De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

καλή γε ἡ συζυγία καὶ παναρμόνιος τῶν τεττάρων δυνάμεων· ἐμπλεκόμεναι γὰρ καὶ ἀλλήλων ἐχόμεναι [*](1 ὑπολαβών codd.: ὑπέλαβον Barb. (v) post ὑπολαβὼν add. γὰρ GHP Barb. (v) τῷ αὐτῷ om. M ἐγένετο γὰρ] εἰ ἐγένετο GHP Barb. (v) 2 καὶ ομοθέτης om. G 3 ἠνέγκετο Κ δ’ αὐτῶ (om. τῷ) VOK 4 προσήκει om. M G μὲν οm. F, μὲν—τὸν δέ νόμον om. Α ἔμψυχον νόμον transp. Barb. D 7 τὰ ἀνθρώπεια GH, τὰ ἀνθρώπινα AD 8 post κατορθοῦται add. ποτὲ F τὰ τῶν βασιλέων F 10 ἱερωσύνης] ἐπιφροσύνης G καὶ add. ante ἱεροῖς VOK 11 τοῦ om. BEMA δὲ VOKG 12 αὑτῶ AVOH2P αὐτῶ ceteri αἰτῆσαι M, αἰτήσαι Barb. post ἵλεω add. γένηται Barb. 13 συνεπινεύσαντος FGHP (Turn.) ἐκ φύσεως GHP Barb.: τῆ φύσει ceteri 14 προνομίας] προνοίας BEMA (prob. Mang.) ἀξιοῦντος Α 16 καὶ θείων om. BEMA γεννητὸς VOKG ἐστὶ καὶ θνητὸς transp. Barb. 17 τοσούτων F καὶ eras. V, om. Κ οὕτως] οὗτος V2OK 18 ἶνα G λογισμῶ μὴ transp. Α λογισμῶ BEMA: λογισμῶ θείω ceteri δύναται ΒΕMΑ: δύνηται ceteri 19 ταῦτα—εὕροι (εὕρη) BEMA: om. ceteri εὕροι A: εὕρη BEM ὧν γὰρ] ἃ μὲν γὰρ ΒΕMΑ, καὶ ὧνπερ V2OK 19. 20 πρὸς ταῦθ’ ἡ] πρὸ ταύτης BEMA 20 προφητείαν Α φθάνει O, δίδωσι BEMA γε] δὲ BEMAF ἡ συζυγία] ἡσυχία M 21 ἀλλήλων ἐχόμεναι FGHP Barb.: ἀλλήλαις ἑπόμεναι ceteri) [*](4—8 D R fol. 114r Φίλωνος ἐκ τοῦ περὶ μώσεως βίου:)

v.4.p.202
συγχορεύουσι τὰς ὠφελείας ἀντιλαμβάνουσαί τε καὶ ἀντεκτίνουσαι, μιμούμεναι τὰς παρθένους Χάριτας, αἷς μὴ διαζεύγνυσθαι νόμος φύσεως ἀκίνητος· ἐφ’ ὧν δεόντως εἴποι τις ἄν, ὃ καὶ ἐπὶ τῶν ἀρετῶν εἴωθε λέγεσθαι, ὅτι ὁ μίαν ἔχων καὶ πάσας ἔχει.

Ῥητέον δὲ πρῶτον περὶ τῶν κατὰ τὴν νομοθετικὴν ἕξιν. οὐκ ἀγνοῶ μὲν οὖν, ὅτι τῷ μέλλοντι ἀρίστῳ γενήσεσθαι νομοθέτῃ προσήκει παντελέσι καὶ ὁλοκλήροις κεχρῆσθαι ταῖς ἀρεταῖς πάσαις· ἐπεὶ δὲ κἀν ταῖς οἰκίαις οἱ μὲν ἐγγυτάτω γένους εἰσίν, οἱ δὲ πόρρω, συγγενεῖς δὲ πάντες ἀλλήλων, καὶ τῶν ἀρετῶν τὰς μὲν προσπεφυκέναι νομιστέον μᾶλλον ἐνίοις πράγμασι, τὰς δ’ ἧττον ᾠκειῶσθαι.

