De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

εἰ γὰρ ὁ ἀγένητος καὶ ἄφθαρτος καὶ ἀίδιος καὶ οὐδενὸς ἐπιδεὴς καὶ ποιητὴς τῶν ὅλων [*](1 τὰ ἄλλα M: τἄλλα APG, τἄλλα FH οὑν ἓν μέν M Arm: μὲν οὑν (om. ἓν) ceteri (v) 2 ὅτι] ὡς AP κάλλιστα M 4 πολυανθρωποτεύ(??)τω κ eras.) F1, εὑ in α corr. F2 5 προσελθόντα M 6 διόπερ codd. : διότι Turn. ἄνδρα δίκαιον transp. AP 7 pr. ὁ om. M σός MAPF: ὁ σός G, σου Η (v) ὁ δ’] ὁ γὰρ Arm post ἦν add. γὰρ FH 9 λαμβάνειν AP1 10 δ’ MH ὅτι om. ’ πλήθη M 11 ἑνί, ὅτε F (coni. Mang.): ἐνίοτε MAPH, ἑνὶ ἑκάστω G δὲ om. G προστάττει ἡ ἀπαγορεύει conicio ἰδία M: ἰδία δ’ FGH, ἰδία δὲ AP ’2 ἄν δόξαι] ἄν δέξεται; ἐνδέξεται Turn. 13 δὲ MG: om. ceteri; γὰρ coni. Mang.; ὅτι εὐπειθέστερος Arm 1.5 ποιούμενον Turn. 16 καταφρονήσει F 17 χαλάσει Α 18 ἀληθῆ F ἀγέννητος APF) [*](18 — 278,18 DH fol. 227v Φίλωνος: ἄνθρωπος ὢν εὐπρόσιτος καὶ εὐέντευκτος (278,8) ἕσο τοῖς πᾶσι καὶ ἔθιζε τὴν εαυτοῦ διάνοιαν ἀνθρωποπαθεῖν οὐ μόνον διὰ τὰς ἀδήλους πρὸς ταπάντη (sic) βουλὰς καὶ τῶν εὑ πραττόντων καὶ τῶν ἐν κακοπραγίαις, ἀλλὰ κἀν βεβαίως παραμένῃ (278,15— 18), μὴ τραχηλιᾶν ἐπὶ τὴν τραγῳδουμένην εὐτυχίαν (cf. 278,13). εἰ γὰρ ὁ ἀγέννητος καὶ ἀθάνατος καὶ ἀίδιος καὶ οὐδενὸς ἐπιδεόμενος καὶ ποιητὴς τῶν ὅλων καὶ εὐεργέτης καὶ βασιλεὺς βασιλέων καὶ θεὸς θεῶν οὐδὲ τὸν ταπεινότατον ὑπεριδεῖν ὑπέμεινε θείων λογίων, ἀλλὰ καὶ τοῦτον ἠξίωσεν εὐωχίσαι θεσμῶν ἱερῶν ἱεροφαντούμενον ἑστιᾶν, τί ἐμοὶ τῷ θνητῷ προσῆκεν ὑψαυχενεῖν ἢ πεφυσῆσθαι περι]φρυαττομένῳ πρὸς τοὺς ὁμοίους, καὶ μίαν μητέρα τὴν κοινὴν ἁπάντων ἀνθρώπων φύσιν κεκτημένον (18 — 278,8) ;)

