De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Ἄγαμαι δὲ κἀκεῖνον τὸν νόμον, ὃς καθάπερ ἐν χορῷ παναρμονίῳ συνᾴδων τοῖς προτέροις διαγορεύει, βοῦν ἀλοῶντα μὴ φιμοῦν. οὗτος γάρ ἐστιν ὁ πρὸ μὲν τῆς σπορᾶς [οὔσης] τῆς βαθυγείου πεδιάδος ἀνατέμνων τὰς αὔλακας καὶ προετοιμασάμενος οὐρανῷ καὶ γεωπόνῳ τὰς ἀρούρας, τῷ μὲν ἵνα καιρίως κατασπείρῃ, τῷ δ’ ἵνα κόλποι βαθεῖς ὑποδεξάμενοι τὰς διὰ τῶν ὑετῶν χάριτας ταμιεύωσι καὶ χορηγῶσιν ἐκ τοῦ κατ’ ὀλίγον τῷ σπόρῳ τροφὰς πίονας, ἄχρις ἂν σταχυηφορήσας τελειογονήσῃ τὸν ἐτήσιον καρπόν· μετὰ δὲ τὴν τελείωσιν πάλιν βοῦς ἐστι πρὸς ἑτέραν ὑπηρεσίαν ἀναγκαῖος, κάθαρσιν δραγμάτων καὶ διάκρισιν σκυβάλων ἀπὸ τοῦ γνησίου καὶ χρησίμου.

ἀλλ’ ἐπειδὴ τὴν ἐπὶ τοῖς [γῆν] ἀλοῶσι βουσὶν ἥμερον καὶ χρηστὴν πρόσταξιν εἶπον, καὶ τὸν ἐπὶ τοῖς γῆν ἀροῦσι θρέμμασι τεθέντα νόμον ἑξῆς δίειμι τῆς αὐτῆς ὄντα συγγενείας. ἀπαγορεύει γὰρ ἐν ταὐτῷ καταζευγνύναι πρὸς [*](1 tit.. εἰς τὸ βοῦν ἀλοῶντα οὐ κημώσεις add. S ἀγαμἐνοις (om. δὲ) AFH1P ἐκεῖνον F χορῷ] χώρω H1P, χωρίω F 1.2 συναρμονίω S 2 συνᾷδόν S2, συνῳδὸν S1 ut vid. τοῖς πρώτοις F φημοῦν H, κημοῦν S (fort. recte) 3 verba πρὸ μὲν τῆς σπορᾶς οὔσης om. S μέν om. G2 οὔσης om. in lac. G1, seclusi τῆς S: om. ceteri (v) βαθυγείας S 4 ἀνατεμὼν FG1HP (v) τὰς αὔλακας S: εἰς αὔλακας ceteri (Turn.) pr. καὶ SG1: om. ceteri (Turn.) προετοιμῳμένος F οὐρανῷ] οὖν AP2 45 γεωπονῶντας ἀρούρας C 5 ἶνα—ταμιεύωσι (6) om. Α κατασπείρῃ SCG2: κατασπείρει F, κατασπείροι G1HP 6 ταμιεύωσι καὶ χορηγῶσιν S: ταμιεύσωσι (σώσῃ Α) καὶ χορηγήσωσιν ceteri (v) 7 καθολίγον S1, corr. S2 πίονας] πλείονας CG2 ἄχρις ἂν] ὃς C σταχυηφορήσας G1: σταχυφορήσας Η, σταχυοφορήσας ceteri (v) 8 δὲ om. S 9 ἐστὶν S ἑτέραν om. S ὑπηρεσίαν ἀναγκαῖος Α: ὑπηρεσίαν ἀναγκαίαν CG2FG1 (Turn.), ἀναγκαίαν ὑπηρεσίαν S, ἀναγκαῖος om. ΗP κάθαρσιν om. S 10 ἀλλ’ ἐπειδὴ—συγγενείας (13) om. in lac. G1 10. 11 τὴν ἐπὶ τοῖς scrijjsi: τοῖς C (v), τὴν ceteri 11 γῆν h. l. seclusit Mang. ἀλόωσι AP βοῦς AΗ1P, βόες F χρηστὴν Mang.: ῥητὸν AFH1P, ῥητὴν ceteri εἶπον SC: εἰπὼν ceteri (v) 12 τὸν om. S γῆν b. l. inserui τεθέντων F δίειμι SCG2: δι’ ἥν AH1P, δι’ ἧς F, δίεισι Η2 τῆς] τά τῆς SCG2 13 ὄντα συγγενείας S: συγγενείας ὄντα CG2, ὄντας εὐγενείας AFHP; εὐμενείας coni. Mang. tit. περὶ τοῦ μὴ καταζευγνύειν βοῦν καὶ ὄνον add. S mg G2 κατζευγνύναι SCG2 (Clem. Al.): ζευγνύναι ceteri (v)) [*](2 Deut. 25,4. cf. loseph. Ant. lud. IV § 233 μηδὲ βοῶν ὁπότε τρίβοιεν τοὺς στάχυας ἀποδεῖν τὰ στόματα ἐπὶ τῆς ἅλωος· οὐ γσ̀ρ εἶναι δίκαιον εἴργειν τοὺς συνειργασμένους τοῦ καρποῦ καὶ περὶ τὴν γένεσιν αὐτοῦ πονήσαντας. 2 pergit Clem. Alex. l. l. ὁ δέ αὐτὐς νόμος διαγορεύει βοῦν ἀλοοῦντα μὴ φιμοῦν· δεῖ γὰρ καὶ τὸν ἐργάτην τροφῆς ἀξιοῦσθαι (cf. I Tim. 5,18). 13 Deut, 22,10. cf. Ioseph. Ant. Iud.IV § 228 . . . βουσὶν ἀροῦν τὴν γῆν, καὶ μηδέν τῶν ἑτέρων ζῴων σὺν αὐτοῖς ὑπό ζεύγλην ἄγοντας, ἀλλὰ κατ’ οἰκεῖα γένη κἀκείνοις ποιεῖσθαι τὸν ἄροτον. 13 sqq. pergit Clem. Alex. l. l. ἀπαγορεύει τε ἐν ταὐτῷ καταζευγνύαι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, τάχα μὲν καὶ τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, δηλῶν δ’ ἅμα μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν καὶ ὑπὸ ζυγὸν ἄγειν οὐδὲν ἔχοντας αἰτιάσασθαι ὅτι μὴ ιὁ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον, μήτε κακία μήτε ἀπό κακίας ὁρμώμενον. ἐμοὶ δὲ δοκεῖ καὶ μηνύειν ἡ ἀλληγορί, μὴ δεῖν ἐπ’ ἴσης κθαρῷ καὶ ἀκαθάρτῳ πιστῷ τε καὶ ἀπίστῳ τῆς τοῦ λόγου μεταδιδόναι γεωργίας, διότι τὸ μέν ἐστι καθαρόν, ὁ βοῦς, ὄνος δέ τῶν ἀκαθάρτων λελόγισται. 13 sqq. pergit Clem. Alex. l. l. p. 479 P. δαψιλευόμενος δέ τῇ φιλανθρωπίᾳ 6 χρηστὸς λόγος μηδὲ ὅσα τῆς ἡμέρου ὕλης ἐστὶ δενδροτομεῖν ταῦτα προσῆκον εἶναι διδάσκει μηδὲ μὴν κείρειν ἐπὶ λύμη στάχυν πρὸ τοῦ θερισμοῦ, ἀλλὰ μηδὲ συνόλως καρπὸν ἥμερον διαφθείρειν μήτε τὸν τῆς γῆς μήτε τὸν τῆς ψυχῆς· οὐδὲ γὰρ τὴν τῶν πολεμίων χώραν τἐμνειν ἐᾷ.)

