De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

καὶ ἧττον ἂν ἦν δεινόν, εἰ τὸ μῖσος ἐπεδείκνυτο ἐμφανές — τὰ γὰρ ἐν περιόπτῳ ῥᾷον φυλάξασθαι —· νυνὶ δὲ δυσυπονόητον καὶ δυσθήρατόν ἐστι, πανούργοις τέχναις συσκιαζόμενον καὶ τὴν ἐναντίαν ἔστιν ὅτε τοῦ φιλεῖν δόξαν ἐμποιοῦν γοητείαις τισὶ καὶ ἀπάταις.

ἀναστάτους γε μὴν τρεῖς ἀποδεικνύουσιν οἴκους, τόν τε τοῦ παρασπονδουμένου ἀνδρός, ὃς τὰς ἐπὶ γάμοις εὐχὰς καὶ τὰς ἐπὶ γνησίοις παισὶν ἐλπίδας περικόπτεται, καὶ δύο δ’ ἑτέρους τόν τε τοῦ μοιχοῦ καὶ τὸν τῆς γυναικός· καὶ γὰρ τούτων ἑκάτερος ὕβρεως καὶ ἀτιμίας καὶ τῶν μεγίστων ὀνειδῶν ἀναπίμπλαται.

κἄν πολυάνθρωποι μὲν τύχωσιν αἱ συγγένειαι διὰ τὰς ἐπιγαμίας καὶ τὰς ἄλλων πρὸς ἄλλους ἐπιμιξίας, ἅψεται καὶ τῆς πόλεως ἁπάσης ἐν κύκλῳ βαδίζον τἀδίκημα.

παγχάλεπόν γε μὴν καὶ ὁ τῶν τέκνων [*](l Arm τοῦτο AP 2 φιληδονίαν Arm Nicet.: φιληδονίας codd. ἡ] οἳ AP 3 τόνους ἐκλύει transp. AP τὰς μεγίστας οὐσίας Arm 4 μηδὲ ἓν Nicet. 5 τῶν om. Η (Turn.) ἔπειτα P 6 διδάσκειν G (coni. Mang.): διδάσκει ceteri συναδικεῖν διδάσκει transp. Arm 7 τοῦ (sic codd. Arm Nicet.) seclusi; τούτου Mang. λαβεῖν] εὑρεῖν AP (Turn.) 10 τοῦτο Nicet. ἔνεστιν] ἔστιν G 11 μοιχωμένης AP 13 τρόπον om. F ἣν om. M 14 ἐμφανὲς ἐπεδείκνυτο transp. Nicet. 15 ante δυσυπονόητον add. καὶ AP, δυσύποιστον καὶ add. Nicet. 16 δόξαν τοῦ φιλεῖν transp. M 17 ἀποδείκνυ(??)σιν G, ἀποδείκνυσιν AP 18 παρασπενδομένου H (Turn.) ὃς Markland (Mang.): οὐ G Nicet., om. ceteri 19 παρακόπτεται M, περικόπτουσι Nicet. δὲ AP 20 τόν τε τοῦ] τοῦ τε AP alt. τὸν Arm (coni. Mang.): om. codd. 21 ὕβρεων Nicet. ἀναπίμπλανται H (Turn.) κἂν γὰρ Arm 22 μὲν om. Nicet. (fort. recte)) [*](1— 298,14 Nicetae Serrani Catena in Lucam (Vat. 1611 fol. 245v) Φίλωνος: μέγιστον ἀδικημάτων ἐστὶν ἡ μοιχεία. πρῶτον μὲν γὰρ — πρῶτον ἀδικημάτων ἀνεγράφη.)

v.4.p.298
ἐπαμφοτερισμός· μὴ γὰρ ἁγνευούσης γυναικός, ἀμφίδοξον καὶ ἄδηλον, τὰ ἀποκυόμενα τίνος ἐστὶ τῇ ἀληθείᾳ πατρός· εἶτα λανθάνοντος τοῦ πράγματος, οἱ μοιχίδιοι τὴν τῶν γνησίων παρασπασάμενοι τάξιν ἀλλοτρίαν γενεὰν νοθεύουσι καὶ κλῆρον ὅσον τῷ δοκεῖν πατρῷον οὐδὲν προσήκοντα διαδέξονται.

