De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
„οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός“ (Gen. 5,24). αἰνίττεται δὲ ἐναργῶς διὰ μὲν τῆς μεταθέσεως τὴν ἀποικίαν, διὰ δὲ τοῦ μὴ εὑρίσκεσθαι τὴν μόνωσιν· καὶ σφόδρα οἰκείως· εἰ γὰρ τῷ ὄντι ἄνθρωπος καταπεφρόνηκεν ἡδονῶν καὶ ἐπιθυμιῶν καὶ ἐπάνω τῶν παθῶν ἀψευδῶς ἔγνωκεν ἵστασθαι, [πρὸς] μετανάστασιν εὐτρεπιζέσθω φεύγων ἀμεταστρεπτὶ καὶ οἶκον καὶ πατρίδα καὶ συγγενεῖς καὶ φίλους.
ὁλκὸν γὰρ ἡ συνήθεια, ὡς δέος εἶναι, μὴ καταμείνας ἁλῷ τοσούτοις ἐν κύκλῳ φίλτροις ἀποληφθείς, ὧν αἱ φαντασίαι τὴν ἐγγενομένην ἡσυχίαν τῶν αἰσχρῶν ἐπιτηδευμάτων πάλιν ἀνακινήσουσι καὶ μνήμας ἐναύλους, ὧν ἐπιλελῆσθαι [*](1 ἀδιάφορον Turn. 3 alt. οὔτε ΗΡ 4 προσονομάζουσιν F: ὀνομάζουσιν ΑΗΡ (Turn.) εἰς δ’ ἑλλάδα ΑΗΡ: ὃς εἰς ἑλλάδα F (Mang.) 5 γλῶσσαν Α μεταληφθείς] μεταβληθείς L (Turn.) 7 ἐλπίσῃ F 9 ἀμεταβλήτου FA: ἀμετανοήτου HP (v) κατὰ τὰ αὐτά P, κατ’ αὐτά Α 13 καὶ ταύτῃ FA: γάρ ταύτῃ HP; γὰρ ταῦτα v 13. 14 διπλᾶ ἐπὶ διπλοῖς Α 15 ἀποικία] ἀποίκιλλα· μετάθεσίς τε Α 16 σώματος A: τοῦ σώματος FHP (v) 17 ηὑρίσκετο Α 18 pr. δέ om. F ἐναργῶς FA: καὶ ἐναργῶς HP (v) 19 οἰκείως] εἰκότως conicio 19—21 ἄνθρωπος καταπεφρόνηκεν ἡδονῶν καὶ καὶ ἐπάνω—ἵστασθαι F: ἐπάνω—ἵστασθαι ἄνθρωπος δὲ add. Α) καταφρονήσας ἡδονῶν καὶ ἐπιθυμιῶν AHP (v) 21 πρὸς μετανάστασιν F πρός seclusi): om. AHP (v) 23 δέος] δέον H1P μεταμείνας F 24 ἐναποληφθείς coni. Mang. ἐγγινομένην Α, γενομένην F) [*](4 sqq. Gen. 4,26. cf. de Abrahamo § 7 sqq.)
πολλοὶ γοῦν ἀποδημίαις ἐσωφρονίσθησαν, ἔρωτας ἐκμανεῖς καὶ λελυττηκότας θεραπευθέντες, οὐκέτι τῆς ὄψεως χορηγεῖν δυναμένης τῷ πάθει τῆς ἡδονῆς τὰ εἴδωλα· τῇ γὰρ διαζεύξει κατὰ κενοῦ βαίνειν ἀνάγκη, μηκέτι παρόντος ὑφ’ οὗ διερεθισθήσεται.
κἂν μεταναστῇ μέντοι, τοὺς τῶν πολλῶν θιάσους ἐκτρεπέσθω μόνωσιν ἀσπαζόμενος· πέφυκε γὰρ καὶ ἐπὶ τῆς ἀλλοδαπῆς ὅμοια τοῖς οἴκοι δίκτυα, οἷς ἀνάγκη περιπείρεσθαι τοὺς ἀπροοράτως ἔχοντας καὶ ταῖς τῶν πολλῶν χαίροντας ὁμιλίαις· ὅ τι γὰρ ἄτακτον, ἄκοσμον, πλημμελές, ὑπαίτιον, τοῦτο ὄχλος ἐστί, μεθ’ οὗ φέρεσθαι τῷ νῦν πρῶτον μετοικισαμένῳ πρὸς ἀρετὴν ἀλυσιτελέστατον.
ὡς γὰρ τοῖς ἐκ νόσου μακρᾶς ἀρχομένοις ἀναλαμβάνειν εὐάλωτά πώς ἐστι τὰ σώματα μήπω πρὸς ἰσχὺν παγέντα κραταιοτέραν, οὕτως καὶ οἷς ἡ ψυχὴ νῦν πρῶτον ὑγιάζεται πλαδῶσιν οἱ νοεροὶ τόνοι καὶ κραδαίνονται, ὡς δέος εἶναι, μὴ πάλιν ἐξορμήσῃ τὸ πάθος, ὃ πέφυκεν ἐκ τῆς τῶν εἰκαιοτέρων συνδιαιτήσεως ἀνερεθίζεσθαι.
