De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ἐλπὶς δὲ χαρὰ πρὸ χαρᾶς ἐστιν, εἰ καὶ ἐνδεὴς παρὰ τελείαν, ἀλλά τοι [*](2 ἀρὰς AH2: ἀρετὰς H1P 3 χώρα om. Turn. 4 ἀσεβῶν om. Α ἐπελαφρισθήσεται H2: ἀπελαφρισθήσεται AH1P 6 alt. αὐτῆς Α (coni. Mang.): αὐτοῦ HP ἀγορὰς] ἀγροὺς coni. Mang. 7 ἀδικημάτων καὶ πολέμων transp. Α 8 ἐπακμάσει AH2: ἐπακμάζει H1P 9 ἠρεμίσει H 11 οὖς codd.: ἃς Turn. 12 ὀδύναι τοῖς τοκεῦσιν HP: τοῖς τοκεῦσι πένθος Α (Mang.) 13 τῆς προτέρας H1P: τῆς πρότερον H2 (v), om. Α ἡ γὰρ] οὐ γὰρ A 14 ἔρημος om. A τε] γε ἡ Α 18 ἀτονήσασα (sic) Α ἀθρόα codd.: ἀθρόως v 20 περιμαχήτους φύσεις APH: περιμάχεται φύσεις L; περιμάχητα φύσει v καὶ ante θαυμαστὰ add. Turn. (v), om. codd. 21 ἀνδρίαν Α ὁσιότητα om. Α 22 εὔτεκνος Mang.: εὔτεκνον codd. 23 προγανοῦσα AP2: προγανῦσα Η (Turn.), προγανεῖσα P1 ἀσθένειαν] διάνοιαν coni. Mang. 24 ἐνδεὲς H1P παρὰ τελείαν HP: παρατέλεια Α) [*](13.14 cf. lesai. 54,1 εὐφράνθητι στεῖρα . . ., ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.)

v.5.p.374
τῆς ἐπιγινομένης καθ’ ἑκάτερα βελτίων, ὅτι τε τὸ αὐχμηρὸν ἀναχαλᾷ καὶ λιπαίνει τῶν φροντίδων καὶ ὅτι φθάνουσα τὸ μέλλον καὶ πλῆρες ἀγαθὸν εὐαγγελίζεται.

Τὰς μὲν οὖν ἀρὰς καὶ τιμωρίας, ἃς ὑπομένειν ἄξιον τοὺς τῶν ἱερῶν νόμων δικαιοσύνης καὶ εὐσεβείας ὑπερορῶντας καὶ ταῖς πολυθέοις δόξαις ὑπαχθέντας, ὧν ἀθεότης τὸ τέλος, λήθῃ τῆς συγγενοῦς καὶ πατρίου διδασκαλίας, ἣν ἐκ πρώτης ἡλικίας ἐπαιδεύθησαν τὴν τοῦ ἑνὸς φύσιν τὸν ἀνωτάτω νομίζειν θεόν, ᾧ δεῖ μόνῳ προσκεκληρῶσθαι τοὺς ἄπλαστον ἀλήθειαν ἀντὶ πεπλασμένων μύθων μεταδιώκοντας, οὐδὲν ὑποστειλάμενος δεδήλωκα.

ἐὰν μέντοι μὴ ἐπ’ ὀλέθρῳ δέξωνται τὰς δυνάμεις μᾶλλον ἢ νουθεσίᾳ καὶ καταιδεσθέντες ὅλῃ ψυχῇ μεταβάλωσι, κακίσαντες μὲν αὑτοὺς τῆς πλάνης, ἐξαγορεύσαντες δὲ καὶ ὁμολογήσαντες ὅσα ἥμαρτον καθ’ αὑτοὺς διανοίᾳ κεκαθαρμένῃ τὸ πρῶτον εἰς τὸ τοῦ συνειδότος ἀψευδὲς καὶ ἀνύπουλον, ἔπειτα καὶ γλώττῃ πρὸς βελτίωσιν τῶν ἀκουόντων, εὐμενείας τεύξονται τῆς τοῦ σωτῆρος καὶ ἵλεω θεοῦ τῷ γένει τῶν ἀνθρώπων ἐξαίρετον παρασχομένου καὶ μεγίστην δωρεάν, τὴν πρὸς τὸν αὐτοῦ λόγον συγγένειαν, ἀφ’ οὗ καθάπερ ἀρχετύπου γέγονεν ὁ ἀνθρώπινος νοῦς·

