De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

Πρῶτον μὲν οὖν παράγγελμα καὶ παραγγελμάτων ἱερώτατον στηλιτεύσωμεν ἐν ἑαυτοῖς, ἕνα τὸν ἀνωτάτω νομίζειν τε καὶ τιμᾶν θεόν· δόξα δ’ ἡ πολύθεος μηδ’ ὤτων ψαυέτω καθαρῶς καὶ ἀδόλως ἀνδρὸς εἰωθότος ζητεῖν ἀλήθειαν.

ἀλλ’ ὅσοι μὲν ἡλίου καὶ σελήνης καὶ τοῦ [*](1 δὲ AP νέμοντες] μεταδιδόντες M μνήμην G Arm : μνήμης ceteri (v) 1. 2 καινότατον coni. Mang. post κοινότατον add. ἀξιοῦνται Turn., μεταδιδόντες Mang. 2 ἐπιλάθονται F1, in ἐπελάθοντο corr. F2 οὗ μόνον MAPH2: οὐ μόνον οὗ FGH1 μεμνῆσθαι προσῆκον ἦν MF Arm: προσῆκον ἣν μεμνῆσθαι ceteri (v) 3 ἔνιοι] ἕτεροι M (Mang.) δὲ om. M στομάργῳ] στόματι ἀργῶ M, om. Arm 4 ἀσεβείας M Arm: ἀδικίας ceteri (Turn.) 5 κακήγορον Mang. (sic Arm): κατήγορον codd. 6 ἅμα] ἀλλὰ F ἄληκτον M 8 ἡ γὰρ M: ἥτις ceteri ἑλέπολις FH τουτέστιν MGH, τουτέστι AP, om. F ὧ μόνω M Arm : μόνον ὧ APG, οἱ μόνον ὧ H, οἱ μόνω νῶ F 9 ἐπιστομίζουσι M : ἐπιστοματίζουσι APFG, ἀποστοματίζουσι H 10 ἡσυχίαν M: τὴν ἡσυχίαν ceteri (v) 12 δ’ om. M καθὸ] πρὸς ὃ M 13 πάντων M εἷς M Arm: om. ceteri 14 ἀγεννήτου F 15 pr. καὶ] καὶ τοῦ M (Mang.) θεραπείᾳ om. Arm σφόδρ’ GH 16 ἐπαποδυώμεθα G, ω ex ο corr. Η: ἐπαποδυόμεθα APF, ἐπαποδυσόμεθα M ὐποκλινόμενοι .A.P μηδ’] μὴ AP 17 ὑφ’] ἀφ’ H (Turu) 18 μὲν MG : om. ceteri; μὲν οὖν om. Turu. καὶ παραγγελμάτων] καὶ παραδειγμάτων AP, om. M ἱερώτατον] τῶν ἱερωτάτων M 19 ἐν om. M ἑαυτοῖς MG : αὑτοῖς H, αὐτοῖς APF τὸν] τῶν AP ἀνώτατον F 20 καθαρῶς καὶ ἀδόλως ἀνδρὸς codd. : ἀνδρὸς καθαρῶς καὶ ἀδόλως Mang. 21 ὅσοι] οἱ M)

v.4.p.284
σύμπαντος οὐρανοῦ τε καὶ κόσμου καὶ τῶν ἐν αὐτοῖς ὁλοσχερεστάτων μερῶν ὡς θεῶν πρόπολοί τε καὶ θεραπευταί, διαμαρτάνουσι μὲν — πῶς γὰρ οὔ; — τοὺς ὑπηκόους πρὸ τοῦ ἄρχοντος ἀποσεμνύνοντες, ἧττον δὲ τῶν ἄλλων ἀδικοῦσι τῶν ξύλα καὶ λίθους ἄργυρόν τε καὶ χρυσὸν καὶ τὰς παραπλησίους ὕλας μορφωσάντων ὡς φίλον ἑκάστοις, εἶτ’ ἀγαλμάτων καὶ ξοάνων καὶ τῶν ἄλλων χειροκμήτων, ὧν πλαστικὴ καὶ ζωγραφία δημιουργοὶ μεγάλα ἔβλαψαν τὸν βίον τὸν ἀνθρώπινον, καταπλησάντων τὴν οἰκουμένην.

