De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ὅτι μελλήσοι τὸ ἔθνος ἐπιτρόπῳ χρῆσθαι τὰ πάντα ἀρίστῳ — καλὸν γὰρ κἀγαθὸν ἐξ ἀνάγκης ᾔδει τὸν εὐάρεστον θεῷ —, λαβόμενος τῆς τούτου δεξιᾶς καὶ παραγαγὼν αὐτὸν εἰς ἠθροισμένον τὸ πλῆθος, μηδὲν περὶ τῆς αὑτοῦ τελευτῆς εὐλαβηθείς, ἀλλὰ ταῖς ἀρχαίαις εὐφροσύναις νέας ἑτέρας προσειληφὼς οὐ μόνον διὰ μνήμην τῶν πρότερον εὐπαθειῶν, αἷς κατακόρως διὰ παντὸς εἴδους ἀρετῆς ἐνετρύφησεν, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τοῦ μέλλειν ἀθανατίζεσθαι μεταβαλὼν ἐκ φθαρτοῦ βίου εἰς ἄφθαρτον, ἱλαραῖς ὄψεσιν ἐκ [*](1 τῶν] τὸ F1 Τῶ F2G2 ἁπανταχοῦ S: πανταχοῦ CG2AF, πανταχῆ G1; ἁπανταχῆ HP (v) 2 δ’ Α ἐπαγγελλομένου S ἱκεσίαν om. S ὄντος ὄντως transp. G2HP 3. 4 τῆς δοκιμωτάτοις (sic) Α 4 τοῦτο S: τοῦτο καὶ ceteri (v) διὰ] ἐκ G2 ἠθῶν S, ἐθνῶν L (Turn.) 5 ἀνωτάτω AP: ἀνωτάτου ceteri αἰτίου S: om. ceteri (v) τὸν] τῶν H1P 6 γενητοῖς] θνητοῖς Α ἀπωσαμένους C γεννητὸς Α ἀληθείας FG1HP 7 δόξης FG1HP μόνη Α ἀφαιρημένος S1 (corr. S2), ἀφῃρημένη A, ἀφῃρημένου FHP 8 ἐνεργέστατον S 9 πίστεως S: πίσιεως ἔργον ceteri (v) 10 ἀριστίνδην S: ἄριστος ὢν ceteri (v) 11 Ἰησοῦς] ἰωσούς G2 ἄρχειν Α 12 ἕτερος S: ἔνιοι ceteri (v) ἐπὶ τῷ] ἐπεὶ S μὴ ante αἱρεθῆναι transp. Α ἢ] μὴ S ἀδελφιδοῦς SG1: ἀδελφοὺς ceteri (v) 13 κατήφησεν] κατηφίησεν S2, ἀνιαρόν τί φησιν Α post κατήφησε add. Μωυσῆς codd. (v), omisi cum S ἀλλά S: ἀλλ’ ceteri ἀλήκτου SG2, ἀνεκτου Richt. μέλλει A 14 χρήσασθαι Α τὰ πάντα] τῶ πάντ’ Α ἄριστα S κἀγαθὸν S: καὶ ἀγαθὸν ceteri 14. 15 ἔἵδῃ (corr. ex ἤδῆ) ἐξ ἀνάγκης transp. S 15 καὶ παραγαγὼν G1: παράγει μὲν S (Mang.), παράγει μὲν καὶ παραγαγὼν ceteri (Turn.) 16 μηδὲ Α αὐτοῦ G1H1P, ἑαυτοῦ A 17 οὐ μόνον—ἱλαραῖς ὄψεσιν (20) S: om. ceteri (Turn.) 18 μνήμην scripsi: μνήμης S 19 ἀλλά καὶ S: καὶ om. Mang. 20 post βίου ras. 2—3 litt. in S εἰς] πρὸς conicio) [*](15 sqq. Num. 27,22. 23.)

v.5.p.285
τῆς κατὰ ψυχὴν εὐθυμίας φαιδρὸς καὶ γεγηθώς φησιν·

„ἐμοὶ μὲν ἀπαλλάττεσθαι καιρὸς ἤδη τῆς ἐν σώματι ζωῆς· ὁ δὲ τῆς ὑμετέρας ἐπιτροπῆς διάδοχος οὗτός ἐστιν αἱρεθεὶς ὑπὸ θεοῦ“· καὶ τὰ χρησθέντα λόγια τῆς δοκιμασίας εὐθὺς ἐπεῖπεν, οἷς ἐπίστευσαν.

καὶ πρὸς τὸν Ἰησοῦν ἀποβλέψας ἀνδραγαθίζεσθαι παραινεῖ καὶ σφόδρα ἰσχύειν ἐν ταῖς εὐβουλίαις, ἀγαθὰς μὲν γνώμας εἰσηγούμενον, ἀνενδότοις δὲ καὶ ἐρρωμένοις λογισμοῖς τὰ γνωσθέντα καλῶς τελειοῦντα. καὶ ταῦτ’ ἔλεγεν ἴσως οὐ δεομένῳ παραινέσεως, ἀλλὰ τὸ φιλάλληλον καὶ φιλοεθνὲς πάθος οὐ στέγων, ὑφ’ οὗ τρόπον τινὰ κεντριζόμενος ἃ συνοίσειν ἐνόμιζεν ἀπεγύμνου.