύσεται v (Turn.)) [*](1 Ex. 23,28. Deut. 7,20. 14 sqq. cf. Wendland Beitr. z. Gesch. d. griech. Philos u. Religion p. 9. 15 sq.)