τὸ γὰρ κάλλιστον ἔρεισμα τῆς ψυχῆς ἐξέκοψαν, τὴν περὶ τοῦ ζῶντος ἀεὶ θεοῦ προσήκουσαν ὑπόληψιν, ὥσπερ τε ἀνερμάτιστα σκάφη σαλεύουσιν ὧδε κἀκεῖσε διαφερόμενοι τὸν αἰῶνα, μηδέποτ’ εἰς λιμένα κατᾶραι μηδ’ ἐνορμίσασθαι βεβαίως ἀληθείᾳ δυνάμενοι, τυφλώττοντες περὶ τὸ θέας ἄξιον, πρὸς ὃ μόνον ὀξυδορκεῖν ἀναγκαῖον ἦν.

καί μοι δοκοῦσι τῶν τὰς τοῦ σώματος ὄψεις πεπηρωμένων ἀθλιώτερον ζῆν· ἐκεῖνοι μὲν γὰρ ἀκουσίως ἐβλάβησαν ἢ νόσον ὀφθαλμῶν χαλεπὴν ὑποστάντες ἢ πρὸς ἐχθρῶν ἐπιβουλευθέντες, οἱ δ’ ἑκουσίῳ γνώμῃ τὸ τῆς ψυχῆς ὄμμα οὐκ ἠμαύρωσαν μόνον ἀλλὰ καὶ παντελῶς ἀποβαλεῖν ἠξίωσαν.

ὅθεν τοῖς μὲν ἔλεος ὡς ἠτυχηκόσι, τοῖς δὲ κόλασις ὡς μοχθηροῖς ἕπεται δικαίως, οἳ μετὰ τῶν ἄλλων οὐδὲ τὸ προχειρότατον ἐνενόησαν, ὃ καὶ παῖς „ἔγνω νήπιος“, ὅτι τοῦ τεχνιτευθέντος ὁ τεχνίτης ἀμείνων, καὶ χρόνῳ — πρεσβύτερος γὰρ καὶ τρόπον τινὰ τοῦ δημιουργηθέντος πατήρ — καὶ δυνάμει· τὸ γὰρ δρῶν τοῦ πάσχοντος ἐπικυδέστερον.

καὶ δέον, εἴπερ ἄρα ἐξημάρτανον, τοὺς ζωγράφους αὐτοὺς καὶ ἀνδριαντοποιοὺς ὑπερβολαῖς τιμῶν ἐκτεθειωκέναι, τοὺς μὲν εἴασαν ἀφανεῖς οὐδὲν πλέον παρασχόντες, τὰ δ’ ὑπ’ ἐκείνων δημιουργηθέντα πλάσματα καὶ ζωγραφήματα θεοὺς ἐνόμισαν.

καὶ οἱ [*](1 τε καὶ κόσμου om. Richt. 2 πρόσπολοι F2H 3 πρὸ om. Turn. ἄρχοντος] ἄρχεται ’ σεμνύνοντες Η (Turn.) .3 φίλων F 6 εἶτ’] ἥτ᾿ F χειροτμήτων Μ 6. 7 πλαστικῆς καὶ ζωγραφίας M 7 ζωγραφικὴ Arm δημιουργοὶ M: δημιουργία Arm, καὶ δημιουργία ceteri; κακαὶ δημιουργοὶ coni. Mang. ἔβλαψαν M: ἔβλαψε ceteri τὸν βίον τὸν ἀνθρώπινον APFG: τὸν ἀνθρώπινον βίον H (Turn.), τὸν βίον τῶν ἀνθρώπων M 8 καταπλήσαντες M 10 τε FGH: δ’ M, τὰ AP, om. Arm σαλεύουσιν ὧδε κἀκεῖσε M: ὧδε κἀκεῖσε σαλεύουσι ceteri (v) 11 τὸν λιμένα AP μηδὲ καθορμίσασθαι M 12 ὀξυδερκεῖν APF, ε in ο corr. Η 13 τῶν om. M τοῦ om. APF 13.14 πεπηρωμένον A 15 δὲ M 18 οἱ] οἱ δὲ M U) καὶ MGH: κἂν APF Arm (Mang.) 22 ἄρα MA, ἄρ’ PFGH: om. v 23 ζωγράφους] γραφεῖς M ἐκτεθειακέναι M 25 alt. καὶ] καὶ γὰρ Arm) [*](19 Hom. H. P 32. Hesiodi Op. 218.)