νομοθετικῇ δ’ ἀδελφὰ καὶ συγγενῆ τέτταρα ταυτὶ διαφερόντως ἐστί· τὸ φιλάνθρωπον, τὸ φιλοδίκαιον, τὸ φιλάγαθον, τὸ μισοπόνηρον· ὑπὸ γὰρ τούτων ἑκάστου παρακαλεῖται πᾶς, ὅτῳ ζῆλος εἰσέρχεται τοῦ νομοθετεῖν, φιλανθρωπίας μὲν εἰς μέσον προτιθέναι τὰς κοινωφελεῖς γνώμας ἀναδιδασκούσης, δικαιοσύνης δὲ ὡς ἰσότητα τιμητέον καὶ ὡς τὸ κατ’ ἀξίαν ἀπονεμητέον ἑκάστοις, φιλαγαθίας δ’ ἀποδέχεσθαι τὰ φύσει καλὰ καὶ παρέχειν ἅπασι τοῖς ἀξίοις ἀταμίευτα πρὸς ἀφθονωτάτην χρῆσιν, μισοπονηρίας δὲ προβεβλῆσθαι τοὺς ἀτιμάζοντας ἀρετὴν καὶ ὡς κοινοὺς δυσμενεῖς τοῦ τῶν ἀνθρώπων γένους ὑποβλέπεσθαι.

μέγα μὲν οὖν, εἴ τῳ καὶ ἕν τι τῶν λεχθέντων λαβεῖν ἐγένετο, θαυμαστὸν δ’ ὡς ἔοικε τούτων ἀθρόων περιδράξασθαι δυνηθῆναι, οὗ μόνος Μωυσῆς ἐφικέσθαι δοκεῖ τρανώσας εὖ μάλα τὰς εἰρημένας ἀρετὰς ἐν οἷς διετάξατο.

[*](1 συγχωρεύουσι M ἀναλαμβάνουσαι Barb. τε FGUP Barb.: om. ceteri ἀντεκτείνουσαι BMAV1 1. 2 μιμούμεναι FGHP Barb.: μιμούμεναί τε ceteri 2 αἷς] αἲ G διαζεύγνυσθαι GHP Barb.: διεζεῦχθαι ceteri 3 δεόντος G εἴπῃ G 4 ὅτι] διότι VOK Barb. 6 ἀγνοῶ μὲν] ἀγνοῶμεν F, ἀγνοοῦμεν Α 7 χρῆσθαι G πάσαις FGHP Barb.: om. ceteri 8 ἐπεὶ δὲ] ἐπειδὴ FGHP Bavb. (v) κἀν ΒΕVΑ Barb.: κἄν ceteri οἰκείαις FG 9 δὲ om. Η1P ἀλλήλοις H1P 10 μᾶλλον νομιστέον transp. O ἐνίοις FGHP Barb.: ἐν τοῖς ceteri πράγμασιν, ἃς FG Barb. alt. δ’] δὲ AVOK 11 τέτταρα ταυτὶ FGHP Barb.: παρὰ ταῦτα BEMAV, παρὰ πάντα V2OK 11. 12 τὸ φιλοδίκαιον, τὸ φιλάνθρωπον transp. Κ 13 τοῦ νομοθετεῖν FGHP Barb.: τοῦ νομοθέτου ceteri 15 καὶ—ἑκάστοις om. Α τὸ om. BEMVK. τὸ προσῆκον V2O ἑκάστοις ἀπονεμητέον transp. BEM δὲ AVOK 16 πᾶσι Α 18 δυσμενεῖς om. H1P1 τοῦ τῶν om. GHP1 Barb. ὑποβλέπεσθαι GHP Barb.: ὑποβεβλῆσθαι ceteri 19 ἓν V (ἑνὸς V?) τι FGHP Barb.: om, ceteri 20 δὲ ΑΚ ἀθρόον GH2, ἀθρόως VOK τινὰ ante δυνηθῆναι add. V2OK οὗ] ὧν V2OK 20.21 ἐφικέσθαι μωυσῆς transp. Barb. 21 εἰρημένας GHP Barb.: προειρημένας ceteri)[*](4 Diog. La. VII 125 .... τὰς δ’ ἀρετὰς λέγουσιν Στωικοὶ) ἀντακολουθεῖν ἀλλήλαις καὶ τὸν μίαν ἔχοντα πάσας ἔχειν. —204,3 Gatena Barber. IV 56 fol. 105r ἐκ τοῦ περὶ τοῦ μώσεως β΄ λόγου ὅτι ἄριστός ἐστι νομοθέτης: τῷ γὰρ μέλλοντι—ἐκτετιμηκότων.)
v.4.p.203

συνίσασι δ’ οἱ ταῖς ἱεραῖς βίβλοις ἐντυγχάνοντες, ἃς οὐκ ἄν, εἰ μὴ τοιοῦτος ἐπεφύκει, συνέγραψεν ὑφηγησαμένου θεοῦ καὶ παρέδωκε τοῖς ἀξίοις χρῆσθαι, κτημάτων τὸ κάλλιστον, τῶν ἀγαλματοφορουμένων ἐν τῇ ψυχῇ παραδειγμάτων ἀπεικονίσματα καὶ μιμήματα, ἃ καὶ οἱ δηλωθέντες νόμοι γεγόνασι σαφέστατα τὰς λεχθείσας ἐμφαίνοντες ἀρετάς.

