De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ὁ γὰρ πρὸς τὸ ζῆν ἀφθονίαν δοὺς καὶ τὰς πρὸς τὸ εὖ ζῆν ἀφορμὰς ἐδωρεῖτο· πρὸς μὲν οὖν τὸ ζῆν σιτίων ἔδει καὶ ποτῶν, ἅπερ ἀνεύρισκον οὐχ ἑτοιμασάμενοι, πρὸς δὲ τὸ εὖ ζῆν νόμων καὶ διαταγμάτων, οἷς βελτιοῦσθαι τὰς ψυχὰς ἔμελλον.

Αἵδ’ εἰσὶν ἐν στοχασμοῖς εἰκόσιν αἰτίαι λεγόμεναι περὶ τοῦ διαπορηθέντος· τὰς γὰρ ἀληθεῖς οἶδεν ὁ θεὸς μόνος. εἰπὼν δ’ ἅπερ ἥρμοττε περὶ τούτων ἑξῆς αὐτοὺς ἀκριβώσω τοὺς νόμους, ἐκεῖνο κατὰ τὸ ἀναγκαῖον προμηνύσας, ὅτι τῶν νόμων οὓς μὲν αὐτὸς ὁ θεὸς οὐ προσχρησάμενος ἄλλῳ δι’ ἑαυτοῦ μόνου θεσπίζειν ἠξίωσεν, οὓς δὲ διὰ προφήτου Μωυσέως, ὃν ἀριστίνδην ἐκ πάντων ὡς ἐπιτηδειότατον ἱεροφάντην ἐπελέξατο.

τοὺς μὲν οὖν αὐτοπροσώπως θεσπισθέντας δι’ αὐτοῦ μόνου συμβέβηκε καὶ νόμους εἶναι καὶ νόμων τῶν ἐν μέρει κεφάλαια, τοὺς δὲ διὰ τοῦ προφήτου πάντας ἐπ’ ἐκείνους ἀναφέρεσθαι.

λέξω δ’, ὡς ἂν οἷός τε ὦ, περὶ ἑκατέρων καὶ πρότερόν γε τῶν κεφαλαιωδεστέρων· [*](1 ἡμέρων oin. Arm ἵν᾿ M : ἵνα ceteri ἐὰν om. M 2 ἐν om. G δίψη Η (v) 3. 4 ἀνευρίσκωσιν ἀπαυτοματισθέντων transp. H (Turn.) 4 μάνα H 4. 5 προσόψιμα Η 5 pr. δὲ] τε Richt. ἀπ’ secludendum putavit Mang. ὀρτυγομήτρας codd. (cf. Exod. 16,13): ὀρτυγομητρῶν Mang. alt. δὲ] μὲν Η 6 τὸ om. M δὲ om. M 7 θαυμάζωσιν εἰ λόγια θεοῦ συμβέβηκεν εἶναι τοὺς νόμους M Arm : θαυμάζωσι Νεῖλον μηδ’ εἰ συμβέβηκεν εἶναι θεοῦ τοὺς νόμους ceteri (v) τοὺς νόμους corr. ex τοῖς νόμοις Η post νόμους add. ἀμφιγνοῶσιν mg. H2 (v) 9 ἀφθονίαν — εὖ ζῆν (10) om. M 10 ἀφορμὰς] ἀφθονίας Α 11 post ζῆν add. καὶ ὡς εἰκὸς Η et mg. P2 (v) 13 αἴτιαι corr. in αἰτίαι F περὶ om. M 14 οἶδεν ὁ θεὸς M: θεὸς οἶδε ceteri (v) δ’ ἅπερ M: δὲ ἃ cetori (Turn.) 16 τῶν νόμων] τοὺς νόμους M οὓς] τοὺς M 17 ἑαυτοῦ M: αὑτοῦ G, αὐτοῦ corr. in αὐτοῦ H, αὐτοῦ APF οὐ μόνον G οὓς] τοὺς M 18 τοῦ προφήτου APF μώσεως MAPFH, om. G ὃν] ὃς H ἐκ πάντων M: ἐξ ἀπάντων ceteri (v) ἱεροφάντην M: ὡς ἱεροφαντεῖν ceteri (v) 19 ἐπελέξατο M: εἵλετο ceteri (v) αὐτοπροσώπους Α 20 pr. καὶ om. Arm 22 περὶ MF: καὶ περὶ ceteri (v) post γε add. περὶ Arm)

v.4.p.273
ὧν εὐθέως ἄξιον θαυμάσαι τὸν ἀριθμὸν δεκάδι τῇ παντελείᾳ περατουμένων, ἣ πάσας μὲν ἀριθμῶν διαφορὰς ἀρτίων καὶ περιττῶν καὶ ἀρτιοπερίττων, ἀρτίων μὲν δυοῖν, περιττῶν δὲ τριῶν, ἀρτιοπερίττων δὲ πέντε, πάσας δὲ λόγων τῶν ἐν ἀριθμοῖς πολυπλασίων καὶ ἐπιμερῶν καὶ ὑποεπιμερῶν περιέχει, πάσας δ’ ἀναλογίας,

