De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
τὰ μὲν οὖν ἐκ πρώτης ἡλικίας ἄχρι γήρως εἰς ἐπιμέλειαν καὶ κηδεμονίαν ἑνὸς ἑκάστου καὶ πάντων ἀνθρώπων πεπραγμένα αὐτῷ δεδήλωται πρότερον ἐν δυσὶ συντάξεσιν, ἃς ἀνέγραψα περὶ τοῦ βίου Μωυσέως. ἑνὸς δὲ ἢ δυοῖν ὧν ἐπὶ τελευτῇ κατώρθωσεν ἄξιόν ἐστιν ἐπιμνησθῆναι· δείγματα γάρ ἐστι τῆς συνεχοῦς καὶ ἀδιαστάτου καλοκἀγαθίας, ἣν ἀσύγχυτον ἐνεσφραγίσατο τῇ ψυχῇ χαρακτῆρι θείῳ τυπωθείσῃ.
ἐπειδὴ γὰρ ἡ προθεσμία τῆς θνητῆς ζωῆς ἔμελλεν αὐτῷ περατοῦσθαι καὶ λογίοις ἀριδήλοις ἔγνω τὴν ἐνθένδε μετανάστασιν, οὐδένα τῶν ἄλλων ἢ βασιλέων ἢ ἰδιωτῶν ἐμιμήσατο, οἷς μία σπουδή τε καὶ εὐχὴ κληρονόμους παῖδας καταλιπεῖν, ἀλλὰ καίτοι πατὴρ γεγονὼς δυοῖν υἱοῖν οὐδετέρῳ τὴν ἀρχὴν ἀπέλιπεν ἡττηθεὶς εὐνοίας συγγενικῆς καὶ πάθους φιλοικείου· καίτοι, εἰ καὶ τὰ τῶν τέκνων δι’ ὑποψιῶν ἦν, ἀλλ’ ἀδελφιδῶν γοῦν οὐκ ἠπόρει καλῶν κἀγαθῶν, οἳ γέρας ἀρετῆς ἔσχον τὴν ἀνωτάτω ἱερωσύνην.
ἀλλ’ ἴσως ἢ μεθέλκειν αὐτοὺς ἀπὸ τῆς θείας λειτουργίας οὐκ ἐδοκίμασεν ἢ καὶ ὅπερ εἰκὸς ἐνενόησεν, ὅτι ἀμήχανον τοὺς αὐτοὺς δύνασθαι καλῶς ἀμφοῖν ἐπιτροπεύειν, ἱερωσύνης τε καὶ βασιλείας, ὧν ἡ μὲν ἐπαγγέλλεται θεοῦ θεραπείαν, ἡ δ’ ἀνθρώπων ἐπιμέλειαν. ἴσως δὲ καὶ κριτὴν αὑτὸν οὐκ ἠξίωσε γενέσθαι πράγματος [*](1 προφήτης S: πατὴρ ceteri (v) ἐπ’ S 2 ταύτην] αὐτὴν S ὑπ’ αὐτὸν SAH2: ὑφ’ αὑτόν ceteri (v) εἴληφε SH1P ἤλειφεν ἤλειφεν (εἴληφεν G2) ἅπαντας transp. CG2 4 ἐκ τῆς πρώτης F 5 κηδαιμονίαν SC 6 δεδήλωται] λέλεκται S δυσὶ] τρισὶ CG2 (Mang.) τάξεσιν F 7 τοῦ om. S μωϋσέως SCG2: mμωϋσέος ceteri δὲ SA: δ’ ceteri δυεῖν ’, δευτέρου S 8 ἄξιον ἐστὶν S: ἀναγκαῖον ceteri (v) alt. ἐστὶ S: εἰσι ceteri (v) συνεχούσης FG2H1 ἀδιστάκτου H1P 9 ἀσύγκριτον S ἐνεσφραγίσατο S: ἐπεσφραγίσατο ceteri (v) 11 περατοῦσθαι scripsi: περαιοῦσθαι codd. (περεοῦσθαι S) λόγοις P ἀριδήλοις SCG2: ἀριδήλως ceteri ἔγνω S: προέγνω ceteri (Turn.) μετανάστασιν SAG1: μετάστασιν ceteri (Turn.) 12 pr. ἡ om. S 13 ἀπολιπεῖν S δυεῖν G1 14 υἱοῖν ora. S οὐδετέρῳ ’H-: θατέρω ’G’-, οὐθετέρω ceteri ἀπέλειπεν SHP εὐνοίας συγγενικῆς Mang.: εὐνοίας συγγενείας S, εὐνοία (ἀγάπη Α) συγγενικὴ ceteri (Turn.) καὶ] ἐκ ’ 15 πάθει φιλοικείω Α (Turn.) καὶ εἰ transp. CG2, καὶ om. FG1 ἀλλ’ S: om. ceteri (v) IG κἀγαθῶν S: καὶ ἀγαθῶν ceteri (v) οἲ καὶ γέρας S 17 καὶ τὴν S ἄνω S 18 ἐδοκήμασεν S: ἐδοκίμαζεν ceteri (v) καὶ om. S εἰκὸς] εἰκὸς ἢν FHP (v) ἐνενόησεν] οὐκ ἐνόησεν S ἀμήχανον τοῦτο ’’’ 19 καλῶς S: om. ceteri (ν) ἀμφοῖν S: ἄμφω ceteri (v) 21 αὑτόν CA: αὐτόν ceteri)