Ὅτι δ’ αὐτός τε νομοθετῶν ἄριστος τῶν πανταχοῦ πάντων, ὅσοι παρ’ Ἕλλησιν ἢ βαρβάροις ἐγένοντο, καὶ οἱ νόμοι κάλλιστοι καὶ ὡς ἀληθῶς θεῖοι μηδὲν ὧν χρὴ παραλιπόντες, ἐναργεστάτη πίστις ἥδε·

τὰ μὲν τῶν ἄλλων νόμιμα εἴ τις ἐπίοι τῷ λογισμῷ, διὰ μυρίας προφάσεις εὑρήσει κεκινημένα, πολέμοις ἢ τυραννίσιν ἤ τισιν ἄλλοις ἀβουλήτοις, ἃ νεωτερισμῷ τύχης κατασκήπτει· πολλάκις δὲ καὶ τρυφὴ πλεονάσασα χορηγίαις καὶ περιουσίαις ἀφθόνοις καθεῖλε νόμους, „τὰ λίαν ἀγαθὰ“ τῶν πολλῶν φέρειν οὐ δυναμένων, ἀλλὰ διὰ κόρον ἐξυβριζόντων·

ὕβρις δ’ ἀντίπαλον νόμῳ. τὰ δὲ τούτου μόνου βέβαια, ἀσάλευτα, ἀκράδαντα, καθάπερ σφραγῖσι φύσεως αὐτῆς σεσημασμένα, μένει παγίως ἀφ’ ἧς ἡμέρας ἐγράφη μέχρι νῦν καὶ πρὸς τὸν ἔπειτα πάντα διαμενεῖν ἐλπὶς αὐτὰ αἰῶνα ὥσπερ ἀθάνατα, ἕως ἂν ἥλιος καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος ᾖ.

τοσαύταις γοῦν χρησαμένου τοῦ ἔθνους [*](1 δὲ ΑΚ ἃς] ὡς L (Turn.) 2 συνέγραψαν Κ ὑφηγησαμένου FGHP Barb.: ὑφηγητέον ἡγησαμένου ceteri παρέδωκε BEMAF: παραδέδωκε ceteri 4 ὧν ante ἀπεικονίσματα add. FGHP Barb. d καὶ om. FGHP Barb. οἱ FGHP Barb,: om. ceteri 6 δὲ VOK 9 εἴ τις] ὅστις BEMAF ἴ’ ἐπίῃ V2OHP (v), ἐπίει Κ τῶν λογισμῶν Κ 10 εὑρήσκει (sic) G 11. 12 πλεονάσασα οm. H1P 12 τὰ λίαν om. BEMA, spat. 6 litt. BEM 13 ἀλλὰ καὶ F ὑβριζόντων BEMA, ἐνυβριζόντων 14 δὲ VOK ἀντίπαλος Κ νόμω GHP Barb.: νόμου ceteri μόνον BEMVOK 15 καθάπερ—μένει om. F σεσημειωμένα BEMA 16 πάντα om BEMA διαμενεῖν BEMA: διαμένειν ceteri 17 ἄν FGHP Barb.: om. ceteri 18 γοῦν] οὖν Barb., om. Α) [*](12. 13 V. sup. p. 31,2 14 sqq. cf. Evang. Matth. V 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπό τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Evang. Luc. XVI 17 εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. loseph. Ant. lud. III 223 οὓς (νόμους) κρείττονας ἢ κατὰ σύνεσιν ἀνθρωπίνην ὄντας εἰς τὸν ἅπαντα βεβαίως αἰῶνα συνέβη φυλαχθῆναι δωρεὰν εἶναι δόξαντας τοῦ θεοῦ, ὡς μήτ’ ἐν εἰρήνῃ ὑπὸ τρυφῆς μήτ’ ἐν πολέμῳ κατ’ ἀνάγκην Ἑβραίους παραβῆναί τινα τῶν νόμων. Contra Apionen II 277 . . . οὐ μὴν καὶ παρ’ ἡμῖν, ἀλλὰ κἀν πλούτου καὶ πόλεων καὶ τῶν ἄλλων ἀγαθῶν στερηθῶμεν, ὁ γοῦν νόμος ἡμῖν ἀθάνατος διαμένει· καὶ οὐδεὶς Ἰουδαίων οὔτε μακρὰν οὕτως ἂν ἀπέλθοι τῆς πατρίδος οὔτε πικρὸν φοβήσεται δεσπότην, ὡς μὴ πρὸ ἐκείνου δεδιέναι τὸν νόμον· (278) εἰ μὲν οὖν διὰ τὴν ἀρετὴν τῶν νόμων οὕτω πρὸς αὐτοὺς διακείμεθα, συγχωρησάτωσαν ὅτι κρατίστους ἔχομεν νόμους. cf. I 42)