τήν τε ἀριθμητικήν, ἣ τῷ ἰσαρίθμῳ ὑπερέχει καὶ ὑπερέχεται, οἷον ἐπὶ τοῦ ἓν καὶ δύο καὶ τρία, καὶ τὴν γεωμετρικήν, καθ’ ἣν οἷος ὁ λόγος πρὸς τὸν πρῶτον τοῦ δευτέρου, τοιοῦτος καὶ ὁ πρὸς τὸν δεύτερον τοῦ τρίτου, ὡς ἔχει ἐπὶ τοῦ ἓν καὶ δύο καὶ τέσσαρα, ἔν τε διπλασίοις καὶ τριπλασίοις καὶ συνόλως πολυπλασίοις καὶ πάλιν ἐν ἡμιολίοις καὶ ἐπιτρίτοις καὶ τοῖς παραπλησίοις, ἔτι μέντοι καὶ τὴν ἁρμονικήν, καθ’ ἣν ὁ μέσος τῶν ἄκρων τῷ ἴσῳ μορίῳ ὑπερέχει τε καὶ ὑπερέχεται, ὡς ἔχει ἐπὶ τοῦ τρίτου καὶ τετάρτου καὶ ἕκτου.

περιέχει δὲ ἡ δεκὰς καὶ τὰς τῶν τριγώνων καὶ τετραγώνων καὶ τῶν ἄλλων πολυγώνων ἐμφαινομένας ἰδιότητας καὶ τὰς τῶν συμφωνιῶν, τήν τε διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λόγῳ, τῷ τέσσαρα πρὸς τρία, καὶ τὴν διὰ πέντε ἐν ἡμιολίῳ, τῷ τρία πρὸς δύο, καὶ τὴν διὰ πασῶν ἐν διπλασίῳ, τῷ δύο πρὸς ἕν, καὶ τὴν δὶς διὰ πασῶν ἐν τετραπλασίῳ, τῷ ὀκτὼ πρὸς δύο.

παρό μοι δοκοῦσι καὶ οἱ πρῶτοι τὰ ὀνόματα τοῖς πράγμασι θέμενοι — σοφοὶ γὰρ ἦσαν — εἰκότως αὐτὴν προσαγορεῦσαι δεκάδα, ὡσανεὶ δεχάδα οὖσαν, παρὰ τὸ δέχεσθαι καὶ κεχωρηκέναι τὰ γένη πάντα τῶν ἀριθμῶν καὶ λόγων τῶν κατ’ ἀριθμὸν [*](1 εὐθὺς M 1.2 περατουμένων codd.: περαιουμένων Turn., περανουμένων Mang. 2 ἣ] εἰ M ἀριθμῶν] ἀριθμουμένων AP διαφορὰς ἀρτίων ἀριθμῶν transp. G 2. 3 καὶ ἀρτιοπερίττων om. L (Turn.) 3 δυοῖν ex δυεῖν corr. Η, δυεῖν FG 4. 5 ὑποεπιμερῶν M: ἐπιμορίων ceteri (v) 5 δὲ M, om. Arm ἡ τῷ] τῷ γὰρ Arm 5. 6 τῶν ἰσαρίθμων AP, τῶ ἴσω ἀριθμῶ M 6 ἐπὶ τὸ α' καὶ β' καὶ γ' M 7. 8 πρὸς τὸν πρῶτον τοῦ δευτέρου] τοῦ α' πρὸς τὸν τοῦ β' M 8 τοιοῦτος om. AP1 ὁ MH: om. ceteri πρὸς τὸν δεύτερον τοῦ τρίτου] τοῦ β' πρὸς τὸν γ' M 9 τοῦ] τὸ F, om. M ἓν καὶ ἓν ὁ εῖς καὶ δύο καὶ τρεῖς καὶ τριάκοντα τέσσαρες M τέτταρα AP 9. 10 καὶ συνόλως πολυπλασίοις MF Arm: om. ceteri 12 post μορίῳ add. καὶ Η (v) ὑπερέχει τε καὶ ὑπερέχεται MF: ὑπερέχεται καὶ ὑπερέχει ceteri (v) τρίτου] α' MG; δευτέρου coni. Christophorson (Mang.), sed cf. de opif. mundi § 110 τετάρτου] δ' M, τέσσαρα G 13 ἕκτου] ς' M, ἐς G ἕκτου καὶ τετάρτου καὶ τρίτου transp. Arm τῶν H: om. ceteri 15 τεττάρων FH ἐν om. APF τῷ] τοῦ G δ' M 15. 16 πρὸς τὸν τρία G 16 γ' M γ' M β' M 17 β' M α' M δὶς καὶ διὰ Η 18 τῶ] τὰ Η η' M β M 20 ὡσανεὶ] οἱονεὶ Ἀρ’ 21 συγκεχωρηκέναι Turn. τὰ γένη τῶν ἀριθμῶν πάντα καὶ κεχωρηκέναι transp. M πάντα τὰ γένη transp. AP λόγους M ἀριθμῶν corr. in ἀριθμὸν AFH)