καὶ ὁ μὲν μοιχὸς ἐφυβρίσας καὶ ἐναπερυγὼν τὸ πάθος, ἐπίληπτον σπορὰν σπείρας, ὅταν ἀποπλησθῇ τῆς ἐπιθυμίας, οἰχήσεται καταλιπών, γέλωτα θέμενος τὴν τοῦ παρανομηθέντος ἄγνοιαν· ὁ δ’ οἷα τυφλὸς μηδὲν τῶν ὑποικουρημένων ἐπιστάμενος ὡς οἰκειότατα ἔκγονα τὰ ἐκ τῶν πολεμιωτάτων θεραπεύειν ἀναγκασθήσεται.

φανερὸν δ’ εἰ γένοιτο τἀδίκημα, κακοδαιμονέστατοι γένοιντ’ ἂν οἱ μηδὲν ἠδικηκότες ἄθλιοι παῖδες, μηδετέρῳ γένει προσνεθῆναι δυνάμενοι, μήτε τῷ τοῦ γήμαντος μήτε τῷ τοῦ μοιχοῦ.

τοιαύτας συμφορὰς ἀπεργαζομένης τῆς ἐκνόμου μίξεως, εἰκότως στυγητὸν καὶ θεομίσητον πρᾶγμα, μοιχεία, πρῶτον ἀδικημάτων ἀνεγράφη.

Δεύτερον δὲ πρόσταγμα μὴ ἀνδροφονεῖν. ἀγελαστικὸν γὰρ καὶ σύννομον ζῷον τὸ ἡμερώτατον ἄνθρωπον ἡ φύσις γεννήσασα πρὸς ὁμόνοιαν καὶ κοινωνίαν ἐκάλεσε. λόγον δοῦσα συναγωγὸν εἰς ἁρμονίαν καὶ κρᾶσιν ἠθῶν. ὁ δὴ κτείνων τινὰ μὴ ἀγνοείτω νόμους φύσεως καὶ θεσμοὺς ἀνατρέπων καλῶς καὶ συμφερόντως ἅπασι γραφέντας.

ἴστω μέντοι καὶ ἱεροσυλίας ἔνοχος ὢν τὸ ἱερώτατον τῶν τοῦ θεοῦ κτημάτων σεσυληκώς· τί γὰρ σεμνότερον ἢ ἁγιώτερον ἀνάθημα ἀνθρώπου; χρυσὸς μὲν καὶ ἄργυρος καὶ λίθοι πολυτελεῖς καὶ ὅσαι ἄλλαι τιμαλφέσταται [*](1 ἀμφίδοξα καὶ ἄδηλα G 1.2 τὸ ἀποκυόμενον AP Arm Nicet. 2 τῆ ἀληθεία M: ἀληθεία ceteri 4 τῶ corr. ex τὸ Η 5 διαδέχονται Christophorson ἀφυβρίσας Nicet. ἀπαπερυγὼν coni. Mang. 7 ἐν γέλωτι AP τὴν om. L (Turn.) παρασπονδηθέντος coni. Mang. 8 ὑποικουρημένων F Arm (coni. Mang.): ἐποικουρημένων MAPH (v), ἐποικουρημένος G, ἀποικουρουμένων Nicet.; ὑπῳκουρημένων Wendl. ἔκγονα F: ἔγγονα ceteri (v) i) θεραπεύειν] τροφεύειν voluit Mang. 10 τἀδίκημα AP: τὸ ἀδίκημα ceteri γένοιτ’ FH1 H μηδ’ ἑτέρω FH1 (Turn.) 13 ἐκνόμου] ἐκ τοὐ νόμου Nicet. μισητὸν Nicet. ἡ μοιχεία Α (Mang.) 16 ζῴων Arm; καὶ ζῴων coni. Mang. ἄνθρωπον ω Nicet.: om. ceteri (v) 17 λόγον δοῦσα] λόγον οὖσαν A 18 δὴ] δὲ Richt. 19 τοὺς ante καλῶς adci. Arm 20 ἱεροσυλίας Η: ἱεροσυλία ceteri (v) τοῦ om. Nicet. κτισμάτων Η (cf. de spec. leg. III 15 p. 313 M.): κτισμάτων ceteri Arm Nicet. 21 ἁγιώτερον Arm (coni. Mang.): ἀνώτερον codd. 22 τιμαλφέστατοι MFG) [*](15 — 21 Nicetae Serrani Catena in Lucam (Vat. 1611 fol. 246r): δεύτερον δὲ πρόσταγμα — σεσυληκώς.)