κἂν γὰρ ἐν ἐσχατιαῖς ὦσι γῆς δουλεύοντες παρὰ τοῖς αἰχμαλώτους αὐτοὺς ἀπάγουσιν ἐχθροῖς, ὥσπερ ἀφ’ ἑνὸς συνθήματος ἡμέρᾳ μιᾷ πάντες ἐλευθερωθήσονται, τῆς ἀθρόας πρὸς ἀρετὴν μεταβολῆς κατάπληξιν ἐργασαμένης τοῖς δεσπόταις· μεθήσονται γὰρ αὐτοὺς αἰδεσθέντες

κρειττόνων ἄρχειν. ὅταν δὲ τύχωσι τῆς ἀπροσδοκήτου ταύτης ἐλευθερίας, οἱ πρὸ μικροῦ σποράδες ἐν Ἑλλάδι καὶ βαρβάρῳ κατὰ νήσους καὶ κατὰ ἠπείρους ἀναστάντες ὁρμῇ μιᾷ πρὸς ἕνα συντενοῦσιν ἀλλαχόθεν ἄλλοι τὸν ἀποδειχθέντα χῶρον, ξεναγούμενοι πρός τινος θειοτέρας ἢ κατὰ φύσιν ἀνθρωπίνην ὄψεως, ἀδήλου μὲν ἑτέροις, [*](1 καθ᾿ ἕτερα A 2 λιπαίνει] λύει coni. Mang. 8 δεῖ] δὴ P 9 μύθων om. Α 10 δεδήλωκα Η2: δεδήλωκεν AH1P 11 δυνάμεις corruptum; δυσμενείας conicio, ἐπανατάσεις coni. Mang. μεταβάλωσι Α: μεταβάλλωσι HP 12 αὑτοὺς Η2: αὐτοὺς ’P 13 καθ’ αὑτοὺς A: καθ’ αὑτῶν HP, καθ’ ἑαυτῶν L (Turn.) 15 τοῦ Α: ἐκ τοῦ HP (v) καὶ om. Richt. 16 καὶ om. H (Turn.) τὴν] ταῖς Richt. 16. 17 τὴν πρὸς τὴν αὐτοῦ συγγένειαν (om. λόγον) A 18 ἀνθρώπινος codd.: ἀνθρώπειος v 21 μεθήσονται] μαθήσονται L (Turn.) 22. 23 ἀπροσδοκήτου ταύτης om. Α 23 σποράδην Α 24 καὶ om. H1P alt. κατά om. Α 24.25 συντενοῦσιν Mang.: συντείνουσιν codd. 26 ἀνθρωπίνην Mang.: ἀνθρωπίνης codd.) [*](13 sqq. Lev. 26,40, 44. Deut. 30,15.)

v.5.p.375
μόνοις δὲ τοῖς ἀνασῳζομένοις ἐμφανοῦς,

τρισὶ χρησάμενοι παρακλήτοις τῶν πρὸς τὸν πατέρα καταλλαγῶν, ἑνὶ μὲν ἐπιεικείᾳ καὶ χρηστότητι τοῦ παρακαλουμένου συγγνώμην πρὸ τιμωρίας ἀεὶ τιθέντος, δευτέρῳ δὲ τῇ τῶν ἀρχηγετῶν τοῦ ἔθνους ὁσιότητι, ὅτι ταῖς ἀφειμέναις σωμάτων ψυχαῖς ἄπλαστον καὶ γυμνὴν ἐνδεικνύμενοι πρὸς τὸν ἄρχοντα θεραπείαν τὰς ὑπὲρ υἱῶν καὶ θυγατέρων ἱκετείας οὐκ ἀτελεῖς εἰώθασι ποιεῖσθαι, γέρας αὐτοῖς παρέχοντος τοῦ πατρὸς τὸ ἐπήκοον ἐν εὐχαῖς,