Μετὰ δὲ τοὺς μετανοίας ἀγῶνας τρίτα ἆθλα τίθεται δικαιοσύνης, ἧς ὁ μεταποιησάμενος λαμβάνει γέρα διττά, τὸ μὲν σωτήριον ἐν κοινῇ φθορᾷ, τὸ δὲ ταμίαν καὶ φύλακα γενέσθαι ἐξ ἑκάστης ζῴων ἰδέας ἡρμοσμένων ζυγάδην εἰς δευτέραν γένεσιν ἀντὶ τῆς ἀπολλυμένης.
ἠξίωσε γὰρ ὁ ποιητὴς τὸν αὐτὸν καὶ τέλος γενέσθαι τῆς κατακρίτου γενεᾶς καὶ ἀρχὴν τῆς ἀνυπαιτίου, διδάσκων τοὺς ἀπρονόητον εἶναι τὸν [*](1 ἐργάσονται Α 2 οὐκέτι τῆς ὄψεως] ἔτι τῆς ὄψεως οὐ Α 3 τῷ πάθει] τά πάτη L (Turn.) 4 ἐρεθισθήσεται F 6 ἀσπαζόμενος codd.: ἀσπασάμενος Turn. γάρ om. Α οἴκοις Α 7 ἀπροοράτως F: ἀπροόπτως AHP (v) 9 ἐστί om. L (Turn.) πρῶτον FA: om. HP Τurn.) 10 ὡς γὰρ] ὥσπερ Escur. μακρὰν H1P 11. 12 μήπω πρὸς ἰσχὺν παγέντα κραταιοτέραν FP: om. AH Escur. (v) 12 οὕτως FA: οὕτω HP Escur. οἶς—ὑγιάζεται] ψυχὴ ὑγιαζομένη Α (prob. Mang.) νῦν πρῶτον F: ὡς νύν πρότερον HP, ἄρτι πρώτως Escur. 13 νοεροὶ] ἱεροὶ Α εἶναι] ὂν Escur. 14 πάλιν πάλιν (sic) Escur. ἐξορμήσῃ scripsi): παλινδρομήσῃ FAHP (v) τῶν F Escur.: om. AHP (v) 16 δέ om. F μετανοίας F: τῆς μετανοίας AHP (v) τρίτα] τρία L1 (Turn.) 18 φύλαξ Η (Turn.) γενέσθαι Α: om. FHP1, add. mg P2 ἐξ ἑκάστης codd.: ἐξ om. V 19 ἡρμοσμένων AH2: ἡρμοσμένον FH1P, ἡρμοσμένου L (Turn.) ζυγάδην Mang.: ζυγά δ’ ἣν F, ζυγὰ δὲ ἦν AHP 20 κατακρίτου] καταρρύπου (sic) DR, καραῥύπον (sic) DH) [*](10—15 Escur. X—I—13 fol. 237v: ὥσπερ τοῖς ἐκ νόσου μακρᾶς—ἀνερεθίζεσθαι.) [*](20—341,3 DR fol. 128v Φίλωνος ἐκ τοῦ περὶ ἄθλων καὶ ἐπιτιμίων DH fol. 242r Φίλωνος: τὸν δικαιοσύνης μεταποιησάμενον Νῶε ἠξίωσεν ὁ ποιητὴς τὸν αὐτὸν—ἑνὸς ἀνδρὸς δικαιοσύνης οὐκ ἄξια ἐβίωσαν.)
Μετὰ δὲ τὴν τριάδα ταύτην ἑτέρα τριὰς ὁσιωτέρα καὶ θεοφιλεστέρα γίνεται μιᾶς συγγενείας· πατὴρ γὰρ καὶ υἱὸς καὶ υἱωνὸς ἐπὶ τὸ αὐτὸ τέλος ἔσπευσαν τοῦ βίου τὸ τῷ ποιητῇ καὶ πατρὶ τῶν ὅλων εὐαρεστῆσαι, καταφρονήσαντες μὲν ὧν θαυμάζουσιν οἱ πολλοί, δόξης καὶ πλούτου καὶ ἡδονῆς, γελάσαντες δὲ καὶ τῦφον, ὃς ἐκ ψευσμάτων ἀεὶ συνυφαίνεται καὶ καταποικίλλεται πρὸς ἀπάτην τῶν ὁρώνταν.