v.4.p.299
ὗλαι κόσμος οἰκοδομημάτων ἐστίν, ἄψυχος ἀψύχων·

ἄνθρωπος δέ, ζῷον ἄριστον κατὰ τὸ κρεῖττον τῶν ἐν αὐτῷ, τὴν ψυχήν, συγγενέστατος τῷ καθαρωτάτῳ τῆς οὐσίας οὐρανῷ, ὡς δ’ ὁ τῶν πλείστων λόγος, καὶ τῷ τοῦ κόσμου πατρί, τῶν ἐπὶ γῆς ἁπάντων οἰκειότατον ἀπεικόνισμα καὶ μίμημα τῆς ἀιδίου καὶ εὐδαίμονος ἰδέας τὸν νοῦν λαβών.

τρίτον δ’ ἐστὶ τῆς δευτέρας πεντάδος παράγγελμα μὴ κλέπτειν. ὁ γὰρ τοῖς ἀλλοτρίοις ἐπικεχηνὼς κοινὸς πόλεως ἐχθρός, βουλήσει μὲν τὰ πάντων δυνάμει δὲ τά τινων ὑφαιρούμενος, τῷ τὴν μὲν πλεονεξίαν ἐπὶ μήκιστον ἐκτείνεσθαι, τὸ δ’ ἀσθενὲς ὑστερίζον εἰς βραχὺ στέλλεσθαι καὶ μόνον φθάνειν ἐπ’ ὀλίγους.

ὅσοι τοίνυν τῶν κλεπτῶν ἰσχὺν προσέλαβον, ὅλας συλῶσι πόλεις ἀλογοῦντες τιμωριῶν διὰ τὸ ἐπικυδέστεροι τῶν νόμων εἷναι δοκεῖν· οὗτοι δ’ εἰσὶν οἱ ὀλιγαρχικοὶ τὰς φύσεις, οἱ τυραννίδων καὶ δυναστειῶν ἐπιθυμοῦντες, οἱ τὰς μεγάλας ἐργαζόμενοι κλοπάς, σεμνοῖς ὀνόμασι τοῖς ἀρχῆς καὶ ἡγεμονίας ἐπικρύπτοντες λῃστείαν τἀληθὲς ἔργον.

ἐκ πρώτης οὖν ἡλικίας ἀναδιδασκέσθω τις μηδὲν λάθρα τῶν ἀλλοτρίων ὑφαιρεῖσθαι, κἄν βραχύτατον ᾖ, διότι ἐγχρονίζον ἔθος φύσεως κραταιότερόν ἐστι καὶ τὰ μικρὰ μὴ κωλυόμενα φύεται καὶ ἐπιδίδωσι πρὸς μέγεθος συναυξανόμενα.

