De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

διὸ καὶ θαυμάσας τὴν φρενοβλάβειαν καὶ τὴν τοῦ θράσους ὑπερβολήν, καίτοι γ’ ὑπόπλεως ὢν παραστήματος εὐγενοῦς καὶ ἱέμενος αὐτοχειρίᾳ διαρτῆσαι τὸν ἄνθρωπον, ἔδεισε μὴ κουφοτέραν ἀναπράξῃ τιμωρίαν· ἰσόρροπον γὰρ ἐπινοῆσαι πρὸς τοσαύτην ἀσέβειαν κόλασιν ἄνθρωπος οὐκ ἂν ἴσχυσεν.

ἐπεὶ δὲ καὶ τῷ μὴ σέβειν θεὸν ἕπεται τὸ μήτε γονεῖς μήτε πατρίδα μήτ’ εὐεργέτας τιμᾶν, ὁ δὲ δὴ πρὸς τῷ μὴ σέβειν καὶ κακηγορεῖν τολμῶν τίνα μοχθηρίας ὑπερβολὴν ἀπολέλοιπε; καίτοι καὶ τὸ κακηγορεῖν ἧττον ἐν συγκρίσει κατάρας· ἀλλὰ γλωσσαλγία καὶ ἀχάλινον στόμα ὅταν ἐκνόμοις ἀφροσύναις ὑπηρετῶσι, πάντως τι καινουργεῖται τῶν ἀθέσμων. ὦ ἄνθρωπε, καταρᾶταί τις θεόν;

τίνα καλῶν ἕτερον θεὸν εἰς τὴν τῆς ἀρᾶς βεβαίωσιν; ἢ δῆλον ὅτι αὐτὸν κατ’ αὐτοῦ; ἄπαγε βεβήλων καὶ ἀνοσίων ἐνθυμημάτων. καλὸν ἐκνίψασθαι τὴν ἀθλίαν ψυχὴν ἐπηρεασθεῖσαν μὲν ὑπὸ φωνῆς, διακόνοις δὲ τοῖς [*](1 αὐτοῦ BEMFP 1.2 ζηλωτὴς ἀθεότητος transp. AVOK (v) 2 ζηλωτὸς M 3 καὶ ante μεμιασμένη om. Α (v) τε καὶ γλώττη AFGHP: om. ceteri πάσης Α τῇ] τῆς BEMA (v) 4 κακιῶν scripsi: κακῶν codd. ὃν] ὃ BEM(V1 ut vid.) 6 pr. καὶ AFGHP: om. ceteri 6—8 καὶ θαυμάσας ἄνθρωπον om. Barb. 7 γε VOK παραστήματος ὢν transp. HP ἱέμενος AFGHP: ἱέμενος ceteri 8 διαρτῆσαι BEMHP: διαρτίσαι VOKF, διαχρῆσαι AG; διαχρήσασθαι v ἔδεισε δὲ Α ἀναπράξῃ AF Barb.: ἀναπράξηται ceteri 9 τιμωρίαν om. ’ γὰρ om. V1 ἀσεβείας Α 10 ἐπεὶ] ἐπὶ Κ δὲ καὶ eras. ’, om. OK, καὶ om. BEM σέβειν Mang.: σέβοντι codd. τὸ AFG: καὶ τὸ ceteri 11 μήτ’] μήτε Κ εὐεργεσίας F δὲ om. BEM δὴ] μὴ Turn. τῷ] τὸ M 12 κατηγορεῖν AHP, κακουργεῖν 0 13 καίτοι om. Α καὶ AGHP: om. ceteri κακηγορεῖν BEMF: κατηγορεῖν ceteri 14 ἀχάλινον AFGHP: ἀχαλίνωτον ceteri 15 ὦ ἄνθρωπε Α: ἰὼ ἄνθρωποι F, om. ceteri θεὸν τινά; G 16 καλῶν] καλὸν F δηλονότι VOK Ι7 κατ’ αὐτοῦ Α: καθ’ αὑτοῦ ceteri 18 μὲν om. Α) [*](4—10 pergit Barber. IV 56: λέγει τοίνυν περὶ τοῦ καταρασαμένου δι’ ὑπερβολὴν κακῶν τὸν θεὸν ὃν οὐδ’ — ἐδέξαντο. διὸ δείσας ὁ προφήτης μὴ κουφοτέραν — οὐκ ἂν ἴσχυσε et pergit 247,6. 15 — 247,6 Procop. Gaz. Comment. in Levit. 24,10 (Migne t. 87,1 Col. 781): ὁ θεὸν καταρώμενος τίνα κελεύει (leg. καλεῖ) θεὸν ἕτερον εἰς τὴν τῆς ἀρᾶς βεβαίωσιν; ἢ δῆλον ὅτι αὐτὸν καθ’ ἑαυτοῦ; ἐχρῆν μὲν οὖν παρεῖσθαι τοῦ φθεγξαμένου τὴν γλῶσσαν· προνοία δὲ τῆς δίκης οὔτε ἀγαθὸν ὑπερβάλλον οὗτε κακὸν ἐπισκιάζεται πρὸς ἔλεγχον ἀρετῆς ἢ κακίας, ἵνα τὴν μὲν ἀποδοχῆς τὴν δὲ τιμωρίας ἀξιώσῃ.)

v.4.p.247
ὠσὶ χρησαμένην, αἰσθήσει τυφλῇ.