v.4.p.204
μεταβολαῖς κατά τε εὐπραγίας καὶ τοὐναντίον, οὐδὲν ἀλλ’ οὐδὲ τὸ μικρότατον τῶν διατεταγμένων ἐκινήθη, πάντων ὡς ἔοικε τὸ σεμνὸν καὶ θεοπρεπὲς αὐτῶν ἐκτετιμηκότων.

ἃ δὲ μὴ λιμὸς ἢ λοιμὸς ἢ πόλεμος ἢ βασιλεὺς ἢ τύραννος ἢ ψυχῆς ἢ σώματος ἢ παθῶν ἢ κακιῶν ἐπανάστασις ἤ τι ἄλλο θεήλατον ἢ ἀνθρώπειον κακὸν ἔλυσε, πῶς οὐ περιμάχητα καὶ παντὸς λόγου κρείττονα καθέστηκεν;

ἀλλ’ οὔπω τοῦτο θαυμαστόν, καίτοι μέγα καθ’ αὑτὸ δεόντως ἂν νομισθέν, τὸ ἐξ ἅπαντος τοῦ χρόνου πεφυλάχθαι τοὺς νόμους ἐν βεβαίῳ· ἀλλ’ ἐκεῖνο θαυμασιώτερον, ὡς ἔοικε, τὸ μὴ μόνον Ἰουδαίους ἀλλὰ καὶ τοὺς ἄλλους σχεδὸν ἅπαντας καὶ μάλιστα οἷς ἀρετῆς πλείων λόγος πρὸς τὴν ἀποδοχὴν αὐτῶν καὶ τιμὴν ὡσιῶσθαι· γέρας γὰρ τοῦτ’ ἔλαχον ἐξαίρετον, ὃ μηδενὶ πρόσεστιν ἑτέρῳ.

σημεῖον δέ· τῶν κατὰ τὴν Ἑλλάδα καὶ βάρβαρον, ὡς ἔπος εἰπεῖν, οὐδεμία πόλις ἐστίν, ἣ τὰ ἑτέρας νόμιμα τιμᾷ, μόλις δὲ καὶ τῶν αὑτῆς εἰς ἀεὶ περιέχεται, πρὸς τὰς τῶν καιρῶν καὶ τῶν πραγμάτων μεθαρμοζομένη τροπάς.

Ἀθηναῖοι τὰ Λακεδαιμονίων ἔθη καὶ νόμιμα προβέβληνται καὶ Λακεδαιμόνιοι τὰ Ἀθηναίων· ἀλλ’ οὐδὲ κατὰ τὴν βάρβαρον Αἰγύπτιοι τοὺς Σκυθῶν νόμους φυλάττουσιν ἢ Σκύθαι τοὺς Αἰγυπτίων ἢ συνελόντι φράσαι τοὺς τῶν κατ’ Εὐρώπην οἱ τὴν Ἀσίαν οἰκοῦντες ἢ τοὺς τῶν Ἀσιανῶν ἐθνῶν οἱ ἐν Εὐρώπῃ· ἀλλὰ σχεδὸν οἱ ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου, πᾶσα χώρα καὶ ἔθνος καὶ πόλις, τῶν ξενικῶν νομίμων ἀλλοτριοῦνται καὶ οἴονται τὴν τῶν οἰκείων ἀποδοχήν, εἰ τὰ παρὰ τοῖς ἄλλοις ἀτιμάζοιεν, συναυξήσειν.