Κλέπτειν δ’ ἀπειπὼν ἑξῆς ψευδομαρτυρεῖν ἀπαγορεύει, πολλοῖς καὶ μεγάλοις καὶ πᾶσι χαλεποῖς τοὺς ψευδομάρτυρας ἐνόχους εἰδώς. [*](2 αὐτῶ in αὑτῶ corr. H 3 τὴν οὐσίαν AP 6 δ’ om. F παράγγελμα] παράδειγμα AP 7 κλέπτειν] βλέπειν N 8 ἀφαιρούμενος FH (Turn.) 11 ὅλας] ὅσας M 13 τυραννίδος Η (Turn.) 14 τοῖς MAPH: τῆς FGN Nicet. (v) 15 τἀληθές ἔργον Arm: τἀληθέστερον codd. (v) ἀναδιδασκέτω AP 16 μηδὲ Turn. 17 ἐστι om. Nicet. μὴ om. H μὴ κωλυόμενα] κωλυόμενα οὐδαμῶς M post κωλυόμενα add. ἁμαρτήματα DP Max. 18 φύεται D: αὔξεται codd. Nicet. (v) ἐπιδίδοται D συναυξάνοντα DP Max., συναύξοντα DK Barocc, ἐπαυξανόμενα H (v) 19 ἑξῆς] εὐθὺς H (Turn.) 20 πᾶσι χαλεποῖς] παγχαλέποις Christophorson, παντάπασι χαλεποῖς coni. Mang.) [*](6 — 18 pergit Nicetas paulo post: τρίτον δέ ἐστι παράγγελμα· μὴ κλέπτῃς. ὡς ἀλλοτρίοις ἐπικεχηνὼς — πρὸς μέγεθος συναυξανόμενα. 6 — 301,2 N fol. 153v : τρίτον δ’ ἐστὶ — ψευδομαρτυρίαν ἀπειπεῖν 17 — 18 DP fol. 310v Φίλωνος ἐκ τοῦ εἰς τὸν δεκάλογον DR fol. 255r Mel. Barocc fol. 137r Max. Ecl. cap. 62 Φίλωνος: ἐγχρονίζον ἔθος — συναυξάνοντα. 19 — 301,1 DR fol. 281r Φίλωνος: οἱ τὰ ψευδῆ μανθάνοντες δυσκόλως μανθάνουσι τἀληθῆ. (tum post spatium:) ψευδομαρτυρεῖν ἀπαγορεύει ὁ θεῖος λόγος πολλοῖς — κολάσεως. 19 — 301,2 pergit Nicetas: κλέπτειν τοίνυν ἀπειπὼν — ψευδῆ μαρτυρίαν ἀπειπεῖν.)

v.4.p.300
τὸ μὲν γὰρ πρῶτον φθείρουσι τὴν σεμνὴν ἀλήθειαν, ἧς οὐκ ἔστιν ἐν βίῳ κτῆμα ἱερώτερον, ἡλίου τρόπον φῶς τοῖς πράγμασι περιτιθείσης, ἵνα μηδὲν αὐτῶν ἐπισκιάζηται.

δεύτερον δὲ πρὸς τῷ ψεύδεσθαι καὶ τὰ πράγματα οἷα νυκτὶ καὶ σκότῳ βαθεῖ περιαμπίσχουσι καὶ συμπράττουσι μὲν τοῖς ἁμαρτάνουσιν, ἐπιτίθενται δὲ τοῖς ἀδικουμένοις, ἃ μήτ’ εἶδον μήτ’ ἤκουσαν μήτ’ ἴσασι παγίως εἰδέναι καὶ σφόδρα κατειληφέναι διαβεβαιούμενοι.

προσεξεργάζονται δὲ καὶ τρίτον παρανόμημα τῶν προτέρων ἀργαλεώτερον· ὅταν γὰρ σπάνις ἀποδείξεων ᾖ διὰ λόγων ἢ διὰ γραμμάτων, ἐπὶ μάρτυρας καταφεύγουσιν οἱ τὰς ἀμφισβητήσεις ἔχοντες, ὧν τὰ ῥήματα κανόνες εἰσὶ τοῖς δικασταῖς περὶ ὧν μέλλουσιν ἀποφαίνεσθαι· μόνοις γὰρ τούτοις ἐπανέχειν ἀνάγκη, μηδενὸς ὄντος ἑτέρου τῶν εἰς ἔλεγχον· ἐξ οὗ συμβαίνει, τοὺς μὲν καταμαρτυρουμένους ἀδικεῖσθαι νικᾶν δυναμένους, τοὺς δὲ προσέχοντας δικαστὰς ἀδίκους καὶ παρανόμους ψήφους ἀντὶ νομίμων καὶ δικαίων γράφειν.