v.5.p.312
ἄροτον γῆς βοῦν καὶ ὄνον, οὐ μόνον τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, διότι τὸ μέν ἐστι καθαρόν, ὄνος δὲ τῶν οὐ καθαρῶν, τὰ δὲ οὕτως ἠλλοτριωμένα συνάγειν οὐ πρέπει, ἀλλ’ ἐπειδὴ καὶ τὴν ἰσχύν ἐστιν ἄνισα, προμηθεῖται δὲ τῶν ἀσθενεστέρων, ὡς μὴ πρὸς δυνατωτέρας βίας θλίβηται καὶ προσπιέζηται· καίτοι τὸ μὲν ἀσθενέστερον, ὄνος, ἔξω περιρραντηρίων ἐλαύνεται, τὸ δὲ ἐρρωμενέστερον, βοῦν, ἐν ταῖς τελειοτάταις θυσίαις νόμος ἱερουργεῖν.

ἀλλ’ ὅμως οὔτε τῆς τῶν ἀκαθάρτων ἀσθενείας ὠλιγώρησεν οὔτε τοῖς καθαροῖς ἐφῆκεν ἰσχύϊ πρὸ δίκης χρῆσθαι, μόνον οὐκ ἄντικρυς βοῶν καὶ κεκραγὼς τοῖς ὦτα ἔχουσιν ἐν ψυχῇ, μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ὅτι μὴ τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον· ὅσα γὰρ μήτε κακία μήτε ἀπὸ κακιῶν ἔξω παντὸς ἐγκλήματος ἵσταται.