De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
Τοὺς βίους τῶν κατὰ Μωυσέα σοφῶν ἀνδρῶν, οὓς ἀρχηγέτας τοῦ ἡμετέρου ἔθνους καὶ νόμους ἀγράφους αἱ ἱεραὶ βίβλοι δηλοῦσιν, ἐν ταῖς προτέραις συντάξεσι μεμηνυκὼς κατὰ τὰ ἀκόλουθα ἑξῆς τῶν ἀναγραφέντων νόμων τὰς ἰδέας ἀκριβώσω μηδ’, εἴ τις ὑποφαίνοιτο τρόπος ἀλληγορίας, τοῦτον παρεὶς ἕνεκα τῆς πρὸς διάνοιαν φιλομαθοῦς ἐπιστήμης, ᾗ πρὸ τῶν ἐμφανῶν ἔθος τὰ ἀφανῆ ζητεῖν.
πρὸς δὲ τοὺς ἀποροῦντας, τί δή ποτε οὐκ ἐν πόλεσιν ἀλλ’ ἐν ἐρήμῳ βαθείᾳ τοὺς νόμους ἐτίθει, λεκτέον πρῶτον μέν, ὅτι αἱ πολλαὶ τῶν πόλεων ἀμυθήτων κακῶν εἰσι μεσταί, καὶ τῶν πρὸς τὸ θεῖον ἀνοσιουργημάτων καὶ τῶν πρὸς ἀλλήλους ἀδικημάτων.
οὐδὲν γάρ ἐστιν ὃ μὴ κεκιβδήλευται, τὰ γνήσια τῶν νόθων παρευημερούντων καὶ τἀληθῆ τῶν εἰκότων, ἃ φύσει μὲν κατέψευσται, πιθανὰς δ’ ὑποβάλλει φαντασίας πρὸς ἀπάτην.
ἐν πόλεσιν οὖν καὶ ὁ πάντων ἐπιβουλότατος φύεται τῦφος, ὅν τινες τεθήπασι καὶ προσκυνοῦσι τὰς κενὰς δόξας [*](1 — 3 Φίλωνος περὶ τῶν δέκα λογίων λόγων scripsi), οἳ κεφάλαια νόμων εἰσί G, φίλωνος ἰουδαίου περὶ τῶν δέκα λογίων, ἃ κεφάλαια νόμων εἰσίν F, περὶ τῶν δέκα λογίων, ἆ κεφάλαια νόμων εἰσίν Η, φίλωνος ἰουδαίου εἰς τὴν (sic) δεκάλογον μώσεως AP, φίλωνος περὶ νόμων ἰδέας M, tit. om. Arm 4 μωϋσέα GH: μωυσῆν M, μωσέα ceteri 6 ἐν τῆ προτέρᾳ συντάξει Arm προτέραις] ἡμετέραις M κατὰ τὸ ἀκόλουθον Arm ut vid. 8 πρὸς διάνοιαν] δι’ ὑπονοιῶν coni. Mang. 9 (??) φιλομαθοῦς ἀ eras.) F ἐπιστάσεως coni. Wendl. ᾖ] ἡ Arm 10 τί δή ποτε] διὰ τί Η (v) 12 εἰσι κακῶν transp. F 14 παρημερευόντων M τὰ ἀληθῆ M 15 εἰκότων] εἰκαιοτέρων M κατεψεύσατο Η (Turn.) IG post ἀπάτην interpungit M: post πόλεσιν ceteri οὖν M: οὖ ceteri, ἀφ’ οὗ Arrn φύεται] ϋιωται (sic) M 17 τὰς κενὰς δόξας] τοὺς κενοδόξους coni. Mang.) [*](11 — 270,5 Vindob. liist. gr. 67 fol. 56r Φίλωνος ἰουδαίου: αἱ πολλαὶ τῶν πόλεων ἐκπιεζόμενοι.)