τὸ μέντοι πανούργημα φθάνει καὶ πρὸς ἀσέβειαν· οὐ γὰρ ἀνωμότοις δικάζειν ἔθος, ἀλλὰ μετὰ φρικωδεστάτων ὅρκων, οὓς παραβαίνουσι πρὸ τῶν ἀπατωμένων οἱ φενακίζοντες, ἐπειδὴ τῶν μὲν τὸ σφάλμα οὐ κατὰ γνώμην, οἱ δ’ ἐπιστήμῃ καταστρατηγοῦσι καὶ ἐκ προνοίας ἁμαρτάνοντες καὶ τοὺς κυρίους τῆς ψήφου συνεξαμαρτάνειν ἀναπείθοντες οὐκ εἰδότας ὃ δρῶσιν ἐπὶ τιμωρίᾳ [*](1 — 3 τὸ μὲν—δεύτερον δὲ om. DR fol. 281r 1 γὰρ om. AP (ss. P2) 2 βίῳ] κόσμῳ Ann κτῆμα] χρῆμα coni. Mang. ἱερώτερον v (Arm?): ἱερώτατον codd. D: #x003E; κτῆμα, ἱερώτατον conicio περιτιθεῖσαν coui. Mang. πισχ 3 μηδεὶς N τῷ] τὸ F, γὰρ τῷ D 4 σκότει AP περιαμφίσκουσι F, περιαμφίσκουσι N 5 post ἁμαρτάνουσιν add. δικασταῖς D (prob. Mang.) ἐπιτίθενται — ἔχοντες (9) om. D μήτ’] μήτε AP; μήτε ter Nicet. 7 προσεξεργάζονται MG: προσεπεξεργάζονται ceteri (v), προσεπεξάργονται (sic) N 8 ἢ post ᾖ add. Arm alt. διὰ FN Nicet. : om. ceten (v) γραμμάτων] πραγμάτων AP 9 μάρτυρα N 10 τοῖς om. H (Turn.) τοῖς δικασταῖς om. D 11 μόνοις — ἔλεγχον (12) om. D τούτοις Arm : om. codd. Nicet. 12 ἀδικεῖσθαι] ἐλέγχεσθαι Arm Nicet. 13 δὲ] δὲ οὐ D 13. 14 ἀδίκους καὶ παρανόμους D Arm, — οὑς ex — ὡς corr. H: ἀδίκως καὶ παρανόμως ceteri Nicet. 14 ψήφους D γνώμας Arm): om. codd. Nicet. νόμων καὶ δικαίων AP, δικαίων καὶ νομίμων transp. H, νομίμων καὶ om. D γράφειν H Arm: ἀναγράφειν ceteri D Nicet. γράφεσθαι v) 14. 15 τότε μέντοι καὶ τὸ πὰν. φθάνει πρὸς D 15 ἀνωμότως H (v), ἀνομότως D δικάζουσιν (om. ἔθος) D 16 πρὸ] μετὰ Arm 17 δὲ D Nicet. 17. 18 ἐπιστήμης στρατηγοῦσιν ἐκ προνοίας D 18 καταστρατηγοῦσι FGHN Arm Nicet. : κατηγοροῦσι MAP (Mang.) προνοίας] πορνείας P κυρίους D Arm: κατηγόρους codd. (Turn.) 18. 19 τῆ ψήφω AP 19 ante οὐκ add. ἄγουσιν D εἰδότες N ὃ δρῶσιν om. D ἐπὶ τιμωρίας τοὺς οὐδεμιᾶς ἀξίους D) [*](1 — 3 DR fol. 72v Φίλωνος) ἐκ τοῦ εἰς τὴν θείαν δεκάλογον: σεμνὸν ἡ ἀλήθεια — ἐπισκιάζηται.)

v.4.p.301
τῶν οὐδεμιᾶς ἀξίων κολάσεως. διὰ μὲν δὴ ταῦτά μοι δοκεῖ ψευδομαρτυριαν ἀπειπεῖν.

τελευταῖον δ’ ἐπιθυμεῖν ἀπαγορεύει νεωτεροποιὸν καὶ ἐπίβουλον τὴν ἐπιθυμίαν εἰδώς. πάντα μὲν γὰρ τὰ ψυχῆς πάθη χαλεπά, κινοῦντα καὶ σείοντα αὐτὴν παρὰ φύσιν καὶ ὑγιαίνειν οὐκ ἐῶντα, χαλεπώτατον δ’ ἐπιθυμία· διὸ τῶν μὲν ἄλλων ἕκαστον θύραθεν ἐπεισιὸν καὶ προσπῖπτον ἔξωθεν ἀκούσιον εἶναι δοκεῖ, μόνη δ’ ἐπιθυμία τὴν ἀρχὴν ἐξ ἡμῶν αὐτῶν λαμβάνει καὶ ἔστιν ἑκούσιος.