ἀλλ’ οὐχ ὧδ’ ἔχει τὰ ἡμέτερα· πάντας γὰρ ἐπάγεται καὶ συνεπιστρέφει, βαρβάρους, [*](1 σμικρότατον VOK 2 πάντων] πάντως M 3 μὴ scripsi: δὴ F, μήτε ceteri (v) λιμὸς ἡ οm. VOK 4 κακῶν Α ἐπαναστάσεις Α 5 ἢ om. GH οὐ περιμάχητα FGHP: οὐχ ὑπερμάχητα ceteri 7 καὶ ante καθ’ add. F ἑαυτὸ VOK δεόντως ἂν] οὕτω BEMA, οὕτως ἄν V, οὕτως εἶνα V2OK 8. 9 ὡς ἔοικε θαυμασιώτερον transp. VOK Barb. 10 μάλισθ’ Barb. 11 τοῦτο Κ ἔλαχον FGHP Barb.: ἔλαχεν cetovi 13 ἑτέρου VOK 14 αὐτῆς BEMV1K Barb. εἰς ἀεὶ om. Α alt. τῶν GHP Barb.: om. ceteri 16 προβέβληται G προβάλλονται HP οὐδὲ FHP: οὐδ’ οἱ VOKG, οὐχὶ BEMA 16. 17 κατὰ τὴν βάρβαρον] καὶ τὰ τῶν βαρβάρων Α, βαρβάρων etiam Ε 17 σκυθικῶν Κ φυλάσσουσιν VK alt. τοὺς] τῶν F 18 συνελόντα BEMA φάναι Ο, γρ. φράσαι mg. Ο τῶν om. GO 19 ἐθῶν A alt. οἱ] ἡ G, om. VOKF 20 ἄχρι καὶ δυομένου Α 22 παρ’ ἄλλοις BEMA ἀτιμάζοιε BEMHP 23 ὧδ’ ἔχει τὰ ἡμέτερα G Barb.: ὧδε τὰ ἡμέτερα ἔχει HP (v), οὕτως ἔχει τὰ ἡμέτερα ceteri) [*](6—15 pergit Barb. IV 56: καὶ μετ’ ὀλίγα: ἀλλ’ οὔπω—τροπάς. 222053 Barb. IV 56: καὶ μετὰ μικρά: ἀλλ’ οὐχ—ἐκτετίμηκε. 23 sqq. loseph. contra Αpionem II 280 ὑφ’ ἡμῶν τε διηλέγχθησαν οἱ νόμοι καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις ἀεὶ καὶ μᾶλλον αὑτῶν ζῆλον ἐμπεποιήκασι ..... (282) οὐ μὴν ἀλλὰ καὶ πλήθεσιν ἤδη πολὺς ζῆλος γέγονεν ἐκ μακροῦ τῆς ἡμετέρας εὐσεβείας, οὐδ’ ἔστιν οὐ πόλις Ἑλλήνων οὐδ’ ἡτισοῦν οὐδὲ βάρβαρος οὐδὲ ἓν ἔθνος, ἔνθα μὴ τὸ τῆς ἑβδομάδος, ἱν ἀργοῦμεν ἡμεῖς, ἔθος οὐ διαπεφοίτηκε καὶ αἱ νηστεῖαι καὶ λύχνων ἀνακαύσεις καὶ πολλὰ τῶν εἰς βρῶσιν ἡμῖν οὐ νενομισμένων παρατετήρηται. 110ù13 11—13 pergit Barb. IV 56: καὶ πάλιν:)

v.4.p.205
Ἕλληνας, ἠπειρώτας, νησιώτας, ἔθνη τὰ ἑῷα, τὰ ἑσπέρια, Εὐρώπην, Ἀσίαν, ἅπασαν τὴν οἰκουμένην ἀπὸ περάτων ἐπὶ πέρατα.

