De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

εἰ δὲ καὶ τούτους ἀνεπιτηδείους ὑπείληφας τὸ ἔθνος προκρίνων τῶν συγγενεστάτων καὶ οἰκειοτάτων, ἀλλ’ ἔστι γέ σοι φίλος ἄμεμπτος βάσανον ἀρετῆς τελείας δεδωκώς σοι τῷ πανσόφῳ· τί δὴ τοῦτον, εἰ μὴ γένους ἀλλὰ καλοκἀγαθίας ἡ αἵρεσίς ἐστιν, οὐκ ἀξιοῖς δοκιμάζειν;“

ἀλλ’ ἀποφανεῖται ὅτι „πάντων μὲν κριτὴν ποιεῖσθαι θέμις θεόν, διαφερόντως δὲ τῶν μεγάλων, ἐν οἷς [*](1 εἰς ora. S 2 ποιμένα seripsi: ποιμένος C2FG1HP (v), ποιούμενος SC1G2A ὃς ἀνυπαιτίως ἀφηγήσεται CG- mg F-, ὃς ἂν ὑπαιτίως ὑφηγήσηται S: om. ceteri σαθρὸν om. S 3 σπορὰς scripsi: ἐπ’ ὄρους S, σποράδην ceteri (v) 4 τότε] ποτὲ HP (Turn.) ἐπακούσας HP (v) oj S: om. ceteri (Turn.) 5 σοι] σου H1P ἀδελφοί Α μὲν S: μέντοι ceteri (v) 6 φύσει S: ttj φύσει ceteri (v) πρῶτοι S: οἷς CG2, om. G1, πρώτοις ceteri (v) κατάλειπε HP 7 ἀδελφοῖς Α τούτοις Richt. Tauchn. γέ] δέ F σοι om. ’ 10 δὴ τοῦτον] δῆτ’ οὑν S εἰ] ἢ ’, ἡ S-, ἡ ’ 11 ἀποφανῆται S ἀποφανεῖται scripsi): ἀποκρίνεται ceteri (v) ὅτι] ὅταν A 12 κριτὴν] κρίσιν AHP (Turn.) ποιεῖσθαι θέμις θεόν ’: ποιεῖσθαι θεὸν ἄριστον S, ποιεῖσθαι θέμις (om. θεόν) ceteri (Turn.) θέμις] θέλω P τῶν μεγάλων S: om. ceteri (v)) [*](4 sqq. Ofigenes in Xum. ffomil. ΧΧΙΙ 4 (t. X p. 271 Lomm.) Sed interim videamus Mosis magnificentiam. recessurus de saeculo orat Deum, ut provideat ducem populo. quid agis, Moses? num quid filii tibi uou sunt, Gersom et Eliezer? aut si aliquid de ipsis dubitas, non sunt filii fratris magui et egregii viri? quomodo non oras Deum pro ipsis, ut eos constituat populo duces? sed discant ecclesiarum principes, successores sibi non eos qui consanguinitate generis iuncti sunt nec qui carnis propinquitate sociantur testaraento signare . . ., sed referre ad iudicium Dei et non eligere illum, quera humanus commeudat afTectus, sed Dei iudicio totum de successoris electione jiermittere. hidor. Pelus. Hh. III epist. 289 (Migne t. 78 col. 963) ’Ev πολλοῖς μὲν καὶ ἄλλοις ἄγαμαι τὸν θεοφιλῆ Μωυσέα, ἐν τούτῳ hi διαφερόντως, ὅτι παντὸς πάθους κρείττων ὢν καὶ τῆς φυσικῆς φιλοστοργίας ὲκράιησε. δύο γάρ ἔχων υἱοὺς τεχθέντας μὲν παρ’ αὐτοῦ, τῆς δὲ πατρῴας ἀρετῆς μὴ γεγονόιας ζηλωτάς, οὐδένα αὐτῶν δίαδοχον π͂ις στραπαίας ἐχειροτόνησεν, ἀλλὰ τὸν ἀρετῇ μᾶλλον ἡ γένει προήκοντα, τὴν ἀρετὴν προκρίνας τῆς πρὸς τὴν τοῦ Κλοῦ διάκρισιν πολλάκις τυφλωττούσης φύσεως· οἱ γάρ ἐκ πατέρων νομίζοντες δίκαιον εἶναι τὰς ἀρχὰς ἐπὶ τοὺς παῖδας καταβαίνειν τυφλώττουσι πρὸς τὴν ἀλήθειαν. Theodoret. Quaest. in Num. 47 (Migne t. 80 col. 397) θαυμάσαι δὲ ἄξιον τὸν προφήτην, ὅτι καὶ παῖδας ἔχων καὶ ἀδελφὸν καὶ ἀδελφιδοῦν οὐδένα τούτων ἡγεμόνα προὐβάλετο, ἀλλὰ τὸν θεὸν ἤρετο καὶ τὸν ὑπ’ αὐτοῦ ψηφισθέντα κεχειροτόνηκε.)