v.4.p.285
μὲν τεχνῖται πολλάκις ἄποροι καὶ ἄδοξοι κατεγήρασαν ἀτυχίαις ἐπαλλήλοις ἐναποθανόντες, τὰ δὲ τεχνιτευθέντα πορφύρᾳ καὶ χρυσῷ καὶ ταῖς ἄλλαις πολυτελείαις, ἃς πλοῦτος χορηγεῖ, σεμνοποιεῖται καὶ θεραπεύεται, οὐ πρὸς ἐλευθέρων μόνον ἀλλὰ καὶ εὐπατριδῶν καὶ τὸ σῶμα καλλίστων· ἱερέων γὰρ καὶ τὸ γένος ἐξετάζεται μετὰ πάσης ἀκριβείας, εἰ ἀνεπίληπτον, καὶ ἡ κοινωνία τῶν τοῦ σώματος μερῶν, εἰ σύμπασα ὁλόκληρος.

καὶ οὔπω τοῦτο δεινόν, καίτοι δεινὸν ὄν, ἀλλ’ ἐκεῖνο παγχάλεπον· ἤδη γάρ τινας οἶδα τῶν πεποιηκότων τοῖς πρὸς ἑαυτῶν γεγονόσιν εὐχομένους τε καὶ θύοντας, οἷς πολὺ βέλτιον ἦν ἑκατέραν τῶν χειρῶν προσκυνεῖν, εἰ δὲ μὴ βούλοιντο δόξαν φιλαυτίας ἐκτρεπόμενοι, σφύρας γοῦν καὶ ἄκμονας καὶ γραφίδας καὶ καρκίνους καὶ τὰ ἄλλα ἐργαλεῖα, δι’ ὧν ἐμορφώθησαν αἱ [*](p. 193 M.) ὗλαι.

| καίτοι πρὸς τοὺς οὕτως ἀπονοηθέντας ἄξιον παρρησιασαμένους εἰπεῖν· εὐχῶν ἀρίστην εἶναι συμβέβηκεν, ὦ γενναῖοι, καὶ τέλος εὐδαιμονίας τὴν πρὸς θεὸν ἐξομοίωσιν.

εὔχεσθε οὖν καὶ ὑμεῖς ἐξομοιωθῆναι τοῖς ἀφιδρύμασιν, ἵνα τὴν ἀνωτάτω καρπώσησθε εὐδαιμονίαν, ὀφθαλμοῖς μὴ βλέποντες, ὠσὶ μὴ ἀκούοντες, μυκτῆρσι μήτε ἀναπνέοντες μήτε ὀσφραινόμενοι, στόματι μὴ φωνοῦντες μηδὲ γευόμενοι, χερσὶ μήτε λαμβάνοντες μήτε διδόντες μήτε δρῶντες, ποσὶ μὴ βαδίζοντες, μηδ’ ἄλλῳ τινὶ τῶν μερῶν ἐνεργοῦντες, ἀλλ’ ὥσπερ ἐν εἱρκτῇ τῷ ἱερῷ φρουρούμενοι καὶ φυλαττόμενοι, μεθ’ ἡμέραν τε καὶ νύκτωρ τὸν ἀπὸ τῶν θυομένων ἀεὶ καπνὸν σπῶντες· ἓν γὰρ μόνον τοῦτ’ ἀγαθὸν προσαναπλάττετε τοῖς ἀφιδρύμασιν.