οὗτός ἐστιν ὁ γόης, ὁ τὰ ἄψυχα θεοπλαστῶν, ὁ μέγας καὶ δυσάλωτος ἐπιτειχισμός, οὗ τοῖς σοφίσμασι καὶ στρατηγήμασι πᾶσα πόλις δελεάζεται προκαταλαμβάνοντος τὰς τῶν νέων ψυχάς· εἰσοικισάμενος γὰρ ἐκ πρώτης ἡλικίας ἄχρι γήρως ἐνίδρυται, πλὴν οἷς ἂν ὁ θεὸς αὐγὴν ἐπιλάμψῃ τῆς ἀληθείας· ἀληθείᾳ δὲ τῦφος ἀντίπαλον, ὃς μόλις μὲν ἀλλ’ οὖν κραταιοτέρᾳ δυνάμει νικηθεὶς ὑπεξίσταται.
τουτὶ δὲ τὸ γένος ἀριθμῷ μέν ἐστιν ὀλίγον, δυνάμει δὲ πολὺ καὶ μέγιστον, ὡς μηδ’ ἅπαντα τὸν τῆς γῆς κύκλον αὐτὸ χωρεῖν δύνασθαι, φθάνειν δ’ εἰς οὐρανόν· ἱμέρῳ γὰρ τοῦ θεωρεῖν καὶ τοῖς θείοις ἀεὶ συνεῖναι κατεσχημένον ἀλέκτῳ, τὴν ὁρατὴν ὅταν ἅπασαν φύσιν διερευνήσῃ καὶ διεξέλθῃ, πρὸς τὴν ἀσώματον καὶ νοητὴν εὐθὺς μέτεισιν, οὐδεμίαν τῶν αἰσθήσεων ἐπαγόμενον, ἀλλ’ ὅσον μὲν τῆς ψυχῆς ἄλογον μεθιέμενον, τῷ δ’ ὃ κέκληται νοῦς καὶ λογισμὸς μόνῳ προσχρώμενον.
ὁὁ μὲν οὖν ἡγεμὼν τῆς θεοφιλοῦς δόξης, ὁὁ πρῶτος ἐκ τύφου μεθορμισάμενος πρὸς ἀλήθειαν, διδακτικῇ χρησάμενος ἀρετῇ [*](2 τῶν ἀνθρώπων D: τῶν om. codd. (v) μετ’ F 3 ζήσασι D: om. codd. (Turn.) ἑνὸς ἀνδρός δικαιοσύνης οὐκ ἄξια ἐβίωσαν DR 8 τὸ addidi: τὸ pro τῷ scribere voluit Mang. 9 καὶ δόξης Α 11 ἐστιν] ἣν F 14 εἰσοικησάμενος H 15 ἐνίδρυται F: ἐνιδρύεται AHP (v) ἐπιλάμψῃ] ἐπιπέμψῃ conicio 16 ἀλήθεια 51 τύφου Α ὅς] ἧ F μόλις F: μόγις ΑΗΡ (v) 17 νικηθεὶς HP: κινηθεὶς FA κινηθεὶς δυνάμει transp. F τουτὶ F: τοῦτο ΑΗΡ (v) ἀριθμῶν. H1P ὀλίγων P 18 τὸν τῆς γῆς κύκλον F: τῆς γῆς τὸν κύκλον Α, τῆς γῆς κύκλον HP (v) 19 φθάνειν codd.: φθάνει Mang. post οὐρανὸν add. F verba (interpolata) καὶ τά πέρατα τοῦ κόσμου, μᾶλλον δέ καὶ τὴν μετά κόσμου (κόσμον?) οὐσίαν ἱμέρω γὰρ τοῦ θεωρεῖν F: γάρ τοῦ θεωρεῖν ἔρωτι Α (Mang.), καὶ τοῦ θεωρεῖν ΗΡ (Turn.) 20 συνεῖναι Α: συνιέναι FHP (Turn.) κατϊσχημένον Α ἀλέκτως L ( ἀλέκτως ὅ Turn.) 21 διερευνήσας διεξέλθῃ Α 25 μεθορμισάμενος FH: μεθορμησάμενος P, μεθαρμοσάμενος Α (Mang.) πρός] εἰς F διδακτὴ vel διδασκαλικῇ coni. Mang.)
Ἐπαυγασώμεθα δ’ αὐτῶν ἕκαστον ἀκριβέστερον, μὴ τοῖς ὀνόμασι παραχθέντες, ἀλλὰ διακύψαντες εἴσω καὶ ταῖς διανοίαις ἐμβαθύναντες. ὁ μὲν τοίνυν ἀψευδῶς πιστεύσας θεῷ τὴν ἐν τοῖς ἄλλοις ὅσα γενητὰ καὶ φθαρτὰ κατείληφεν ἀπιστίαν, ἀρξάμενος ἀπὸ τῶν ἐν αὐτῷ μέγα πνεόντων, λογισμοῦ τε καὶ αἰσθήσεως· ἑκατέρῳ γὰρ ἴδιον συνέδριον καὶ δικαστήριον προσκεκλήρωται, τῷ μὲν εἰς τὴν τῶν νοητῶν ἐπίσκεψιν, οὗ τέλος ἀλήθεια, τῇ δὲ εἰς τὴν τῶν ὁρατῶν, οὗ τέλος δόξα.