v.4.p.274

καὶ ἀναλογιῶν ἁρμονιῶν τε αὖ καὶ συμφωνιῶν. τὴν μέντοι δεκάδα πρὸς τοῖς εἰρημένοις καὶ διὰ ταῦτα εἰκότως ἄν τις θαυμάσειε περιέχουσαν τήν τε ἀδιάστατον φύσιν καὶ τὴν διαστηματικήν· ἡ μὲν οὖν ἀδιάστατος τάττεται κατὰ σημεῖον μόνον, ἡ δὲ διαστηματικὴ κατὰ τρεῖς ἰδέας γραμμῆς καὶ ἐπιφανείας καὶ στερεοῦ·

τὸ μὲν γὰρ δυσὶ σημείοις περατούμενόν ἐστι γραμμή, τὸ δ’ ἐπὶ δύο διαστατὸν ἐπιφάνεια, ῥυείσης ἐπὶ πλάτος γραμμῆς, τὸ δ’ ἐπὶ τρία στερεόν, μήκους καὶ πλάτους βάθος προσλαβόντων, ἐφ’ ὧν ἵσταται ἡ φύσις· πλείους γὰρ τριῶν διαστάσεις οὐκ ἐγέννησεν.

ἀρχέτυποι δὲ τούτων ἀριθμοὶ τοῦ μὲν ἀδιαστάτου σημείου τὸ ἕν, τῆς δὲ γραμμῆς τὰ δύο, καὶ ἐπιφανείας μὲν τρία, στερεοῦ δὲ τέσσαρα, ὧν ἡ σύνθεσις ἑνὸς καὶ δυοῖν καὶ τριῶν καὶ τεσσάρων ἀποτελεῖ δεκάδα παραφαίνουσαν τοῖς ὁρατικοῖς καὶ ἕτερα κάλλη·

σχεδὸν γὰρ ἡ ἀπειρία τῶν ἀριθμῶν ταύτῃ μετρεῖται, διότι οἱ συστήσαντες αὐτὴν ὅροι τέσσαρές εἰσιν, ἓν καὶ δύο καὶ τρία καὶ τέτταρα, οἱ δ’ ἴσοι ὅροι ἑκατοντάδα γεννῶσιν ἐκ δεκάδων — δέκα γὰρ καὶ εἴκοσι καὶ τριάκοντα καὶ τεσσαράκοντα γίνονται ἑκατόν —, ὁμοίως δὲ καὶ χιλιάδα ἐξ ἑκατοντάδων καὶ μυριάδα ἐκ χιλιάδων, μονὰς δὲ καὶ δεκὰς καὶ ἑκατοντὰς καὶ χιλιὰς τέσσαρες ὅροι οἱ δεκάδα γεννῶντες·