πρὸ τοῦ σώματος δι’ ὑπερβολὴν ὕβρεως πιεζόμενοι. τῦφος καὶ πολλῶν ἄλλων κακῶν δημιουργός ἐστιν, ἀλαζονείας, ὑπεροψίας, ἀνισότητος· αἱ δ’ εἰσὶν ἀρχαὶ ξενικῶν καὶ ἐμφυλίων πολέμων οὐδὲν μέρος, οὐ κοινόν, οὐκ ἴδιον, οὐ κατὰ γῆν, οὐ κατὰ θάλατταν, ἡσυχάζειν ἐῶσαι. τί δὲ δεῖ τῶν πρὸς ἀλλήλους ἁμαρτημάτων μεμνῆσθαι;
τύφῳ γὰρ καὶ τὰ θεῖα ἐξωλιγώρηται, καίτοι νομιζόμενα τῆς ἀνωτάτω τυγχάνειν τιμῆς· τιμὴ δὲ τίς ἂν γένοιτο, μὴ προσούσης ἀληθείας, ἣ καὶ ὄνομα καὶ ἔργον ἔχει τίμιον, ἐπεὶ καὶ τὸ ψεῦδος ἔμπαλιν ἄτιμον φύσει;
ἡ δ’ ὀλιγωρία τῶν θείων ἐμφανὴς τοῖς ὀξυδερκέστερον ὁρῶσι· μυρίας γὰρ ὅσας διὰ γραφικῆς καὶ πλαστικῆς μορφώσαντες ἰδέας ἱερὰ καὶ νεὼς αὐταῖς προσπεριεβάλοντο καὶ βωμοὺς κατασκευάσαντες ἀγάλμασι καὶ ξοάνοις καὶ τοιουτοτρόποις ἀφιδρύμασι τιμὰς ἰσολυμπίους καὶ ἰσοθέους ἀπένειμαν, ἅπασιν ἀψύχοις.
οὓς εὐθυβόλως αἱ ἱεραὶ γραφαὶ τοῖς ἐκ πόρνης γεγονόσιν ἀπεικάζουσιν· ὡς γὰρ οὗτοι πάντας, ὅσους ἐραστὰς ἔσχεν ἡ μήτηρ, ἐπιγράφονται πατέρας ἑνὸς ἀγνοίᾳ τοῦ φύσει, οὕτω καὶ οἱ κατὰ πόλεις οὐκ εἰδότες τὸν ὄντα ὄντως ἀληθῆ θεὸν μυρία πλήθη ψευδωνύμων ἐκτεθειώκασιν.
εἶτ’ ἄλλων παρ’ ἄλλοις τιμωμένων, ἡ περὶ τοῦ ἀρίστου κρατήσασα διχόνοια καὶ τὰς πρὸς τὰ ἄλλα πάντα διαφορὰς ἐγέννησεν.
εἰς ἃ πρῶτον ἀπιδὼν ἔξω πόλεων ἐβουλήθη νομοθετεῖν. ἐνενόει δὲ κἀκεῖνο δεύτερον, ὅτι τοῦ μέλλοντος ἱεροὺς νόμους παραδέχεσθαι τὴν [*](3 μὲν] μὲν οὖν M ὀρεῖς] οὐρῆας M ἡ] καὶ H, om. M ἵππος ϊ ὑποζευγνύντες M 4 φορεῖα AP, φορία Vind., φορτία M τόν αὐχένα F 5 ἐκπιεζόμενοι Vind. τῦφος δὲ conicio 6. 7 ἀνισότητος Mang. : codd. 7 αἱ δ’] αἴδ’ MP, αἰ Arm 8 post διιὸν add. πρῶτον Ann 9 ἀλλήλους] ἄλλους M 10 ἐξωλιγωρεῖται M καίτοι] καὶ τὰ coni. Christophorson τυγχάνει F1 15 αὐτοῖς M προσπεριεβάλλοντο MH 16 ἰσολυμπίους Α, ἰσολυμπίας P καὶ ἰσοθέους M: om. ceteri; ἰσοθέους (ora. ἰσολυμπίους καὶ) Mang. 17 ἅπασιν] πᾶσιν M: πλάσμασιν vel πράγμασιν coni. Mang. ἱεραὶ om. γ’ 19 οὕτως F 20 ὄντως ὄντα transp. MH (v) #x003E; ἀληθῆ coni Mang. 21 εἶτα FGH 22 διαφορὰς] φορὰς GH (Turn.) 23 πόλεων Mang.: πόλεως codd. ἐννόει AP1 24 τοὺς μέλλοντας Arm) [*](11. 12 DP fol. 322r Φίλωνος: τιμὴ τίς ἂν γένοιτο — ἔχει τί)
τοῦτο δὲ ἀμήχανον ἑτέρως ἢ διοικισθέντι συμβῆναι, καὶ οὐκ εὐθὺς ἀλλὰ μακρῷ χρόνῳ ὕστερον, ἕως ἂν οἱ τῶν ἀρχαίων παρανομημάτων ἐνσφραγισθέντες τύποι κατὰ μικρὸν ἀμαυρούμενοι καὶ ἀπορρέοντες ἀφανισθῶσι.
τοῦτον τὸν τρόπον καὶ οἱ τὴν ἰατρικὴν ἀγαθοὶ σῴζουσι τοὺς κάμνοντας· οὐ γὰρ πρότερον σιτία καὶ ποτὰ παρέχειν ἀξιοῦσι, πρὶν ἢ τὰ τῶν νόσων αἴτια ὑπεξελέσθαι· μενόντων γὰρ ἀνωφελεῖς αἱ τροφαί, ἀλλὰ καὶ ἐπιζήμιοι, ὗλαι γινόμεναι τοῦ πάθους.