v.5.p.283
τὸ εὖ γε ἢ χεῖρον μυρίους ὅσους εἰς εὐδαιμονίαν ἤγαγεν ἢ τοὐναντίον εἰς κακοδαιμονίαν. μεῖζον δ’ οὐδὲν ἀρχῆς, ᾗ τὰ πόλεων καὶ χωρῶν ὅσα κατὰ πόλεμον ἢ κατ’ εἰρήνην ἐπιτέτραπται· ὡς γὰρ πρὸς εὔπλοιαν ἀγαθοῦ καὶ τὴν γνώμην καὶ τὴν ἐπιστήμην δεῖ κυβερνήτου, τὸν αὐτὸν τρόπον καὶ πρὸς εὐνομίαν ὑπηκόων τῶν ἑκασταχοῦ χρεία πανσόφου τινὸς ἡγεμόνος.

σοφίαν δὲ πρεσβυτέραν οὐ μόνον τῆς ἐμῆς γενέσεως ἀλλὰ καὶ τῆς τοῦ κόσμου παντὸς οὖσαν οὔτε θέμις οὔτε δυνατὸν ἄλλῳ τῳ κρίνειν ἀλλ’ ἢ τῷ θεῷ καὶ τοῖς ἀδόλως καὶ καθαρῶς καὶ γνησίως αὐτῆς ἐρῶσιν.

ἐδιδάχθην δ’ ἀπ’ ἐμαυτοῦ μηδ’ ἄλλον τινὰ τῶν ἐπιτηδείων εἶναι δοκούντων εἰς ἀρχὴν δοκιμάσαι. τὴν γοῦν ἐπιμέλειαν καὶ προστασίαν τῶν κοινῶν οὔτ’ αὐτὸς ἐθελοντὴς εἱλόμην οὔθ’ ὑπ’ ἄλλου τινὸς ἀνθρώπων χειροτονηθεὶς ἔλαβον, ἀλλὰ καὶ τοῦ θεοῦ χρησμοῖς ἐναργέσι καὶ λογίοις ἀριδήλοις ἐμφανῶς θεσπίζοντος καὶ προστάττοντος ἄρχειν ἀνεδυόμην ἱκετεύων καὶ ποτνιώμενος, εἰς τὸ μέγεθος ἀφορῶν τοῦ πράγματος, ἕως, ἐπειδὴ πολλάκις ἐκέλευε, δείσας ἐπειθάρχησα.