v.4.p.278
καὶ εὐεργέτης καὶ βασιλεὺς βασιλέων καὶ θεὸς θεῶν οὐδὲ τὸν ταπεινότατον ὑπεριδεῖν ὑπέμεινεν, ἀλλὰ καὶ τοῦτον εὐωχῆσαι λογίων καὶ θεσμῶν ἱερῶν ἠξίωσεν, ὡς μόνον ἑστιᾶν μέλλων καὶ μόνῳ τὸ συμπόσιον εὐτρεπίζεσθαι πρὸς ψυχῆς ἀνάχυσιν ἱεροφαντουμένης, ᾗ θέμις τὰς μεγάλας τελεῖσθαι τελετάς, ἐμοὶ τῷ θνητῷ τί προσῆκον ὑψαυχενεῖν καὶ πεφυσῆσθαι φρυαττομένῳ πρὸς τοὺς ὁμοίους, οἳ τύχαις μὲν ἀνίσοις ἴσῃ δὲ καὶ ὁμοίᾳ συγγενείᾳ κέχρηνται μίαν ἐπιγραψάμενοι μητέρα τὴν κοινὴν ἁπάντων ἀνθρώπων φύσιν;

εὐπρόσιτον οὖν καὶ εὐέντευκτον ἐμαυτὸν παρέξω, κἂν τὸ τῆς γῆς καὶ τῆς θαλάττης κράτος ἀνάψωμαι, τοῖς ἀπορωτάτοις καὶ ἀδοξοτάτοις καὶ οἰκειοτάτης συμμαχίας ἐρήμοις, ἑκατέρου τῶν γονέων ὀρφανοῖς καὶ γυναιξὶ χηρείαν ὑπομενούσαις καὶ πρεσβύταις ἢ μὴ παιδοποιησαμένοις τὸ παράπαν ἢ ἀποβαλοῦσιν ὠκυμόρους οὓς ἐγέννησαν.

ἄνθρωπος γὰρ ὢν ὄγκον καὶ σεμνότητα τετραγῳδημένην οὐ δικαιώσω προσίεσθαι, μενῶ δ’ ἐντὸς τῆς φύσεως τοὺς ὅρους αὐτῆς μὴ ὑπερβαίνων, ἀλλ’ ἐθίζων τὴν ἐμαυτοῦ διάνοιαν ἀνθρωποπαθεῖν, οὐ μόνον διὰ τὰς ἀδήλους πρὸς τἀναντία μεταβολὰς καὶ τῶν εὖ πραττόντων καὶ τῶν ἐν κακοπραγίαις, ἀλλὰ καὶ διὰ τὸ ἁρμόττειν, κἂν ἀτρέπτως καὶ βεβαίως παραμένῃ τὸ εὐτυχεῖν, μὴ ἐπιλανθάνεσθαί τινα ἑαυτοῦ. διὰ ταῦτά μοι δοκεῖ τοὺς χρησμοὺς ἑνικῶς ἀποτεινάμενος ὡς πρὸς ἕνα θεσπίζειν ἐθελῆσαι.

Πάντα δ’ ὡς εἰκὸς τὰ περὶ τὸν τόπον ἐθαυματουργεῖτο, κτύποις βροντῶν μειζόνων ἢ ὥστε χωρεῖν ἀκοάς, ἀστραπῶν λάμψεσιν αὐγοειδεστάταις, ἀοράτου σάλπιγγος ἠχῇ πρὸς μήκιστον ἀποτεινούσῃ, καθόδῳ νεφέλης, ἣ κίονος τρόπον τὴν μὲν βάσιν ἐπὶ γῆς ἠρήρειστο, τὸ δ’ ἄλλο σῶμα πρὸς αἰθέριον ὕψος ἀνέτεινε, πυρὸς οὐρανίου φορᾷ καπνῷ βαθεῖ τὰ ἐν κύκλῳ συσκιάζοντος· ἔδει γὰρ θεοῦ δυνάμεως [*](1 βασιλέων M: τῶν βασέων ceteri (v) τῶν θεῶν G 1.2 τὸν ταπεινότατον M DH : τοῦ ταπεινοτάτου ceteri (v) 2 περιιδεῖν M ὑπέμενεν Α ὄις 4 ψυχὴν F1 5 τί τὸ προσῆκον Η 6 ἀνίσαις Η .7 μητέρα M Arm: μορφὴν FGH mg. P2 (Turn.), γραφὴν AP 8 ἀνθρώπων om. M 9 pr. τῆς om. M post καὶ add. τὸ F (v) alt. τῆς om. M 10 οἰκειοτάτοις L (Turn.) 11 χηρίαν F1 12 πρεσβυτάταις M μὴ MFG : μηδὲ APH (Turn.) παιδοποιησαμέναις M 14 μένω FH δὲ APG 16 διὰ] πρὸς M post ἀδήλους add. τῶν ἐναντίων Η (v) πρὸς] εἰς M πρὸς τἀναντία om. H τὰ ἐναντία Α 17 alt. καὶ oin. AP 18 παραμένη APFGDH; μένη MH (v) 19 ἑαυτοῦ codd.: αὑτοῦ v ἀποτεινάμενος M: ἀποτεινόμενος ceteri (v) 23 ἀποτεινούσης F 24 ἠρήρειστο APGH: ἐρήρειστο F, ἐρείριστο M (sic Mang.) 25 δὲ FGH 26 σκιάζοντος M)

