De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

[*](II p. 270 M.)

Ἐν μὲν τῇ πρὸ ταύτης συντάξει δύο κεφάλαια ἠκρίβωται τῶν δέκα, τό τε περὶ τοῦ μὴ νομίζειν θεοὺς αὐτοκρατεῖς ἑτέρους καὶ τὸ περὶ τοῦ μηδὲν θεοπλαστεῖν χειρόκμητον· εἴρηται δὲ καὶ τὰ ἑκατέρῳ τῶν κατὰ μέρος διατεταγμένων ἁρμόττοντα νόμιμα. νυνὶ δὲ περὶ τριῶν τῶν κατὰ στοῖχον ἑξῆς διαλεξώμεθα πάλιν ἐφαρμόττοντες τὰ προσήκοντα τῶν ἐν εἴδει.

πρῶτον δ’ ἐστὶ τῶν τριῶν τὸ μὴ θεοῦ ὄνομα λαμβάνειν ἐπὶ ματαίῳ. ὁ γὰρ τοῦ σπουδαίου, φησί, λόγος ὅρκος ἔστω, βέβαιος, ἀκλινής, ἀψευδέστατος, ἐρηρεισμένος ἀληθείᾳ. κἂν εἰ ὀμνύναι μέντοι βιάζοιντο αἱ χρεῖαι, πατρὸς ἢ μητρὸς ζώντων μὲν ὑγείαν καὶ εὐετηρίαν, [*](1 — 4 tit. περὶ τῶν ἀναφερομένων ἐν εἴδει νόμων εἰς τρία γένη τῶν δέκα λόγων (λογίων scripsi), τὸ γ΄, τὸ δ΄, τὸ ἑ· τὸ περὶ εὐορκίας καὶ σεβασμοῦ τῆς ἱερᾶς ἑβδόμης καὶ γονέων τιμῆς F, Φίλωνος περὶ τῶν ἀναφερομένων ἐν εἴδει νόμων εἰς γ΄ γένη τῶν ι΄ λόγων, τὸ περὶ εὐορκίας καὶ σεβασμοῦ τῆς ἱεράς ἑβδομάδος καὶ γονέων τιμῆς M, in R tit. exstinctus, ε ῶ ω man. rec. in marg. scr. π τ ἐν εἴδει νομ τὸ ε (sic) 5 μὲν om. R συντάξει M: βίβλῳ RFN ἠκρίβωνται RM 6 δέκα λογίων coni. Mang. τε om. R περὶ τοῦ RF: παρὰ τοῦ N, περὶ τοῦ om. M 7 τὸ om. FN (Turn.) περὶ] παρὰ N χειρότμητον M (Tisch.) 8 περὶ] παρὰ N τριῶν (R?)M: τῶν τριῶν FN (v) 9 κατὰ στοῖχον (R?)M: κατὰ τὸ στοιχεῖον FN διαλεξώμεθα M: διαλεξόμεθα RFN 10 tit. περὶ εὐορκίας add. mg M δ’ om. M 11 ὅρκος RFN: εὔορκος M 12 ἐρειρισμένος M ἀληθεία] κλήσει θεία M εἰ RM, εἰ (??) F: εἰ μὴ NL (Turn.) Vi μητρὸς ἢ πατρὸς transp. N ὑγείαν RM: ὑγίειαν FN εὐετηρίαν RM: εὐγηρίαν FN) [*](5 — 88,3 N fol. 161r τοῦ αὐτοῦ ἀπὸ τοῦ λόγου τοῦ περὶ εὐορκίας καὶ σεβασμοῦ τῆς ἱερᾶς ἑβδόμης καὶ γονέων τιμῆς: ἐν μὲν — νομίζεσθαι. 11 cf. de decal. § 84 κάλλιστον . ., τὸ ἀνώμοτον . . ., ὡς τοὺς λόγους ὅρκους εἶναι νομίζεσθαι. Plat. Phaedr. 236d ὁ δέ μοι λόγος ὅρκος ἔσται.)

v.5.p.86
τετελευτηκότων δὲ τὴν μνήμην ὅρκον ποιητέον· ἀπεικονίσματα γὰρ οὗτοί γε καὶ μιμήματα θείας δυνάμεώς εἰσι, τοὺς μὴ ὄντας εἰς τὸ εἶναι παραγαγόντες.

ἀναγέγραπταί τις ἐν τοῖς νόμοις τῶν ἀρχηγετῶν καὶ ἐπὶ σοφίᾳ μάλιστα θαυμασθέντων ὀμνὺς „κατὰ τοῦ φόβου τοῦ πατρός” (Gen. 31,53), ὑπὲρ ὠφελείας, οἶμαι, τῶν ἔπειτα καὶ διδαχῆς ἀναγκαίας, ἵνα τοὺς γονεῖς ὃν χρὴ τρόπον τιμῶσι στέργοντες ὡς εὐεργέτας καὶ εὐλαβούμενοι ὡς ὑπὸ φύσεως κατασταθέντας ἄρχοντας καὶ μὴ ῥᾳδίως ἐπιχειρῶσιν ὀνομάζειν θεόν.

ἄξιον ἐπαινεῖν καὶ τούς, εἴ ποτε βιασθεῖεν ὀμνύναι, τῷ μέλλειν καὶ βραδύνειν καὶ ἀποκνεῖν ἐμποιοῦντας δέος οὐ μόνον τοῖς ὁρῶσιν ἀλλὰ καὶ τοῖς προκαλουμένοις εἰς τὸν ὅρκον· εἰώθασι γὰρ ἀναφθεγξάμενοι τοσοῦτον μόνον „νὴ τόν“ ἢ "μὰ τόν“, μηδὲν προσπαραλαβόντες, ἐμφάσει τῆς ἀποκοπῆς τρανοῦν ὅρκον οὐ γενόμενον.

ἀλλὰ καὶ προσπαραλαβέτω τις, εἰ βούλεται, μὴ μέντοι τὸ ἀνωτάτω καὶ πρεσβύτατον εὐθὺς αἴτιον, ἀλλὰ γῆν, ἥλιον, ἀστέρας, οὐρανόν, τὸν σύμπαντα κόσμον· ἀξιολογώτατα γὰρ ταῦτα ἅτε καὶ πρεσβύτερα τῆς ἡμετέρας γενέσεως καὶ