πῶς οὖν οὐκ ἄτοπόν ἐστι μὴ τοῖς αὐτοῖς ἴχνεσιν ἐπακολουθῆσαι καὶ χρησάμενον ὅτ’ ἔμελλον ἄρχειν δοκιμαστῇ θεῷ πάλιν ἐπ’ αὐτῷ μόνῳ θέσθαι τὴν χειροτονίαν τοῦ διαδόχου, μὴ συνεφαψαμένης ἀνθρωπίνης γνώμης, ᾗ τὸ εἰκὸς συγγενέστερόν ἐστι τοῦ ἀληθοῦς, ἄλλως τε καὶ τῆς προστασίας οὐκ ἐπὶ [*](1 τὸ εὖ τε καὶ τὸ χεῖρον S γε] τε F, om. Α ἢ om. G2, ἢ χεῖρον om. C ἤγαγεν codd.: ἀνήγαγεν v 1. 2 ἢ τοὐναντίον εἰς κακοδαιμονίαν om. in textu S, ἢ τοὐναντίον κακοδαιμονίαν add. mg S (ante ἤγαγεν) 2 εἰς om. (S)C καὶ χωρῶν S: om. ceteri (v) 4 καὶ τὴν γνώμην om. FH’P, ss. Η2 4.5 τὸν αὐτὸν τρόπον καὶ om. S 5 πρὸς δ’ εὐνομίαν S ὑπηκόων τῶν ἑκασταχοῦ S: τῶν ἑκασταχοῦ ὑπηκόων Α, τῶν ἑκασταχοῦ om. G1, ὑπηκόων τῶν ἑκάστου ceteri (Turn.) χρεία G1: om. ceteri (v) 6 γενέσεως] γνώσεως S 7 τῳ om. S 8 ἀλλ’ 75 S: ἀλλ’ om. ceteri (v) τῶ θεῶ S: τῷ om. ceteri (v) τοῖς] τοὺς S 9 ἐρῶσιν] ἐρῶντας S δ’ om. S ἀφ’ ἐμαυτοῦ S1, ἀπεμοῦ αὐτοῦ C; ὑπ’ ἐμαυτοῦ conicio 11 ἐθελοντὴς] ἑκοντῆς S οὔτ’ S1, οὔθ’ corr. S2 ὑπ’ ἄλλου τινός S: ὑπό τινος ceteri (v) ἀνθρώπου AHP (v) 12 καὶ τοῦ θεοῦ S: om. ceteri (v) εὐαγέσι Α λογισμοῖς Α 13 θεοῦ ante ἐμφανῶς add. Η2 (v), post ἐμφανῶς add. θεοῦ F, τοῦ θεοῦ G1 προστάττοντος SCG2: προστάσσοντος ceteri 14 τῶν πραγμάτων Α 15 ἐκέλευε S: ἐκέλευσε cetori (v) επιθάρχησα S 16 ἐστὶν S: ἣν ceteri (v) ὅτ᾿ ] ὅτι S 18 συνεφαπτομένης A 18.19 ἤ τὸ εἰκός συγγενέστερόν ἐστιν S: ἣν εἰκὸς συγγενέστερόν ἐστι FG2, ἢν εἰκὸς συγγενέστερον εἶναι CAH1P, ἢν εἰκὸς συγγενεστέραν εἶναι Η2 (v), om. ’ 19 τοῦ ἀληθοῦς SG2, τοῦ ABBREVηθους C: τοῦ ἤθους A, τοῦ ἀήθους F H1 γρ. τοῦ εὐήθους mg H2 (v), om. G1) [*](6 cf. Prov. Sal. 8,22 sqq.)

v.5.p.284
τῷ τυχόντι ἔθνει γενησομένης, ἀλλὰ πολυανθρωποτάτῳ μὲν τῶν ἁπανταχοῦ πάντων, ἐπάγγελμα δὲ ἐπαγγελλομένῳ μέγιστον, ἱκεσίαν τοῦ ὄντως ὄντος, ὅς ἐστι ποιητὴς τῶν ὅλων καὶ πατήρ;

ὅπερ γὰρ ἐκ φιλοσοφίας τῆς δοκιμωτάτης περιγίνεται τοῖς ὁμιληταῖς αὐτῆς, τοῦτο διὰ νόμων καὶ ἐθῶν Ἰουδαίοις, ἐπιστήμη τοῦ ἀνωτάτω καὶ πρεσβυτάτου πάντων αἰτίου, τὸν ἐπὶ τοῖς γενητοῖς θεοῖς πλάνον ἀπωσαμένοις· γενητὸς γὰρ οὐδεὶς ἀληθείᾳ θεός, ἀλλὰ δόξῃ μόνον, τὸ ἀναγκαιότατον ἀφῃρημένος, ἀιδιότητα.“

Τοῦτο μὲν δὴ πρῶτον ἐναργέστατον δεῖγμα τῆς πρὸς ἅπαν τὸ ὁμόφυλον αὐτοῦ φιλανθρωπίας καὶ πίστεως· ἕτερον δὲ τοῦ λεχθέντος οὐκ ἀποδέον. ἐπειδὴ γὰρ ἀριστίνδην ὁ φοιτητὴς αὐτοῦ καὶ μιμητὴς τῶν ἀξιεράστων ἠθῶν Ἰησοῦς ἄρχων ἐδοκιμάσθη κριτηρίοις θείοις, οὐχ ὥσπερ ἂν ἕτερος ἐπὶ τῷ μὴ τοὺς υἱοὺς ἢ τοὺς ἀδελφιδοῦς αἱρεθῆναι κατήφησεν, ἀλλὰ ὑποπλησθεὶς ἀλέκτου χαρᾶς,