ἥτις δίχα τῶν πρόσθεν εἰρημένων καὶ ἑτέρας ἀριθμῶν ἐμφαίνει διαφοράς, τόν τε πρῶτον κόσμον, ὃς μονάδι μόνῃ μετρεῖται, οὗ παράδειγμα ὁ τρεῖς, ὁ πέντε, ὁ ἑπτά, καὶ τὸν τετράγωνον, τὸν τέσσαρα, τὸν ἰσάκις ἴσον, καὶ μὲν δὴ τὸν κύβον, τὸν ὀκτώ, ὅς ἐστιν ἰσάκις ἴσος ἰσάκις, καὶ τὸν τέλειον, τὸν ἕξ, ἰσούμενον τοῖς ἑαυτοῦ μέρεσι, τρισὶ καὶ δυσὶ [*](2 εἰκότως ἄν τις M: ἄν τις εἰκότως ceteri (v) θαυμάσειε MAP: θαυμάσαι FGH 5 γραμμὴν καὶ ἐπιφάνειαν καὶ στερεόν coni. Mang. γὰρ om. F 6 δ’ AP: δὲ ceteri 7 δὲ Μ τρεῖς M βάθους MII, Λαὶ βάθος AP β' α' βάθους πλάτους Η 8 ἡ om. GH (v) 10 γ' M 11 δ' M α' M δυεῖν GH, β' M γ' M 12 τεττάρων APF, δ' M ἀποτελεῖ δεκάδα — τέτταρα (14) om. M ὁρατικοῖς APFG: ὁρατοῖς Η (Turn.) 13 μετρεῖται] περατοῦται vel περαίνεται coni. Mang. 14 ἓν καὶ δύο καὶ τρία καὶ τέτταρα G: ἑνὸς καὶ δυοῖν δυεῖν 11) καὶ τριῶν καὶ τεττάρων APFH (v) 15 δ’ M: δὲ ceteri 15. 16 ι' γὰρ καὶ κ' G, δεκάδα γὰρ καὶ εἰκοσάδα M 16 λ' MG μ' MG γίνονται F: γίνεται MG, γεννῶσιν H (v), om. AP ρ' MAP 18 δ' M δεκάδα] ι' M 20 κόσμον M: om. ceteri (v) ὃς] ὡς F μόνη MAPFG: μόνον Η (v) μετρεῖται μόνη transp. G 21 τρεῖς FH, γ' M: τρία APG (Mang.) ε' M ζ' M τέσσαρα APG, δ' M: τέταρτον FH (v) 22 τὸν κύβον .M: τὸν om. ceteri (v) ὀκτώ FG, η' M: ὄγδοον G mg. P (v), αὐτώ (sic) Α, αὐτόν P pr. ἰσάκις om. M 23 τὸν ἐξισούμενον M αὐτοῦ MF γ' καὶ β' καὶ α' M)

v.4.p.275
καὶ ἑνί.

τί δὲ δεῖ καταλέγεσθαι τὰς δεκάδος ἀρετὰς ἀπείρους τὸ πλῆθος, πάρεργον ποιουμένους ἔργον μέγιστον, ὃ καθ’ αὑτὸ συμβέβηκεν αὐταρκεστάτην εἶναι ὑπόθεσιν τοῖς περὶ τὰ μαθήματα διατρίβουσι; τὰς μὲν οὖν ἄλλας ὑπερθετέον, μιᾶς δ’ οὐκ ἄτοπον ἴσως ἐπιμνησθῆναι δείγματος ἕνεκα.

τὰς γὰρ ἐν τῇ φύσει λεγομένας κατηγορίας δέκα μόνας εἶναί φασιν οἱ ἐνδιατρίβοντες τοῖς τῆς φιλοσοφίας δόγμασιν· οὐσίαν, ποιόν, ποσόν, πρός τι, ποιεῖν, πάσχειν, ἔχειν, κεῖσθαι, τὰ ὧν οὐκ ἄνευ πάντα, χρόνον καὶ τόπον.

οὐδὲν γάρ ἐστι τούτων ἀμέτοχον· οἷον ἐγὼ μετέχω μὲν οὐσίας δανεισάμενος ἀφ’ ἑκάστου τῶν στοιχείων, ἐξ ὧν ἀπετελέσθη ὅδε ὁ κόσμος, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, τὰ πρὸς τὴν ἐμὴν σύστασιν αὐταρκέστατα· μετέχω δὲ καὶ ποιότητος, καθ’ ἣν ἄνθρωπός εἰμι, καὶ ποσότητος, ᾗ πηλίκος· γίνομαι δὲ καὶ πρός τι, ὅταν μου πρὸς δεξιοῖς τις ἢ πρὸς εὐωνύμοις ᾖ· ἀλλὰ καὶ ποιῶ, τρίβων τι ἢ κείρων, καὶ πάσχω, κειρόμενος ἢ τριβόμενος ὑφ’ ἑτέρων· κἀν τῷ ἔχειν ἐξετάζομαι, ἢ περιβεβλημένος ἢ ὡπλισμένος, κἀν τῷ κεῖσθαι, σχεδόν τι καθεζόμενος ἢ κατακεκλιμένος· εἰμὶ δὲ πάντως κἀν τόπῳ καὶ χρόνῳ, τῶν προειρημένων οὐδενὸς δυναμένου χωρὶς ἀμφοῖν ὑφίστασθαι.