ἀλλ’ ἔγωγε νομίζω ταῦτα ἀκούοντας οὐχ ὡς ἐπ’ εὐχαῖς ἀλλ’ ὡς ἐπὶ κατάραις ἀγανακτήσειν καὶ τρέψεσθαι [*](1 ἄδοξοι καὶ ἄποροι transp. M κατεγήρασαν F2, κατερράγησαν F1 3 καὶ θεραπεύεται M: θεραπεύεταί τε ceteri (v) 4 ἱερέων codd.: ἱερέως Turn. 5 καὶ M Arm: om. ceteri (Turn.) ἀκριβείας] εὐσεβείας M εἰ] εἰς G 6 σώματος] σύμπαντος Α 7 χαλεπόν M 8 ἑαυτῶν M: αὐτῶν AFGH (v), αὐτὸν P 9 ἑκατέρας AP 10 βούλοιντο] ἐβούλοντο M (Mang.) οὖν M ἄκμωνας M 11 τἆλλα FG, τἄλλα H 12 τοὺς MAP: τούτους FGH (Turn.) 13 εὐχῶν] ἀρχῶν G, γρ. καὶ εὐχῶν mg. G 14 οὖν om. M Arm καὶ om. Η (Turn.) 16 μήτε ἀναπνέοντες M: μὴ ἀναπνέοντες ceteri (Turn) 17 στόματι — γευόμενοι om. M 17. 18 μὴ λαμβάνοντες M 18 μήτε δρῶντες om Arm μηδ’] μήτ’ M 19 μερῶν] μελῶν coni. Mang. τῷ om. G 20 τὸν] τῶν APG 21 ἀεὶ MH: αἰεὶ APFG β' καπνῶν AP: τοῦ . . . καπνοῦ coui. Mang. σπῶντες καπνῶν Α μόνον τοῦτ’ ἀγαθὸν M : τοῦτο ἀγαθὸν μόνον ceteri 22 προσαναπλάττετε APG : προσαναπλάττεται MFH Arm (v) ταῦτ’ AP 23 ἀγανακτήσει M τρέψεσθαι Turn. (v): τρίψασθαι codd.)

v.4.p.286
πρὸς λοιδορίας ἄμυναν ἀντικατηγοροῦντας· ὃ μέγιστον ἂν εἴη τεκμήριον τῆς ἐπιπολαζούσης ἀσεβείας ἀνθρώπων θεοὺς νομιζόντων, οἷς ὅμοιοί

ποτε τὰς φύσεις ἀπεύξαιντ’ ἂν γενέσθαι. μηδεὶς οὖν τῶν ἐχόντων ψυχὴν ἀψύχῳ τινὶ προσκυνείτω· πάνυ γὰρ τῶν ἀτόπων ἐστὶ τὰ φύσεως ἔργα πρὸς θεραπείαν τετράφθαι τῶν χειροκμήτων. Αἰγυπτίοις δ’ οὐ μόνον τὸ κοινὸν ἔγκλημα χώρας ἁπάσης, ἀλλὰ καὶ ἕτερον ἐξαίρετον ἐπάγεται δεόντως· πρὸς γὰρ ξοάνοις καὶ ἀγάλμασιν ἔτι καὶ ζῷα ἄλογα παραγηόχασιν εἰς θεῶν τιμάς, ταύρους καὶ κριοὺς καὶ τράγους, ἐφ’ ἑκάστῳ μυθικόν τι πλάσμα τετερατευμένοι.

καὶ ταῦτα μὲν ἴσως ἔχει τινὰ λόγον, ἡμερώτατα γὰρ καὶ ὠφελιμώτατα τῷ βίῳ· ἀροτὴρ ὁ βοὺς αὔλακας ἀνατέμνει καιρῷ σπορᾶς, ἀλοῆσαι πάλιν, ὅταν δέῃ τὸν καρπὸν καθαίρεσθαι, δυνατώτατος· ὁ κριὸς τὸ κάλλιστον τῶν σκεπασμάτων, ἐσθῆτα, παρέχει· γυμνὰ γὰρ ἂν τὰ σώματα διεφθείρετο ῥᾳδίως, ἢ διὰ θάλπος ἢ διὰ κρύος ἄμετρον, τοτὲ μὲν τῷ ἀφ’ ἡλίου φλογμῷ, τοτὲ δὲ τῇ ἀπ’ ἀέρος περιψύξει.