εἰκότως οὖν ἐκ τῶν κατὰ πόλεις βλαβερωτάτων συνηθειῶν εἰς ἐρήμην ἀπαγαγών, ἵνα κενώσῃ τὰς ψυχὰς ἀδικημάτων, ἤρξατο προσφέρειν ταῖς διανοίαις τροφάς· αὗται δὲ τίνες ἂν εἶεν ὅτι μὴ νόμοι καὶ λόγοι θεῖοι;
τρίτη δέ ἐστιν αἰτία ἥδε· καθάπερ οἱ στελλόμενοι μακρὸν πλοῦν, οὐχ ὅταν ἐπιβάντες τῆς νεὼς ἀπὸ λιμένος ἐξαναχθῶσιν, ἄρχονται κατασκευάζειν ἱστία καὶ πηδάλια καὶ οἴακας, ἀλλ’ ἔτι μένοντες ἐπὶ γῆς ἕκαστα τῶν συντεινόντων πρὸς πλοῦν εὐτρεπίζονται, τὸν αὐτὸν τρόπον ἠξίωσεν οὐ λαβόντας κληρουχίας καὶ τὰς πόλεις οἰκήσαντας τότε ζητεῖν νόμους, οἷς πολιτεύσονται, ἀλλ’ ἑτοιμασαμένους τοὺς τῆς πολιτείας κανόνας καὶ ἐνασκηθέντας οἷς ἔμελλον οἱ δῆμοι κυβερνᾶσθαι σωτηρίως τηνικαῦτα εἰσοικίζεσθαι, χρησομένους εὐθὺς ταῖς τῶν δικαίων παρασκευαῖς ἐν ὁμονοίᾳ καὶ κοινωνίᾳ καὶ διανομῇ τῶν ἐπιβαλλόντων ἑκάστοις.
φασὶ δέ τινες καὶ τετάρτην αἰτίαν οὐκ ἀπῳδὸν ἀλλ’ ἐγγυτάτω τῆς ἀληθείας· ἐπειδὴ γὰρ ἔδει πίστιν ἐγγενέσθαι ταῖς διανοίαις περὶ τοῦ μὴ εὑρήματα ἀνθρώπου τοὺς νόμους ἀλλὰ θεοῦ χρησμοὺς σαφεστάτους εἶναι, πορρωτάτω τῶν πόλεων ἀπήγαγε τὸ ἔθνος εἰς ἐρήμην βαθεῖαν [*](1 ἀπορρίψασθαι M καθάρασθαι M 1. 2 δυσεκπλήτους G, δυσεκπλύκτους P 3 πόλιν M 5 ἀνομημάτων M 6. 7 οἱ περὶ τὴν ἰατρικὴν AP 7 γὰρ om. M Arm καὶ ποτὰ om. II (v) 8 παρασχεῖν Vind. ἀξιοῦντες M πρὶν om. M 9 ἀλλὰ καὶ M: om. ceteri (v) γενόμεναι M 10 πόλεις Mang. (sic Arm): πόλιν codd. 11 ἐρήμην codd.: ἔρημον Mang. 12.13 λόγοι καὶ νόμοι M 13 δ’ ἐστὶν M 14 λιμένος FH: λιμένων MAPCi 15 μένοντες] μὲν ὄντες Arm 16 εὐτρεπίζοντες Η 18 πολιτεύωνται Turn. ἡτοιμασμένους M τοὺς om. Turn. 19 εὖ ἀσκηθέντας Arm ἤμελλον H 20 χρησομένοις M 21 ἐν Α: ἐφ’ ceteri (Turn.) ὁμονοίᾳ] ὁμοία Η διαμονὴ Α ἐπιβαλόντων F 22 ἀπῳδὸν] ἀπᾴδουσαν M 23 διανοίαις αὐτῶν Arm 25 ἔρημον F (Mang.)) [*](6—9 Vindob. hist. gr. 67 fol. 56v: τοῦτον τὸν τρόπον — τοῦ πάθου)
ἐὰν ἐν σπάνει γενόμενοι τῶν ἀναγκαίων καὶ δίψει καὶ λιμῷ διαφθαρῆναι προσδοκήσαντες ἐξαπιναίως ἀφθονίαν τῶν ἐπιτηδείων ἀπαυτοματισθέντων ἀνευρίσκωσιν, οὐρανοῦ μὲν ὕοντος τροφὰς τὸ καλούμενον μάννα, προσόψημα δὲ τροφῶν ἀπ’ ἀέρος ὀρτυγομήτρας φοράν, ὕδατος δὲ πικροῦ γλυκαινομένου πρὸς τὸ πότιμον, πέτρας δὲ ἀκροτόμου πηγὰς ἀνομβρούσης, μηκέτι θαυμάζωσιν, εἰ λόγια θεοῦ συμβέβηκεν εἶναι τοὺς νόμους, ἐναργεστάτην βάσανον εἰληφότες ἐκ τῶν χορηγιῶν, ἃς ἐξ ἀπόρων ἔσχον οὐκ ἐλπίσαντες.
