De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
Ἕν τι τῶν εἰς φιλανθρωπίαν τεινόντων παράγγελμα κἀκεῖνο διατάττεται, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι, οὐ μόνον ὅτι τὴν χρείαν ἐφ’ ἣν παρελήφθη παρασχόντα δίκαιον ἦν τὸν ἐπὶ τῇ ὑπηρεσίᾳ μισθὸν ἀνυπερθέτως ἀπολαβεῖν, ἀλλ’ ὅτι καί, ὡς εἶπόν τινες, ἐφημερόβιος ὢν ὁ χειροτέχνης ἢ ἀχθοφόρος, ὅλῳ τῷ σώματι κακοπαθῶν ὑποζυγίου τρόπον, ἐπὶ τῷ μισθῷ τέθειται τὴν ἐλπίδα· ὃν εἰ μὲν εὐθὺς κομίσαιτο, γήθει καὶ ῥώννυται πρὸς τὴν ἐπιοῦσαν προθυμίᾳ διπλασίονι ἐργασόμενος, εἰ δὲ μὴ κομίσαιτο, πρὸς τῷ σφόδρα ἄχθεσθαι καὶ τοὺς τόνους ὑπὸ λύπης ἐκλυθεὶς ἀναπέπτωκεν, ὡς ἀδυνατεῖν πρὸς τὰ ἐν ἔθει τῶν ἔργων ἀπαντᾶν.
Ἔτι φησί· δανειστὴς μὴ ἐπεισίτω χρεωστῶν οἰκίαις ἐνέχυρόν τι καὶ ῥύσιον ἐπὶ τῷ δανείῳ μετὰ βίας ληψόμενος, ἀλλ’ ἐν προθύροις ἔξω παρεστὼς ἀναμενέτω κελεύων ἡσυχῇ προφέρειν. οἱ δέ, ἂν ἔχωσι, μὴ ἀναδυέσθωσαν, εἴ γε ἁρμόττει τὸν μὲν μὴ τῷ δύνασθαι καταχρῆσθαι πρὸς τὸ αὐθαδέστερον ἐφ’ ὕβρει τῶν δανεισαμένων, τοὺς δὲ πρὸς ὑπόμνησιν τῆς τῶν ἀλλοτρίων ἀποδόσεως ἄξια παρέχειν ἐνέχυρα.
[*](1 tit. περὶ μισθοῦ πένητος add. S mg G2 ἕν τι S: ἔτι ceteri (v) τεινόντων] ὄντων S παράγγελμα] παράδειγμα Α 2 διατάττεται S: διατέτακται ceteri (v) τὴν om. G2 3 ἐφ’ ἢν SC1G2: ἐφ’ ἦ ceteri (v) παρασχόντα δίκαιον SCG2: δίκαιον παρασχόντα ceteri 4 λαβεῖν A ἐφημερόβιος S: ἐφήμερος ceteri (v) 6 μὲν] μὴ FG1 εὐθὺς] ταχὺ S 7 γηθεῖ fortasse scribendum γήθει—κομίσαιτο (8) om. FG1 καὶ ῥώννυται S: χαίρων νῦν τε (μέν HP) καὶ ceteri (v) διπλασίονι S: om. ceteri (Turn.) ; διπλάσιον Mang. ἐργασόμενος S: ἐργαζόμενος ceteri (Turn.) 8 τῴ] τὸ SG2H τοὺς τόνους SC: πρὐς πόνους A, τόνους ceteri 11 ἐπεισίτω S2 (ἐπισιτῶ S1), ἐπεισίτω Α: εἰσίτω F2 (v), αἰτείτω CG2F1G1, αἰτήτω HP, ἐπιστῇ Clem. Αl., unde ἐπιστήτω coni. Wendl. οἰκίαις codd.: οἰκίας V ἐνέχειρον F1 12 τι S: om. ceteri (Turn.) ῥύσιον S: χρῆσιν G1, χρυσὸν ceteri (Turn.) ἐπὶ τῷ δανείῳ om. S ἐν προθύροις] ἐπὶ θύραις S 13 παρεστὼς Α: προεστὼς FG1G2HP (v), ἑστὼς SC κελεῦον Α προσφέρειν S2F οἱ] oἵ codd. δὲ S: δ’ ceteri 14 ἀναδυέσθωσαν Wendl. (cf. Clem. Al.): ἀναδυέτωσαν codd. (v) εἴ γε SCG2: εἶτ’ Η, εἶθ’ AFP, εἴπερ G1 ἁρμόττειν F τὸν] τῶ G1 τῶ μὴ transp. S 16 παρέχειν S: παρασχεῖν ceteri (v))[*](2 Lev. 19,13. Deut. 24,14. 15. cf loseph. Ant. lud IV §288. 2 sqq. Clem. Alex. Strom. II 18 p.473P. ἄρ’ οὐ δοκεῖ σοι φιλανθρωπίας εἶναι τδ παράγγελμα τοῦτο ὥσπερ κἀκεῖνο, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι; ἀνυπερθέτως δεῖν διδάσκει ἐκτίνειν τόν ἐπὶ ταῖς ὑπηρεσίαις μισθόν, πρλύεται γὰρ οἶμαι ἡ προθυμία τοῦ πένητος ἀτροφήσαντος πρός τοὐπιόν. 11 Deut. 24,10. 11. cf. Iosepk. Ant. lud. IV § 268. 11 sqq. pergit Clem. Alex. l. l. ἔτι, φησί, δανειστὴς μὴ ἐπιστῇ χρεώστου οἰκίᾳ ἐνέχυρον μετὰ βίας ληψόληψόμενός, ἀλλ’ ὁ μὲν ἔξω προφέρειν κελευέτω, δέ ἔχων μὴ ἀναδυέσθω.)Τίς γε μὴν οὐκ ἂν ἀγάσαιτο τοῦ περὶ τοὺς θεριστὰς ἢ τρυγητὰς διατάγματος; κελεύει γὰρ ἐν μὲν τῷ ἀμήτῳ μήτε τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι μήτε πάντα τὸν σπόρον κείρειν, ἀλλ’ ὑπολείπεσθαί τι τοῦ κλήρου μέρος ἄτμητον, ἅμα μὲν τοὺς εὐπόρους μεγαλόφρονας καὶ κοινωνικοὺς κατασκευάζων ἐκ τοῦ τι προϊέναι τῶν ἰδίων καὶ μὴ πᾶσι προσκεχηνέναι καὶ πάντα συμφορεῖν καὶ συγκομίζειν οἴκαδε θησαυροφυλακήσοντας, ἅμα δὲ τοὺς πένητας εὐθυμοτέρους ἀπεργαζόμενος· ἐπειδὴ γὰρ κτημάτων ἰδίων ἀποροῦσιν, ἐφίησιν αὐτοῖς εἰς τὰ τῶν ὁμοφύλων εἰσιέναι κἀκ τῶν ὑπολειφθέντων ὡς οἰκείων ἀμᾶν.