νυνὶ δὲ προσυπερβάλλοντες καὶ τῶν ἀνημέρων τὰ ἀγριώτατα καὶ ἀτιθασώτατα, λέοντας καὶ κροκοδείλους καὶ ἑρπετῶν τὴν ἰοβόλον ἀσπίδα, γεραίρουσιν ἱεροῖς καὶ τεμένεσι θυσίαις τε καὶ πανηγύρεσι καὶ πομπαῖς καὶ τοῖς παραπλησίοις· ἀφ’ ἑκατέρου γὰρ τῶν εἰς χρῆσιν δοθέντων ἀνθρώποις ὑπὸ θεοῦ, γῆς καὶ ὕδατος, διερευνησάμενοι τὰ ἀγριώτατα οὔτε τῶν χερσαίων λέοντος θηριωδέστερον ἀνεῦρον οὔτε κροκοδείλου τῶν ἐνύδρων ἀγριώτερον, ἃ σέβουσι καὶ τιμῶσι.

πολλὰ μέντοι καὶ ἄλλα ζῷα, κύνας, αἰλούρους, λύκους, καὶ πτηνὰ ἴβιδας καὶ ἱέρακας, καὶ πάλιν ἰχθύων ἢ ὅλα τὰ σώματα ἢ μέρη τούτων ἐκτεθειώκασιν· [*](1 ἀντικατηγοροῦντες FH1, ἀντὶ κατηγορίας M; ἀντικακηγοροῦντας coni. Mang. 2 ἀνθρώπους M 2. 3 ὅμοιοί ποτε M: ποτε post ἄν (3) transp. FGH mg. P2, om. AP 3 ἀπεύξαιντο M, ἀπεύξαιτ’ H 4 τινὶ] ποτὲ M φύσεως] τῆς φύσεως H (v) 5 χειροτμήτων M Αἰγυπτίοις scripsi: αἰγυπτίων M Arm, αἰγύπτω ceteri (v) δ’ om. Arm 9 τι M Arm: om. ceteri τερατευσάμενοι M 10 τῶ βίω M: βίω ceteri (v) post ἀροτὴρ add. γὰρ Arm 11 ἀνατέμνειν APF καιρῶ σπορᾶς M Arm: καὶ τὰς σπορὰς ceteri; εἰς τὰς σποράς v ἀλοῆσαι GH 12 δυνατώτερος M τῶν σκεπασμάτων τὸ κάλλιστον transp. H (v) 13 διεφθείροντο M 14 δὲ M: δ’ ceteri 15 τῆ ἀπ’ ἀέρος περιψύξει M Arm: ἁ. ἁ. περιψυχθέντα AP, ἁ. ἁ. περιψυχθέντος G (Turn.), ἁ. ἁ. περιψυχθέν H, ἁ. ἁ. πέρι χυθέν F καὶ προσυπερβάλλοντες transp. Η (v) ἀνημέρων] ἀλόγων M (Mang.) ο 16 ἀγριώτερα M ἀτιθασώτατα GH: ἀτιθασώτερα M, ἀτιθασσότατα APF κροκοδήλους M 17 ἰοβόλων F1 ἱερεῖς P θυσίαις τε] καὶ θυσίαις M 18 ἑκατέρων M 20 ἀγριώτερα MH (Turn.) τῶν addidi χερσέων F1, χερσαῖον H (Turn.) 22 καὶ πτηνὰ M Arm: καὶ om. ceteri (v) 23 μέρος AP ἐκτεθειάκασιν M)

v.4.p.287

ὧν τί ἂν γένοιτο καταγελαστότερον; καὶ δὴ τῶν ξένων οἱ πρῶτον εἰς Αἴγυπτον ἀφικόμενοι, πρὶν τὸν ἐγχώριον τῦφον εἰσοικίσασθαι ταῖς διανοίαις, ἐκθνῄσκουσι χλευάζοντες· ὅσοι δὲ παιδείας ὀρθῆς ἐγεύσαντο, τὴν ἐπ’ ἀσέμνοις πράγμασι σεμνοποιίαν καταπλαγέντες οἰκτίζονται τοὺς χρωμένους, ἀθλιωτέρους, ὅπερ εἰκός, ὑπολαμβάνοντες εἶναι τῶν τιμωμένων, μεταβεβληκότας εἰς ἐκεῖνα τὰς ψυχάς, ὡς ἀνθρωποειδῆ θηρία περινοστεῖν δοκεῖν.