ὁ γὰρ πρὸς τὸ ζῆν ἀφθονίαν δοὺς καὶ τὰς πρὸς τὸ εὖ ζῆν ἀφορμὰς ἐδωρεῖτο· πρὸς μὲν οὖν τὸ ζῆν σιτίων ἔδει καὶ ποτῶν, ἅπερ ἀνεύρισκον οὐχ ἑτοιμασάμενοι, πρὸς δὲ τὸ εὖ ζῆν νόμων καὶ διαταγμάτων, οἷς βελτιοῦσθαι τὰς ψυχὰς ἔμελλον.
Αἵδ’ εἰσὶν ἐν στοχασμοῖς εἰκόσιν αἰτίαι λεγόμεναι περὶ τοῦ διαπορηθέντος· τὰς γὰρ ἀληθεῖς οἶδεν ὁ θεὸς μόνος. εἰπὼν δ’ ἅπερ ἥρμοττε περὶ τούτων ἑξῆς αὐτοὺς ἀκριβώσω τοὺς νόμους, ἐκεῖνο κατὰ τὸ ἀναγκαῖον προμηνύσας, ὅτι τῶν νόμων οὓς μὲν αὐτὸς ὁ θεὸς οὐ προσχρησάμενος ἄλλῳ δι’ ἑαυτοῦ μόνου θεσπίζειν ἠξίωσεν, οὓς δὲ διὰ προφήτου Μωυσέως, ὃν ἀριστίνδην ἐκ πάντων ὡς ἐπιτηδειότατον ἱεροφάντην ἐπελέξατο.
τοὺς μὲν οὖν αὐτοπροσώπως θεσπισθέντας δι’ αὐτοῦ μόνου συμβέβηκε καὶ νόμους εἶναι καὶ νόμων τῶν ἐν μέρει κεφάλαια, τοὺς δὲ διὰ τοῦ προφήτου πάντας ἐπ’ ἐκείνους ἀναφέρεσθαι.
λέξω δ’, ὡς ἂν οἷός τε ὦ, περὶ ἑκατέρων καὶ πρότερόν γε τῶν κεφαλαιωδεστέρων· [*](1 ἡμέρων oin. Arm ἵν᾿ M : ἵνα ceteri ἐὰν om. M 2 ἐν om. G δίψη Η (v) 3. 4 ἀνευρίσκωσιν ἀπαυτοματισθέντων transp. H (Turn.) 4 μάνα H 4. 5 προσόψιμα Η 5 pr. δὲ] τε Richt. ἀπ’ secludendum putavit Mang. ὀρτυγομήτρας codd. (cf. Exod. 16,13): ὀρτυγομητρῶν Mang. alt. δὲ] μὲν Η 6 τὸ om. M δὲ om. M 7 θαυμάζωσιν εἰ λόγια θεοῦ συμβέβηκεν εἶναι τοὺς νόμους M Arm : θαυμάζωσι Νεῖλον μηδ’ εἰ συμβέβηκεν εἶναι θεοῦ τοὺς νόμους ceteri (v) τοὺς νόμους corr. ex τοῖς νόμοις Η post νόμους add. ἀμφιγνοῶσιν mg. H2 (v) 9 ἀφθονίαν — εὖ ζῆν (10) om. M 10 ἀφορμὰς] ἀφθονίας Α 11 post ζῆν add. καὶ ὡς εἰκὸς Η et mg. P2 (v) 13 αἴτιαι corr. in αἰτίαι F περὶ om. M 14 οἶδεν ὁ θεὸς M: θεὸς οἶδε ceteri (v) δ’ ἅπερ M: δὲ ἃ cetori (Turn.) 16 τῶν νόμων] τοὺς νόμους M οὓς] τοὺς M 17 ἑαυτοῦ M: αὑτοῦ G, αὐτοῦ corr. in αὐτοῦ H, αὐτοῦ APF οὐ μόνον G οὓς] τοὺς M 18 τοῦ προφήτου APF μώσεως MAPFH, om. G ὃν] ὃς H ἐκ πάντων M: ἐξ ἀπάντων ceteri (v) ἱεροφάντην M: ὡς ἱεροφαντεῖν ceteri (v) 19 ἐπελέξατο M: εἵλετο ceteri (v) αὐτοπροσώπους Α 20 pr. καὶ om. Arm 22 περὶ MF: καὶ περὶ ceteri (v) post γε add. περὶ Arm)