τίς γὰρ τὴν ἱερὰν ἐκείνην ἑβδόμην οὐκ ἐκτετίμηκεν, ἄνεσιν πόνων καὶ ῥᾳστώνην αὑτῷ τε καὶ τοῖς πλησιάζουσιν, οὐκ ἐλευθέροις μόνον ἀλλὰ καὶ δούλοις, μᾶλλον δὲ καὶ ὑποζυγίοις διδούς;

φθάνει γὰρ ἡ ἐκεχειρία καὶ πρὸς πᾶσαν ἀγέλην καὶ ὅσα πρὸς ὑπηρεσίαν γέγονεν ἀνθρώπου καθάπερ δοῦλα θεραπεύοντα τὸν φύσει δεσπότην, φθάνει καὶ πρὸς δένδρων καὶ φυτῶν ἅπασαν ἰδέαν· οὐ γὰρ ἔρνος, οὐ κλάδον, ἀλλ’ οὐδὲ πέταλον ἐφεῖται τεμεῖν ἢ καρπὸν ὁντινοῦν δρέψασθαι, πάντων διαφειμένων κατ’ ἐκείνην τὴν ἡμέραν καὶ ὥσπερ ἐλευθερίαν ἀγόντων, κοινῷ κηρύγματι μηδενὸς ἐπιψαύοντος.

τίς δὲ τὴν λεγομένην νηστείαν οὐ τέθηπε καὶ προσκυνεῖ δι’ ἔτους ἀγομένην τῆς ἱερομηνίας αὐστηρότερον καὶ σεμνότερον τρόπον; ἐν ᾗ μὲν γὰρ πολὺς ἄκρατος καὶ τράπεζαι πολυτελεῖς καὶ ὅσα περὶ ἐδωδὴν καὶ πόσιν ἄφθονα πάντα, δι’ ὧν αἱ ἀκόρεστοι γαστρὸς ἡδοναὶ συναύξονται προσαναρρηγνῦσαι καὶ τὰς ὑπογαστρίους ἐπιθυμίας·

ἐν ᾗ δ’ οὐ σιτίον, οὐ ποτὸν ἔξεστι προσενέγκασθαι, καθαραῖς ὅπως διανοίαις, μηδενὸς ἐνοχλοῦντος μηδ’ ἐμποδίζοντος σωματικοῦ πάθους, ὁποῖα φιλεῖ συμβαίνειν ἐκ πλησμονῆς, ἑορτάζωσιν ἱλασκόμενοι τὸν πατέρα τοῦ παντὸς αἰσίοις εὐχαῖς, δι’ ὧν ἀμνηστίαν μὲν παλαιῶν ἁμαρτημάτων, κτῆσιν δὲ καὶ ἀπόλαυσιν νέων ἀγαθῶν εἰώθασιν αἰτεῖσθαι.

[*](3 ἐκείνην GHP: om ceteri ἐκτετίμηκας Κ πόνων ἄνεσιν transp. VOK 4 αὐτῶ BEMFH1K 5 ἐκκεχειρία VKAGH2 alt. καὶ GHP: om. ceteri b πᾶσαν om. G 7 θεραπεύοντα GHP: θεραπεύσαντα V2O θεραπεύσοντα ceteri φύσει] ἴδιον Α 8 ἀλλ’ om. Α 9 ὁντιναοῦν V2OK διαφειμένων post ἡμέραν (10) transp. VOK 10 διαγόντων VOK κοινῷ—ἐπιψαύοντος (11) om. VOK 11 νηστείαν] ἑστίαν HP, νηστείαν mg. Η2 12 post προσκυνεῖ add. μάλιστα G, καὶ μάλιστα FHP (v) ἀγομένης VOK 13 ἧ GHP: ἧς F, αἷς ceteri τράπεζα πολυτελὴς HP (Turn.) 14 ἀκόραστοι M; ἀκόλαστοι coni. Mang. 15 προσαναρρηγνῦσθαι Κ τὰς οm. M. 16 δὲ VOK 17 ὅπως] ἀπλῶς V2OK μηδὲ παρεμποδίζοντος P 18 ἑορτάζουσιν VOKFH1P 19 αἰσίαις MO ἀμνηστίαν codd.: ἀμνηστείαν v 21 εἰώθασιν om. F)
v.4.p.206

Τὸ δὲ τῆς νομοθεσίας ἱεροπρεπὲς ὡς οὐ παρ’ Ἰουδαίοις μόνον ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς ἄλλοις τεθαύμασται, δῆλον ἔκ τε τῶν εἰρημένων ἤδη κἀκ τῶν μελλόντων λέγεσθαι.

τὸ παλαιὸν ἐγράφησαν οἱ νόμοι γλώσσῃ Χαλδαϊκῇ καὶ μέχρι πολλοῦ διέμειναν ἐν ὁμοίῳ τὴν διάλεκτον οὐ μεταβάλλοντες, ἕως μήπω τὸ κάλλος εἰς τοὺς ἄλλους ἀνθρώπους ἀνέφηναν αὑτῶν.