v.4.p.279
ἀφικνουμένης μηδὲν τῶν τοῦ κόσμου μερῶν ἡσυχάζειν, ἀλλὰ πάντα πρὸς ὑπηρεσίαν συγκεκινῆσθαι.

παρειστήκει δὲ ὁ λεὼς ἁγνεύσας ὁμιλιῶν τῶν πρὸς γυναῖκας καὶ πασῶν ἡδονῶν ἔξω τῶν πρὸς τροφὰς ἀναγκαίων ἀποσχόμενος, λουτροῖς τε καὶ περιρραντηρίοις καθηράμενος ἐκ τριῶν ἡμερῶν, ἔτι καὶ τὰς ἐσθῆτας ἀποπλυνάμενος, ἐν τοῖς μάλιστα λευχείμων, ἀκροβατῶν καὶ ἀνωρθιακὼς τὰ ὦτα, Μωυσέως προδηλώσαντος εὐτρεπίζεσθαι πρὸς ἐκκλησίαν· ἔγνω γὰρ αὐτὴν ἐσομένην, ἡνίκα μόνος ἀνακληθεὶς ἐχρησμῳδεῖτο.

φωνὴ δ’ ἐκ μέσου τοῦ ῥυέντος ἀπ’ οὐρανοῦ πυρὸς ἐξήχει καταπληκτικωτάτη, τῆς φλογὸς εἰς διάλεκτον ἀρθρουμένης τὴν συνήθη τοῖς ἀκροωμένοις, ᾗ τὰ λεγόμενα οὕτως ἐναργῶς ἐτρανοῦτο, ὡς ὁρᾶν αὐτὰ μᾶλλον ἢ ἀκούειν δοκεῖν.

ἐγγυᾶται δέ μου τὸν λόγον ὁ νόμος, ἐν ᾧ γέγραπται· „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18)· ἐμφαντικώτατα· τὴν μὲν γὰρ ἀνθρώπων ἀκουστὴν εἶναι συμβέβηκεν, ὁρατὴν δὲ ὡς ἀληθῶς τὴν θεοῦ. διὰ τί; ὅτι ὅσα ἂν λέγῃ ὁ θεός, οὐ ῥήματά ἐστιν ἀλλ’ ἔργα, ἅπερ ὀφθαλμοὶ πρὸ ὤτων δικάζουσι.

παγκάλως μέντοι καὶ θεοπρεπῶς εἴρηται ἐκ τοῦ πυρὸς ἡ φωνὴ προέρχεσθαι· ἠκρίβωται γὰρ καὶ βεβασάνισται τὰ τοῦ θεοῦ λόγια καθάπερ χρυσὸς πυρί. μηνύει δὲ καὶ διὰ συμβόλου τι τοιοῦτον·

ἐπειδὴ τοῦ πυρὸς τὸ μὲν φωτίζειν τὸ δὲ καίειν πέφυκεν, οἱ μὲν τοῖς χρησμοῖς ἀξιοῦντες εἶναι καταπειθεῖς ὡς ἐν ἀσκίῳ φωτὶ τὸν ἀεὶ χρόνον βιώσονται τοὺς νόμους αὐτοὺς ἀστέρας ἔχοντες ἐν ψυχῇ φωσφοροῦντας, ὅσοι δ’ ἀφηνιασταί, καιόμενοι καὶ κατακαιόμενοι διατελοῦσιν ὑπὸ τῶν ἔνδον ἐπιθυμιῶν, αἳ φλογὸς τρόπον πορθήσουσι τὸν σύμπαντα τῶν ἐχόντων βίον.

[*](1 ἡσυχάζειν μερῶν transp. M 3 τὰς τροφὰς Η (v) 4 ἀπεχόμενος Η (Turn.) 5 ἔτι] ἐπεὶ M τὴν ἐσθῆτα M 6 ἀνωρθωκὼς MF1, ἀνωρθιωκὼς F2 μωυσέως M: μώσεως ceteri 8 μόνως Rieht. Tauchn. ἀνακλιθεὶς MFH1 ῥυέντος M Arm: φυέντος ceteri 9 διάλεκτον] διαλεκτικὴν M 10 ἀθρουμένης F ἧ AF: ἣ ceteri (v), ἡ Arm II ἐτρανοῦτο αὐτοῖς Arm αὐτὰ MGP2 Arm: αὐτὸ P1FH (v), αὐτὸ Α 14 ὁρατὴν δὲ ὡς om. Arm δ’ M τὴν θεοῦ MG: τὴν τοῦ θεοῦ APF, τοῦ θεοῦ H (v) 15 ἂν] ἐὰν FGH ῥήματ’ FG ἀλλ’ ἔργα] ἄνεργα F 16 τῶν ὤτων Μ (Mang.) δικάζουσι M Arm: διορίζουσι ceteri μέντοι] μὲν Η (Turn) 16. 17 εἴρηται ἐκ τοῦ πυρὸς ἡ φωνὴ M: ἐκ τοῦ πυρὸς ἡ φωνὴ λέγεται ceteri 17 βεβασάνισται] δεδαπάνηται Η 17. 18 τοῦ θεοῦ M: τοῦ om. ceteri 18 καὶ om. Arm. τι] ἧ τι F τοιοῦτο FH (v) 19.20 τοῖς χρησμοῖς om. G 20 αἰεὶ FG 23 τῶν] τὸν A)
v.4.p.280

Ἃ μὲν οὖν ἀναγκαῖον ἦν προδηλῶσαι, ταῦτ’ ἐστίν. ἐπ’ αὐτὰ δὲ ἤδη τρεπτέον τὰ λόγια καὶ πάντα τὰ ἐν τούτοις ἐρευνητέον διάφορα. δέκα τοίνυν ὄντα διένειμεν εἰς δύο πεντάδας, ἃς δυσὶ στήλαις ἐνεχάραξε, καὶ ἡ μὲν προτέρα πεντὰς τὰ πρωτεῖα ἔλαχεν, ἡ δ’ ἑτέρα δευτερείων ἠξιοῦτο· καλαὶ δ’ ἀμφότεραι καὶ βιωφελεῖς, εὐρείας ὁδοὺς καὶ λεωφόρους ἑνὶ τέλει περατουμένας ἀναστέλλουσαι πρὸς ἄπταιστον ψυχῆς ἐφιεμένης ἀεὶ τοῦ βελτίστου πορείαν.

ἡ μὲν οὖν ἀμείνων πεντὰς τοιάδε ἦν· περὶ μοναρχίας, ᾗ μοναρχεῖται ὁ κόσμος· περὶ ξοάνων καὶ ἀγαλμάτων καὶ συνόλως ἀφιδρυμάτων χειροκμήτων· περὶ τοῦ μὴ λαμβάνειν ἐπὶ ματαίῳ θεοῦ πρόσρησιν· περὶ τοῦ τὴν ἱερὰν ἑβδόμην ἄγειν ἱεροπρεπῶς· περὶ γονέων τιμῆς καὶ ἰδίᾳ ἑκατέρου καὶ ἀμφοτέρων κοινῇ· ὡς εἶναι τῆς μιᾶς γραφῆς τὴν μὲν ἀρχὴν θεὸν καὶ πατέρα καὶ ποιητὴν τοῦ παντός, τὸ δὲ τέλος γονεῖς, οἳ μιμούμενοι τὴν ἐκείνου φύσιν γεννῶσι τοὺς ἐπὶ μέρους. ἡ δ’ ἑτέρα πεντὰς τὰς πάσας ἀπαγορεύσεις περιέχει· μοιχείας, φόνου, κλοπῆς, ψευδομαρτυριῶν, ἐπιθυμιῶν.

Ἐπισκεπτέον δὲ μετὰ πάσης ἀκριβείας τῶν λογίων ἕκαστον μηδὲν πάρεργον αὐτῶν ποιουμένους. ἀρχὴ δ’ ἀρίστη πάντων μὲν τῶν ὄντων θεός, ἀρετῶν δ’ εὐσέβεια· περὶ ὧν ἀναγκαιότατον πρῶτον διεξελθεῖν. πλάνος τις οὐ μικρὸς τὸ πλεῖστον τῶν ἀνθρώπων γένος κατέσχηκε περὶ πράγματος, ὅπερ ἢ μόνον ἢ μάλιστα ἦν εἰκὸς ἀπλανέστατον ταῖς ἑκάστων διανοίαις ἐνιδρῦσθαι.

ἐκτεθειώκασι γὰρ οἱ μὲν τὰς τέσσαρας [*](1 ἦν ἀναγκαῖον transp. H (v), ἦν om. M ταῦτά ἐστιν M 2 δὲ M: δ’ ceteri 4 ἐχάραξε H (Turn.) προτέρα] ἑτέρα M, om. Arm ἡ δ’ ἑτέρα] ἡ δὲ δευτέρα H (v) 5 δευτερείων] τῶν ἡσσόνων H (v) καλαὶ] καλεῖς M δὲ AP 6 ἑνὶ] ἐν M ἀνατέλλουσαι H (Turn.), ἀναγγέλλουσαι M Arm 7 ἐφιεμένου M αἰεὶ GH 9 χειροτμήτων M, χειροδμήτων F 10 ἐπὶ] ἐν AP θεοῦ πρόσρησιν M Arm: πρόσρησιν θεοῦ ceteri (v) 11 pr. καὶ om. M ἐδίας M 12 κοινῆ M τῆς] τῆς μέν H (Turn.) γραφῆς] πεντάδος coni. Mang. μὲν om. H (Turn.) 14 πεντὰς τὰς om. M 15 post περιέγει add. τούτων M (Mang.) μοιχείας M: μοιχειῶν ceteri (Turn.) 18 ποιουμένους corr. ex ποιούμενος H δ’ om. Arm μὲν om. Turn. 19 δὲ APDR ὦν] ἦς Arm 20 πλεῖστον] πρῶτον D 21 περὶ — ἐνιδρῦσθαι (22) om. D ἢ μόνον ἢ] ἡ μόνη M 22 ἐνιδρύεσθαι AP, ἐνιδρύσασθαι M ἐκτεθείκασι M, ἐκτεθεάκασι DR, ἐντεθεάκασι DP τὰς om. D) [*](18. 19 DR fol. 234r τοῦ αὐτοῦ: ἀρχὴ ἀρίστη πάντων μὲν θεός, ἀρετῶν δὲ εὐσέβεια. 20 — 281,6 DP fol. 266v DR fol. 230r Φίλωνος ἐκ τοῦ εἰς τὸν δεκάλογον: πλάνος τις— παρεκαλύψαντο.)

v.4.p.281
ἀρχάς, γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ, οἱ δ’ ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους πλανήτας καὶ ἀπλανεῖς ἀστέρας, οἱ δὲ μόνον τὸν οὐρανόν, οἱ δὲ τὸν σύμπαντα κόσμον· τὸν δ’ ἀνωτάτω καὶ πρεσβύτατον, τὸν γεννητήν, τὸν ἄρχοντα τῆς μεγαλοπόλεως, τὸν στρατάρχην τῆς ἀηττήτου στρατιᾶς, τὸν κυβερνήτην, ὃς οἰκονομεῖ σωτηρίως ἀεὶ τὰ σύμπαντα, παρεκαλύψαντο ψευδωνύμους προσρήσεις ἐκείνοις ἐπιφημίσαντες ἑτέρας ἕτεροι.

καλοῦσι γὰρ οἱ μὲν τὴν γῆν Κόρην, Δήμητραν, Πλούτωνα, τὴν δὲ θάλατταν Ποσειδῶνα, δαίμονας ἐναλίους ὑπάρχους αὐτῷ προσαναπλάττοντες καὶ θεραπείας ὁμίλους μεγάλους ἀρρένων τε καὶ θηλειῶν, Ἥραν δὲ τὸν ἀέρα καὶ τὸ πῦρ Ἥφαιστον καὶ ἥλιον Ἀπόλλωνα καὶ σελήνην Ἄρτεμιν καὶ ἑωσφόρον Ἀφροδίτην καὶ στίλβοντα Ἑρμῆν·

καὶ τῶν ἄλλων ἀστέρων ἑκάστου τὰς ἐπωνυμίας μυθογράφοι παρέδοσαν, οἳ πρὸς ἀπάτην ἀκοῆς εὖ τετεχνασμένα πλάσματα συνυφήναντες ἔδοξαν περὶ τὴν τῶν ὀνομάτων θέσιν κεκομψεῦσθαι·

τόν τε οὐρανὸν εἰς ἡμισφαίρια τῷ λόγῳ διχῇ διανείμαντες, τὸ μὲν ὑπὲρ γῆς, τὸ δ’ ὑπὸ γῆς, Διοσκόρους ἐκάλεσαν τὸ περὶ τῆς ἑτερημέρου ζωῆς αὐτῶν προστερατευσάμενοι διήγημα.

τοῦ γὰρ οὐρανοῦ συνεχῶς καὶ ἀπαύστως ἀεὶ κύκλῳ περιπολοῦντος, ἀνάγκη τῶν ἡμισφαιρίων ἑκάτερον ἀντιμεθίστασθαι παρ’ ἡμέραν ἄνω τε καὶ κάτω γινόμενον ὅσα τῷ δοκεῖν· ἄνω γὰρ καὶ κάτω πρὸς ἀλήθειαν οὐδὲν ἐν σφαίρᾳ, πρὸς δὲ τὴν ἡμετέραν σχέσιν αὐτὸ μόνον εἴωθε λέγεσθαι τὸ μὲν ὑπὲρ κεφαλῆς ἄνω, κάτω δὲ τοὐναντίον.

τῷ δὴ φιλοσοφεῖν ἀνόθως ἐγνωκότι καὶ ἀδόλου καὶ καθαρᾶς εὐσεβείας [*](1 γῆν om. DR δὲ D 2 ἄλλους om. D οἱ δὲ μόνον τὸν οὐρανόν om. Richt. 3 primum τὸν om. M σύμπαντα τὸν κόσμον DP τὸ δ’ M δὲ D ἀνώτατον M 3. 4 τόν γεννητήν] τὸν γενέτην F, τὸν ἀγένητον M (Mang.) καὶ γεννητήν DP, καὶ ἀγέννητον DR 4 μεγαλοπόλεως MD Arm : μεγάλης πόλεως ceteri (Tura.) στρατάρχην M : στρατιάρχην ceteri (Turn.) ἀηττήτου] ἀνωτάτω D b οἰακονομεῖ coni. Mang. σωτηριωδῶς D αἰεὶ FGII 7 οἱ μὲν post τὴν γῆν transp. H, om. L (Turn.) δήμητραν codd. : Δήμητρα v 8 θάλασσαν APH 9 post θεραπείας add. αὐτοῦ Ann μεγάλων F 12 τἀς ἐπωνυμίας ἑκάστου transp. M μυθογράφοι Christophorson (Mang.): μυθογράφους M, μυθογράφοις ceteri, τοῖς μυθογράφοις Arm 13 τετεχνιτευμένα M (Mang.) συνυφάναντες FG, συνυφαίνοντες H (Turn.) 14 τόν τε] τὸν ὄντα τὲ Α ἡμισφαίρια MG Arm: ἡμισφαίριον ceteri (v) τῷ λόγῳ om. M Arm (fort. recte) 15 διχῇ] δύο Arm δὲ M ὑπὸ γῆν AP διοσκούρους Α 15. 16 ἐκάλεσαν τὸ codd.: ἐκαλέσαντο Turu. 16 ἑτερημερίας (om. ζωῆς) AP, ζωῆς ss. P2 19 γινόμενον — κάτω om. M γινόμενον APF: γινομένων GH (v) ; κινούμενον coni. Mang. alt. καὶ] ἢ Arm 20 σφαίρα M Arm: σφαίραις ceteri (v) 21 τῷ] τὸ M 22 ἀνοθεύτως M)

v.4.p.282
μεταποιουμένῳ κάλλιστον καὶ ὁσιώτατον ὑφηγεῖται παράγγελμα, μηδὲν τῶν τοῦ κόσμου μερῶν αὐτοκρατῆ θεὸν ὑπολαμβάνειν εἶναι· καὶ γὰρ γέγονε, γένεσις δὲ φθορᾶς ἀρχή, κἂν προνοίᾳ τοῦ πεποιηκότος ἀθανατίζηται, καὶ ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν· θεὸν δὲ πρότερον οὐκ ὄντα καὶ ἀπό

τινος χρόνου γενόμενον καὶ μὴ διαιωνίζοντα λέγειν οὐ θεμιτόν. ἀλλὰ γὰρ ἔνιοι περὶ τὰς κρίσεις ἀπονοίᾳ τοσαύτῃ κέχρηνται, ὡς οὐ μόνον τὰ εἰρημένα θεοὺς νομίζειν, ἀλλὰ καὶ ἕκαστον αὐτῶν μέγιστον καὶ πρῶτον θεόν, τὸν ὄντα ὄντως ἢ οὐκ εἰδότες ἀδιδάκτῳ τῇ φύσει ἢ οὐ σπουδάζοντες μαθεῖν, ἕνεκα τοῦ μηδὲν ἔξω τῶν αἰσθητῶν ἀόρατον καὶ νοητὸν αἴτιον ὑπολαμβάνειν εἶναι, καίτοι σαφεστάτης ἐγγὺς παρακειμένης πίστεως.

ψυχῇ γὰρ ζῶντες καὶ βουλευόμενοι καὶ πάνθ’ ὅσα κατὰ τὸν ἀνθρώπινον βίον δρῶντες οὐδέποτε ψυχὴν ὀφθαλμοῖς σώματος ἴσχυσαν θεάσασθαι, καίτοι φιλοτιμηθέντες ἂν πάσας φιλοτιμίας, εἴ πως ἰδεῖν οἷόν τε ἦν τὸ ἄγαλμα τὸ πάντων ἱεροπρεπέστατον, ἀφ’ οὗ κατὰ μετάβασιν εἰκὸς ἦν ἔννοιαν τοῦ ἀγενήτου καὶ ἀιδίου λαβεῖν, ὃς ἅπαντα τὸν κόσμον ἡνιοχῶν σωτηρίως ἀόρατος ὢν κατευθύνει.