Ταυτὶ μὲν οὖν ἀποχρώντως λελέχθω, συνυφαίνειν δ’ ἀναγκαῖον τὰ ἀκόλουθα. τοὺς δέκα λόγους ἢ χρησμούς, νόμους ἢ θεσμοὺς πρὸς ἀλήθειαν ὄντας, ἀθροισθέντος τοῦ ἔθνους ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν εἰς ἐκκλησίαν, ὁ πατὴρ τῶν ὅλων ἐθέσπισεν. ἆρά γε φωνῆς τρόπον [*](1 δεκάδας H 2 μέγιστον ἔργον transp. Arm 3 τοῖς — διατρίβουσι om. M 4 ἐπιμνησθῆναι MF: ὑπομνησθῆναι ceteri (v) 5 ἕνεκεν GH (v) δέκα] δεκάδας Turn. 6 φασὶν εἶναι transp. M ἐνδιατρίψαντες M τοῖς τῆς M: om. ceteri (v) 7 οὐσία FH post πρός τι add. ποῦ πότε M 8 πάντα addidi (cf. vol. II 24,14) ; τὰ ὧν ἄνευ οὐκ ἔστι τι coni. Mang. ἄνευ χρόνου καὶ τόπου Α Arm καὶ] ἡ καὶ M post τόπον add. εἶναι M 9 μὲν μετέχω transp. GH (v) 10 ὅδε] ὅλος Η (v) 11 καὶ om. Α 12 καθ’ ἣν] καθὸ Α πηλίκοσδε F, πηλικότητος Arm πηλίκος γίνομαι (om. δὲ) M 13 τις] στῆς M ᾖ· ἀλλὰ] ἢ ἀλλαχῆ M 14 ποιῶ M: ποιῶ ποιῶν A) τι ceteri (v) τι (post τρίβων) om. Α κείρων Mang. : καίων codd. Arm πάσχων A 15 ἑτέρου G κἀν F: κἀν ceteri, ἐν Arm ἐξετάζομαι Α κἀν AF: κἄν ceteri 16 σχεδόν τι M: σχέδην ceteri (v) 17 κἂν (κἀν scripsi) τόπω καὶ χρόνω M Arm: κἄν χρόνω κἄν τόπω F, καὶ χρόνω καὶ τόπω ceteri δυναυφ μένων H (Turn.) 18 συνίστασθαι H IJ) ταύτῃ M, ταῦτα AP 20 νόμους M Arm: ἡ νόμους ceteri (v) 21 οὓς ante ἀθροισθέντος add. FGH (v) καὶ γυναικῶν ὁμοῦ transp. M 22 εἰς ἐκκλησίαν M: ἐν ἐκκλησία APFG, om. H (Turn.) φωνῆς τρόπον] φωνὴν γήινον M τρόπου corr. in τρόπον Α)

v.4.p.276
προέμενος αὐτός; ἄπαγε, μηδ’ εἰς νοῦν ποτ’ ἔλθοι τὸν ἡμέτερον· οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός, στόματος καὶ γλώττης καὶ ἀρτηριῶν δεόμενος.

ἀλλά γέ μοι δοκεῖ κατ’ ἐκεῖνον τὸν χρόνον ἱεροπρεπέστατόν τι θαυματουργῆσαι κελεύσας ἦχον ἀόρατον ἐν ἀέρι δημιουργηθῆναι, πάντων ὀργάνων θαυμασιώτερον, ἁρμονίαις τελείαις ἡρμοσμένον, οὐκ ἄψυχον ἀλλ’ οὐδ’ ἐκ σώματος καὶ ψυχῆς τρόπον ζῴου συνεστηκότα, ἀλλὰ ψυχὴν λογικὴν ἀνάπλεω σαφηνείας καὶ τρανότητος, ἣ τὸν ἀέρα σχηματίσασα καὶ ἐπιτείνασα καὶ πρὸς πῦρ φλογοειδὲς μεταβαλοῦσα καθάπερ πνεῦμα διὰ σάλπιγγος φωνὴν τοσαύτην ἔναρθρον ἐξήχησεν, ὡς τοῖς ἔγγιστα τοὺς πορρωτάτω κατ’ ἴσον ἀκροᾶσθαι δοκεῖν.

ἀνθρώπων μὲν γὰρ αἱ φωναὶ πρὸς μήκιστον ἀποτεινόμεναι πεφύκασιν ἐξασθενεῖν, ὡς ἀριδήλους τοῖς μακρὰν ἀφεστηκόσι μὴ γίνεσθαι τὰς ἀντιλήψεις ταῖς ἐπεκτάσεσιν ἐκ τοῦ κατ’ ὀλίγον ἀμαυρουμένας, ἐπειδὴ καὶ τὰ ὄργανα φθαρτά·