De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
Περὶ δικαιοσύνης καὶ τῶν κατ’ αὐτὴν ὅσα καίρια πρότερον [*](II p. 375 M.) εἰπὼν μέτειμι τῶν ἑξῆς ἐπ’ ἀνδρείαν, οὐχ ἣν οἱ πολλοὶ νομίζουσι τὴν ἀρειμάνιον λύτταν ὀργῇ συμβούλῳ χρωμένην, ἀλλὰ τὴν ἐπιστήμην.
θράσει μὲν γὰρ ἐπαιρόμενοί τινες, συμπραττούσης σωματικῆς ἰσχύος, ταχθέντες κατὰ πόλεμον ἐν ταῖς παντευχίαις ἡβηδὸν μυρίους ὅσους τῶν ἀντιπάλων κατέβαλον, ἀνοίκειον μὲν εὔφημον δ’ ἀριστείας ὄνομα καρπωσάμενοι, διαφερόντως ὑπὸ τῶν τὰ τοιαῦτα κρινόντων εὐκλεεῖς νίκῃ νομισθέντες, ἄγριοι καὶ θηριώδεις ἐκ φύσεως καὶ μελέτης γεγονότες, [*](1 φῶνος περὶ γ' ἀρετῶν ἅς σὺν ἄλλαις ἀνέγραψε μωυσῆς περὶ ἀνδρείας καὶ φιλανθρωπίας καὶ μετανοίας S, περὶ ἀρετῶν ἤτοι περὶ ἀνδρείας καὶ εὐσεβείας καὶ φιλανθρωπίας καὶ μετανοίας:—περὶ ἀνδρείας BEK, τοῦ αὐτοῦ φίλωνος τοῦ ἑβραίου περὶ ἀρετῶν ἤτοι περὶ ἀνδρείς καὶ εὐσεβείας καὶ φιλανθρωπίας καὶ μετανοίας: περὶ ἀνδρείας M, φίλωνος περὶ ἀρετῶν ἤτοι ἀνδρείας καὶ εὐσεβείας καὶ φιλανθρωπίας καὶ μετανοίας VO, τοῦ αὐτοῦ περὶ ἀρετῶν, ἀνδρείας καὶ εὐσεβείας καὶ μετανοίας καὶ φιλανθρωπίας F, περὶ ἀρετῶν ἤτοι περὶ ἀνδρείας καὶ εὐσεβείας HP, τοῦ αὐτοῦ φίλωνος περὶ ἀνδρίας Α, περὶ ἀνδρείας G 6 λόγος οὗτος ἀνακεφαλαίωσιν περιέχει τῶν ὄπισθεν εἰρημένων περὶ μώσεως ἤγουν βίου αὐτοῦ καὶ ἀρετῆς καὶ τῶν ἐκ θεοῦ πορισθέντων αὐτῷ χαρισμάτων mg V2OK 6.7 πρότερον εἰπὼν] προειπὼν BEK1M 7 εἰπὼν] εἶπον· S τῶν] τὸ H2 (v), τῶν eras. VK, oui. KO ἀνδρίαν AEFGO 8 ἀρειμάνειον K, ἀρειμανίαν G, ἀριμανίαν S (ἀρειμάνειον ν) ὀργὴν Β1Ε συμβόλῳ VO τὴν oni. Α ἐπιστήμη ’MAPV’ 10 ὅσους μυρίους transp. EKM 11 τῶν ἀντιπάλων katqebalon Α: ἀνελόντες τῶν ἀντιπάλων ceteri (Turn.) μέν] οὐ γάρ V2OF δὲ G, δ’ oin. SVOF 12 ἐκαρπώσαντο V2OKF τὰ om. A ευ ἐπικρινόντων coni. Mang. ἀκλεεῖς Κ 13 νίκη VOKF: νίκην ceteri (v) ; νικηταὶ coni. Mang. κομισθέντες Α)
εἰσὶ δ’ οἳ καὶ ἐν οἰκίᾳ διατρίβοντες, τῶν σωμάτων αὐτοῖς ἢ μακραῖς νόσοις ἢ ἐπιπόνῳ γήρᾳ κατεσκελετευμένων, ὑγιαίνοντες καὶ νεάζοντες τῷ κρείττονι μέρει τῆς ψυχῆς μεστοί τε φρονήματος καὶ θαρραλεωτάτης γέμοντες εὐτολμίας, ἀμυντηρίων ὅπλων μηδ’ ὄναρ ψαύοντες, βουλευμάτων ἀγαθῶν κοινωφελεστάταις εἰσηγήσεσι τά τε ἴδια ἑκάστων καὶ τὰ κοινὰ τῶν πατρίδων πεσόντα πολλάκις ἀνώρθωσαν, ἀνενδότοις καὶ ἀκαμπέσι χρησάμενοι τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς.