De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἀλλά γέ μοι δοκεῖ κατ’ ἐκεῖνον τὸν χρόνον ἱεροπρεπέστατόν τι θαυματουργῆσαι κελεύσας ἦχον ἀόρατον ἐν ἀέρι δημιουργηθῆναι, πάντων ὀργάνων θαυμασιώτερον, ἁρμονίαις τελείαις ἡρμοσμένον, οὐκ ἄψυχον ἀλλ’ οὐδ’ ἐκ σώματος καὶ ψυχῆς τρόπον ζῴου συνεστηκότα, ἀλλὰ ψυχὴν λογικὴν ἀνάπλεω σαφηνείας καὶ τρανότητος, ἣ τὸν ἀέρα σχηματίσασα καὶ ἐπιτείνασα καὶ πρὸς πῦρ φλογοειδὲς μεταβαλοῦσα καθάπερ πνεῦμα διὰ σάλπιγγος φωνὴν τοσαύτην ἔναρθρον ἐξήχησεν, ὡς τοῖς ἔγγιστα τοὺς πορρωτάτω κατ’ ἴσον ἀκροᾶσθαι δοκεῖν.
ἀνθρώπων μὲν γὰρ αἱ φωναὶ πρὸς μήκιστον ἀποτεινόμεναι πεφύκασιν ἐξασθενεῖν, ὡς ἀριδήλους τοῖς μακρὰν ἀφεστηκόσι μὴ γίνεσθαι τὰς ἀντιλήψεις ταῖς ἐπεκτάσεσιν ἐκ τοῦ κατ’ ὀλίγον ἀμαυρουμένας, ἐπειδὴ καὶ τὰ ὄργανα φθαρτά·
τὴν δὲ κεκαινουργημένην φωνὴν ἐπιπνέουσα θεοῦ δύναμις ἤγειρε καὶ ἐζωπύρει καὶ ἀναχέουσα πάντῃ τὸ τέλος τῆς ἀρχῆς ἀπέφαινε τηλαυγέστερον, ἀκοὴν ἑτέραν πολὺ βελτίω τῆς δι’ ὤτων ταῖς ἑκάστων ψυχαῖς ἐντιθεῖσα· ἡ μὲν γὰρ βραδυτέρα πως οὖσα αἴσθησις ἀτρεμίζει, μέχρις ἂν ὑπ’ ἀέρος πληχθεῖσα διακινηθῇ, φθάνει δ’ ἡ τῆς ἐνθέου διανοίας ὀξυτάτῳ τάχει προϋπαντῶσα τοῖς λεγομένοις.
Φωνῆς μὲν δὴ τῆς θείας πέρι τοσαῦτα. δεόντως δ’ ἄν τις ἀπορήσαι, τοῦ χάριν, πλείστων ὅσων μυριάδων εἰς ἓν ἠθροισμένων χωρίον, ἕκαστον θεσπίζειν τῶν δέκα λογίων ἠξίωσεν ὡς οὐχὶ πρὸς πλείους ἀλλ’ ὡς πρὸς ἕνα, „οὐ μοιχεύσεις“ λέγων, „οὐ φονεύσεις,“ „οὐ [*](1 προιέμενος M αὐτούς F2 (H1?) ἔλω APH (Turn.) ὑμέτερον Α 3 ἀλλά γέ μοι M ἀλλά γ’ ἐμοὶ Wendl.): ἀλλ’ ἐμοὶ cetevi (v) κατ’ M Arm: τὰ κατ’ ceteri (Turn.) 4 ἦχον M: ἠχὴν ceteri (v) 5 ἡρμοσμένον MAPFG: ἡρμοσμένον corr. in ἡρμοσμένων H ἡρμοσμένων v) ἄψυχον corr. ex ἄψυχος Η 6 οὐδέ FG συνεστηκότα scripsi: συνεστηκότος APFH, συνεστηκὸς G, συνεστηκὼς M; συνεστηκυῖαν coni. Mang. ψυχὴν] ἠχὴν coni. Mang. (cf. vol. Η 277,19) 7 ἀνάπλεω M: ἀνάπλεων ceteri τρανότητος F post τρανότητος add. περιέχουσαν Christophorson y τοὺς] καὶ τοῖς M 10 γὰρ om. Α 14 καινουργουμένην M ἐπιπνέουσαν PGH 15 πάντῃ] πᾶν M ἀρχῆς M Arm (Mang.): ἠχή ceteri (Turn.) ἀπέφηνε corr. ex ἀπέφαινε Η, ἀπέφηνε M (v) 16 ἑκάστου Η (Turn.) IG. 17 ἐντεθεῖσα Η 17 πῶς Α post οὖσα add. τῶν ὤτων Christophorson (Mang.) 18 δ’ ἡ] δὴ M 19 προυπαντῶσα scripsi (sic Arm): προσυπαντῶσα codd.; προαπαντῶσα voluit Mang. 20 δὴ τῆς om. M δεόντως] ἐξόντως M 21 ἀπορήσαι GH2: ἀπορῆσαι MFH1, ἀπορήσοι Η (sic Mang.) 22 ἑκάστῳ Arm 23 ἀλλὰ GH ὡς om. H (Turn.) οὐ φονεύσεις om. Arm)
λεκτέον οὖν ἓν μέν, ὅτι βούλεται κάλλιστον ἀναδιδάξαι μάθημα τοὺς ἐντυγχάνοντας ταῖς ἱεραῖς γραφαῖς, ὡς ἄρα καθ’ αὑτὸν εἷς ἕκαστος, ὅταν ᾖ νόμιμος καὶ θεῷ καταπειθής, ἰσότιμός ἐστιν ὅλῳ ἔθνει πολυανθρωποτάτῳ, μᾶλλον δὲ καὶ πᾶσιν ἔθνεσιν, εἰ δὲ δεῖ περαιτέρω προελθόντα εἰπεῖν, καὶ παντὶ τῷ κόσμῳ.
διόπερ ἐν ἑτέροις ἐπαινῶν τινα δίκαιον ἄνδρα φησίν· „ἐγώ εἰμι ὁ θεὸς σός“ (Gen. 17, 1)· ὁ δ’ αὐτὸς ἦν καὶ κόσμου θεός, ὡς τοὺς ὑπηκόους τὴν αὐτὴν τεταγμένους τάξιν καὶ ὁμοίως εὐαρεστοῦντας τῷ ταξιάρχῳ τῆς ἴσης ἀποδοχῆς καὶ τιμῆς μεταλαμβάνειν.
δεύτερον δέ, ὅτι κοινῇ μὲν ὡς πλήθει τις ἐκκλησιάζων οὐκ ἐξ ἀνάγκης διαλέγεται ἑνί, ὅτε δὲ προστάττων ἢ ἀπαγορεύων, ἰδίᾳ ὡς ἑνὶ ἑκάστῳ τῶν ἐμφερομένων εὐθὺς ἂν δόξαι τὰ πρακτέα καὶ κοινῇ πᾶσιν ἀθρόοις ὑφηγεῖσθαι· εὐπειθέστερος δὲ ὁ τὰς παραινέσεις αὐτοπροσώπως δεχόμενος, ὁ δὲ συλλήβδην μεθ’ ἑτέρων κεκώφωται τὸν ὄχλον ἀφηνιασμοῦ παρακάλυμμα ποιούμενος.
τρίτον, ἵνα μηδείς ποτε βασιλεὺς ἢ τύραννος ἀφανοῦς ἰδιώτου καταφρονήσῃ γεμισθεὶς ἀλαζονείας καὶ ὑπεροψίας, ἀλλ’ εἰς τὰ τῶν ἱερῶν νόμων διδασκαλεῖα φοιτήσας χαλάσῃ τὰς ὀφρῦς, ἀπομαθὼν οἴησιν εἰκότι μᾶλλον δ’ ἀληθεῖ λογισμῷ.
εἰ γὰρ ὁ ἀγένητος καὶ ἄφθαρτος καὶ ἀίδιος καὶ οὐδενὸς ἐπιδεὴς καὶ ποιητὴς τῶν ὅλων [*](1 τὰ ἄλλα M: τἄλλα APG, τἄλλα FH οὑν ἓν μέν M Arm: μὲν οὑν (om. ἓν) ceteri (v) 2 ὅτι] ὡς AP κάλλιστα M 4 πολυανθρωποτεύ(??)τω κ eras.) F1, εὑ in α corr. F2 5 προσελθόντα M 6 διόπερ codd. : διότι Turn. ἄνδρα δίκαιον transp. AP 7 pr. ὁ om. M σός MAPF: ὁ σός G, σου Η (v) ὁ δ’] ὁ γὰρ Arm post ἦν add. γὰρ FH 9 λαμβάνειν AP1 10 δ’ MH ὅτι om. ’ πλήθη M 11 ἑνί, ὅτε F (coni. Mang.): ἐνίοτε MAPH, ἑνὶ ἑκάστω G δὲ om. G προστάττει ἡ ἀπαγορεύει conicio ἰδία M: ἰδία δ’ FGH, ἰδία δὲ AP ’2 ἄν δόξαι] ἄν δέξεται; ἐνδέξεται Turn. 13 δὲ MG: om. ceteri; γὰρ coni. Mang.; ὅτι εὐπειθέστερος Arm 1.5 ποιούμενον Turn. 16 καταφρονήσει F 17 χαλάσει Α 18 ἀληθῆ F ἀγέννητος APF) [*](18 — 278,18 DH fol. 227v Φίλωνος: ἄνθρωπος ὢν εὐπρόσιτος καὶ εὐέντευκτος (278,8) ἕσο τοῖς πᾶσι καὶ ἔθιζε τὴν εαυτοῦ διάνοιαν ἀνθρωποπαθεῖν οὐ μόνον διὰ τὰς ἀδήλους πρὸς ταπάντη (sic) βουλὰς καὶ τῶν εὑ πραττόντων καὶ τῶν ἐν κακοπραγίαις, ἀλλὰ κἀν βεβαίως παραμένῃ (278,15— 18), μὴ τραχηλιᾶν ἐπὶ τὴν τραγῳδουμένην εὐτυχίαν (cf. 278,13). εἰ γὰρ ὁ ἀγέννητος καὶ ἀθάνατος καὶ ἀίδιος καὶ οὐδενὸς ἐπιδεόμενος καὶ ποιητὴς τῶν ὅλων καὶ εὐεργέτης καὶ βασιλεὺς βασιλέων καὶ θεὸς θεῶν οὐδὲ τὸν ταπεινότατον ὑπεριδεῖν ὑπέμεινε θείων λογίων, ἀλλὰ καὶ τοῦτον ἠξίωσεν εὐωχίσαι θεσμῶν ἱερῶν ἱεροφαντούμενον ἑστιᾶν, τί ἐμοὶ τῷ θνητῷ προσῆκεν ὑψαυχενεῖν ἢ πεφυσῆσθαι περι]φρυαττομένῳ πρὸς τοὺς ὁμοίους, καὶ μίαν μητέρα τὴν κοινὴν ἁπάντων ἀνθρώπων φύσιν κεκτημένον (18 — 278,8) ;)
εὐπρόσιτον οὖν καὶ εὐέντευκτον ἐμαυτὸν παρέξω, κἂν τὸ τῆς γῆς καὶ τῆς θαλάττης κράτος ἀνάψωμαι, τοῖς ἀπορωτάτοις καὶ ἀδοξοτάτοις καὶ οἰκειοτάτης συμμαχίας ἐρήμοις, ἑκατέρου τῶν γονέων ὀρφανοῖς καὶ γυναιξὶ χηρείαν ὑπομενούσαις καὶ πρεσβύταις ἢ μὴ παιδοποιησαμένοις τὸ παράπαν ἢ ἀποβαλοῦσιν ὠκυμόρους οὓς ἐγέννησαν.
ἄνθρωπος γὰρ ὢν ὄγκον καὶ σεμνότητα τετραγῳδημένην οὐ δικαιώσω προσίεσθαι, μενῶ δ’ ἐντὸς τῆς φύσεως τοὺς ὅρους αὐτῆς μὴ ὑπερβαίνων, ἀλλ’ ἐθίζων τὴν ἐμαυτοῦ διάνοιαν ἀνθρωποπαθεῖν, οὐ μόνον διὰ τὰς ἀδήλους πρὸς τἀναντία μεταβολὰς καὶ τῶν εὖ πραττόντων καὶ τῶν ἐν κακοπραγίαις, ἀλλὰ καὶ διὰ τὸ ἁρμόττειν, κἂν ἀτρέπτως καὶ βεβαίως παραμένῃ τὸ εὐτυχεῖν, μὴ ἐπιλανθάνεσθαί τινα ἑαυτοῦ. διὰ ταῦτά μοι δοκεῖ τοὺς χρησμοὺς ἑνικῶς ἀποτεινάμενος ὡς πρὸς ἕνα θεσπίζειν ἐθελῆσαι.
Πάντα δ’ ὡς εἰκὸς τὰ περὶ τὸν τόπον ἐθαυματουργεῖτο, κτύποις βροντῶν μειζόνων ἢ ὥστε χωρεῖν ἀκοάς, ἀστραπῶν λάμψεσιν αὐγοειδεστάταις, ἀοράτου σάλπιγγος ἠχῇ πρὸς μήκιστον ἀποτεινούσῃ, καθόδῳ νεφέλης, ἣ κίονος τρόπον τὴν μὲν βάσιν ἐπὶ γῆς ἠρήρειστο, τὸ δ’ ἄλλο σῶμα πρὸς αἰθέριον ὕψος ἀνέτεινε, πυρὸς οὐρανίου φορᾷ καπνῷ βαθεῖ τὰ ἐν κύκλῳ συσκιάζοντος· ἔδει γὰρ θεοῦ δυνάμεως [*](1 βασιλέων M: τῶν βασέων ceteri (v) τῶν θεῶν G 1.2 τὸν ταπεινότατον M DH : τοῦ ταπεινοτάτου ceteri (v) 2 περιιδεῖν M ὑπέμενεν Α ὄις 4 ψυχὴν F1 5 τί τὸ προσῆκον Η 6 ἀνίσαις Η .7 μητέρα M Arm: μορφὴν FGH mg. P2 (Turn.), γραφὴν AP 8 ἀνθρώπων om. M 9 pr. τῆς om. M post καὶ add. τὸ F (v) alt. τῆς om. M 10 οἰκειοτάτοις L (Turn.) 11 χηρίαν F1 12 πρεσβυτάταις M μὴ MFG : μηδὲ APH (Turn.) παιδοποιησαμέναις M 14 μένω FH δὲ APG 16 διὰ] πρὸς M post ἀδήλους add. τῶν ἐναντίων Η (v) πρὸς] εἰς M πρὸς τἀναντία om. H τὰ ἐναντία Α 17 alt. καὶ oin. AP 18 παραμένη APFGDH; μένη MH (v) 19 ἑαυτοῦ codd.: αὑτοῦ v ἀποτεινάμενος M: ἀποτεινόμενος ceteri (v) 23 ἀποτεινούσης F 24 ἠρήρειστο APGH: ἐρήρειστο F, ἐρείριστο M (sic Mang.) 25 δὲ FGH 26 σκιάζοντος M)
παρειστήκει δὲ ὁ λεὼς ἁγνεύσας ὁμιλιῶν τῶν πρὸς γυναῖκας καὶ πασῶν ἡδονῶν ἔξω τῶν πρὸς τροφὰς ἀναγκαίων ἀποσχόμενος, λουτροῖς τε καὶ περιρραντηρίοις καθηράμενος ἐκ τριῶν ἡμερῶν, ἔτι καὶ τὰς ἐσθῆτας ἀποπλυνάμενος, ἐν τοῖς μάλιστα λευχείμων, ἀκροβατῶν καὶ ἀνωρθιακὼς τὰ ὦτα, Μωυσέως προδηλώσαντος εὐτρεπίζεσθαι πρὸς ἐκκλησίαν· ἔγνω γὰρ αὐτὴν ἐσομένην, ἡνίκα μόνος ἀνακληθεὶς ἐχρησμῳδεῖτο.
φωνὴ δ’ ἐκ μέσου τοῦ ῥυέντος ἀπ’ οὐρανοῦ πυρὸς ἐξήχει καταπληκτικωτάτη, τῆς φλογὸς εἰς διάλεκτον ἀρθρουμένης τὴν συνήθη τοῖς ἀκροωμένοις, ᾗ τὰ λεγόμενα οὕτως ἐναργῶς ἐτρανοῦτο, ὡς ὁρᾶν αὐτὰ μᾶλλον ἢ ἀκούειν δοκεῖν.
ἐγγυᾶται δέ μου τὸν λόγον ὁ νόμος, ἐν ᾧ γέγραπται· „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18)· ἐμφαντικώτατα· τὴν μὲν γὰρ ἀνθρώπων ἀκουστὴν εἶναι συμβέβηκεν, ὁρατὴν δὲ ὡς ἀληθῶς τὴν θεοῦ. διὰ τί; ὅτι ὅσα ἂν λέγῃ ὁ θεός, οὐ ῥήματά ἐστιν ἀλλ’ ἔργα, ἅπερ ὀφθαλμοὶ πρὸ ὤτων δικάζουσι.
παγκάλως μέντοι καὶ θεοπρεπῶς εἴρηται ἐκ τοῦ πυρὸς ἡ φωνὴ προέρχεσθαι· ἠκρίβωται γὰρ καὶ βεβασάνισται τὰ τοῦ θεοῦ λόγια καθάπερ χρυσὸς πυρί. μηνύει δὲ καὶ διὰ συμβόλου τι τοιοῦτον·