τρίτῳ δὲ δι’ ὃ μάλιστα καὶ ἡ τῶν λεχθέντων εὐμένεια φθάνει προαπαντῶσα, τοῦτο δέ ἐστι βελτίωσις τῶν ἀγομένων εἰς σπονδὰς καὶ συμβάσεις, οἳ μόλις ἐξ ἀνοδίας εἰς ὁδὸν ἐδυνήθησαν ἐλθεῖν, ἧς τὸ πέρας οὐδὲν ἕτερον ἢ εὐαρεστεῖν τῷ θεῷ καθάπερ υἱοὺς πατρί.

παραγενομένων δὲ πολισθήσονται πάλιν αἱ ἐρείπιοι γενόμεναι πρὸ μικροῦ καὶ ἡ ἔρημος οἰκισθήσεται καὶ ἡ στειρωθεῖσα γῆ μεταβαλεῖ πρὸς εὐγονίαν· αἵ τε πατέρων καὶ προγόνων εὐτυχίαι βραχὺ μέρος εἶναι νομισθήσονται διὰ τὰς ἀφθόνους τῶν ἐν χερσὶ περιουσίας, αἳ καθάπερ ἀπ’ ἀενάων πηγῶν τῶν τοῦ θεοῦ χαρίτων ῥέουσαι βαθὺν πλοῦτον ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσι κοινῇ περιποιήσουσι φθόνου κρείττονα.

μεταβολὴ δὲ πάντων ἐξαπιναίως ἔσται· τρέψει γὰρ ὁ θεὸς τὰς ἀρὰς ἐπὶ τοὺς τῶν μετανενοηκότων ἐχθρούς, οἵτινες κακοπραγίαις τοῦ ἔθνους ἐφήδοντο κατακερτομοῦντες καὶ ἐπιχλευάζοντες, ὡς αὐτοὶ μὲν ἀκαθαίρετον ἕξοντες κλῆρον εὐτυχίας, ὃν παισὶ καὶ ἐκγόνοις κατὰ διαδοχὴν ἀπολείψειν ἤλπισαν, αἰεὶ δὲ ἐποψόμενοι τοὺς ἀντιπάλους ἐν βεβαίῳ καὶ ἀκλινεῖ δυστυχίᾳ ταμιευθησομένῃ καὶ ταῖς ἔπειτα γενεαῖς,

ὑπὸ φρενοβλαβείας οὐ συνιέντες ὅτι καὶ τῆς πρὸ μικροῦ λαμπρότητος ἀπέλαυσαν οὐ δι’ αὑτοὺς ἀλλὰ διὰ νουθεσίαν ἑτέρων, οἷς τὰ πάτρια καταλύσασι φάρμακον ἀνευρέθη σωτήριον, λύπη, τὰ τῶν δυσμενῶν [*](1 χρησάμενοι codd.: χρησόμενοι v 3 ante συγγνώμην add. ὃς H2 (v) τιθέντος AP: τίθεται Η (v) δευτέρω Α: δευτέρου HP 5 ἐνδεικνύμενοι HP (Turn.): ἐνδεικνυμέναις Α (ἐπιδεικνυμέναις ι Mang.) 6 εἰώθασι HP: εἰωθὸς Α; coni. Mang. αὐτοῖς HP: αὐταῖς Α 7 παρέχοντες P ὑπήκοον Α τρίτον Α 10 ἠδυνήθησαν codd. (v) 11 πολισθήσονται] πόλεις κτισθήσονται coni. Mang. 12 γινόμεναι H1P 15 ἀπ’ add. Mang. ἀεννάων codd. (v) τῶν Α: om. HP (v) 16 πᾶσι om. A 17 τρέψει H: τρέπει AP 18 ἀρὰς AH2: ἀρετὰς H1PL (Turn.) τῶν addidi 20 ἀκαθαίρετον] ἀναφαίρετον coni. Mang. κλῆρον Mang.: καιρὸν codd. καιρὸν ἕξοντες transp. Α ἐγγόνοις Α 21 ἀντιπάλους] ἀεννάους Α 22 ταμιευσομένη A 24 ἀπήλαυσαν codd. (v) αὑτοὺς ΑΗ2: αὐτοὺς H1P (ἐαυτοὺς v) 25 ἄν εὑρεθῇ Α τὰ codd.: om. v) [*](13.14 Deut. 30,5. 17. 18 Deut. 307.)

v.5.p.376
ἀγαθὰ περιαλγήσασι· κλαύσαντες οὖν καὶ στενάξαντες τὴν ἰδίαν τροπὴν ἐπὶ τὴν ἀρχαίαν καὶ προγονικὴν ἀνακάμψουσιν εὐτυχίαν διαυλοδρομήσαντες, οἷς μὴ εἰς ἅπαν ἐξοκεῖλαι συνέβη.

οἱ δὲ γελάσαντες τὰς ὀλοφύρσεις ἐκείνων καὶ δημοτελεῖς ἑορτὰς ἄγειν ψηφισάμενοι τὰς ἀποφράδας αὐτῶν καὶ τὰ πένθη κατευωχηθέντες καὶ συνόλως τὴν ἑτέρων κακοδαιμονίαν εὐδαιμονήσαντες, ὅταν ἄρξωνται κομίζεσθαι τὰ ἐπίχειρα τῆς ὠμότητος, αἰσθήσονται διότι οὐκ εἰς ἀφανεῖς καὶ ἠμελημένους ἐξημάρτανον, ἀλλ’ εἰς εὐπατρίδας ἔχοντας ἐναύσματα τῆς εὐγενείας, ἀφ’ ὧν ἀναρριπισθέντων ἐξέλαμψεν ἡ πρὸ μικροῦ σβεσθεῖσα εὔκλεια.

καθάπερ γὰρ ὑποτμηθέντων τῶν στελεχῶν, ὅταν μὴ ἀφαιρεθῶσιν αἱ ῥίζαι, νέα ἔρνη βλαστάνει, ὑφ’ ὧν τὰ γεράνδρυα παρευημερεῖται, τὸν αὐτὸν τρόπον καὶ ἐν ψυχαῖς βραχυτάτου σπέρματος τῶν εἰς ἀρετὴν ὑπολειφθέντος, ἄλλων περιαιρεθέντων, οὐδὲν ἧττον ἀπὸ τοῦ βραχέος φύεται τὰ τιμιώτατα καὶ κάλλιστα τῶν ἐν ἀνθρώποις, δι’ ἃ πάλιν εὐανδροῦσαι [αἱ] πόλεις συνοικίζονται καὶ ἔθνη πρὸς πολυανθρωπίαν ἐπιδίδωσιν.

[*](3 ἐξοκεῖλαι Α: ἐξωκεῖλαι HP (Turn.) γελάσαντες HP: τελέσαντες Α 4 ἀποφράδας HP: ἀποσφραγῖδας Α 5 τὴν] τῆς P 6 εὐδαιμονίσαντες Turn. κομίζειν Α τἀπίχειρα HP 7 διότι] ὅτι conicio 8 ἐναύσματα HP: ἀναβάσματα Α 9 σβεσθεῖσα HP: συνεθισθεῖσα Α 10 τῶν om. HP (Turn.) μὴ om. H1P 11 βλαστάνει scripsi: βλαστάνουσιν codd. τὰ μελάνδρυα A 12 βραχυτάτου σπέρματος Α: βραχύτατον σπέρμα HP βραχυτάτων σπερμάτων Turn.) ὑπολειφθέντος Α: ὑπολειφθέντων HP (Turn.) 13 περαιωθέντων A 14 αἱ seclusi 15 συνοικίζονται om. Α ἐπιδιδόασιν Α)