καὶ οὔτε ἡ γλῶττα τοῦ τοσοῦτον ἀσέβημα φθεγξαμένου παρείθη οὔτε τὰ τοῦ μέλλοντος ἀκούειν ὦτα ἐπεφράχθη; εἰ μὴ ἄρα κατὰ πρόνοιαν τῆς δίκης, ἥτις οὔτ’ ἀγαθὸν ὑπερβάλλον οὔτε μέγιστον κακὸν οἴεται δεῖν ἐπισκιάζεσθαι, πρὸς ἔλεγχον ἐναργέστατον ἀρετῆς ἢ κακίας, ἵνα τὴν μὲν ἀποδοχῆς τὴν δὲ τιμωρίας ἀξιώσῃ.

διὰ τοῦτο τὸν μὲν εἰς εἱρκτὴν ἀπαχθέντα κελεύει δεθῆναι, ποτνιᾶται δὲ τὸν θεὸν ἱλασάμενος ταῖς ἀνάγκαις τῶν αἰσθήσεων, δι’ ὧν καὶ βλέπομεν ἃ μὴ θέμις ὁρᾶν καὶ ἀκούομεν ὧν μὴ θέμις ἀκούειν, ὅ τι χρὴ παθεῖν τὸν εὑρετὴν ἀσεβήματος καὶ ἀνοσιουργήματος ἐκτόπου καὶ ξένου δηλῶσαι.

ὁ δὲ προστάττει καταλευσθῆναι, προσήκουσαν οἶμαι δίκην ὑπολαβὼν τὴν διὰ λίθων κατ’ ἀνδρὸς λιθίνην καὶ ἀπόκροτον ψυχὴν ἔχοντος καὶ ἅμα βουλόμενος πάντας τοὺς ἀπὸ τοῦ ἔθνους συνεφάψασθαι τῆς κολάσεως, οὓς ᾔδει σφόδρα τραχέως ἐνεγκόντας καὶ φονῶντας· μόνης δ’ ὡς ἔοικε τῆς διὰ βλημάτων ἔμελλον αἱ τοσαῦται μυριάδες ἐφάπτεσθαι.

μετὰ δὲ τὴν τοῦ ἀνοσίου καὶ παλαμναίου τίσιν ἐγράφη διάταγμα καινόν, οὐκ ἄν ποτε προηγουμένης ἀξιωθὲν γραφῆς, ἀλλ’ αἱ ἀπροσδόκητοι νεωτεροποιίαι καινοὺς νόμους εἰς ἀνακοπὴν ἁμαρτημάτων ἐπιζητοῦσιν. αὐτίκα γοῦν νομοθετεῖται τάδε· ὃς ἂν καταράσηται θεόν, ἁμαρτίας ἔνοχος ἔστω, ὃς δ’ ἂν ὀνομάσῃ τὸ ὄνομα κυρίου, θνῃσκέτω (Lev. 24, 15. 16).

εὖ γ’, ὦ πάνσοφε, μόνος ἀμιγοῦς ἠκρατίσω σοφίας· τοῦ καταρᾶσθαι χεῖρον τὸ ὀνομάζειν ὑπείληφας; οὐ γὰρ ἂν τὸν μὲν βαρύτατον ἀσέβημα εἰργασμένον ἐπεκούφιζες διημαρτηκόσιν [*](1 καὶ] κἄν V2OK ἡ om. Α γλῶσσα BM τοῦ BEMVKH2: τὸ O, om. AFGH1P(v) 3 ἐπεφράχθη AGHP: ἀπεφράχθη ceteri ἥτις] ἡ Α οὔτε VOK 4 ἐπισκιάζεσθαι οἴεται δεῖν transp. Α (v) 6 διὰ δὲ τοῦτο FGHP (v) 7 ἁ ἱλασάμενος — ἀκούειν om. Barb. 7 ἱλασάμενος AFGHP: ἀσάμενον oeteri (Mang.) δι’ ὧν A: δι’ ἅς ceteri (v) 8 ἀκούομεν] ἀκούειν G ὧν] ἁ G 9 εὑρετὴν] εὐεργέτην BEMA mg. Κ, om. F τοῦ ἀσεβήματος Bavb. ἐκτόπου FGHP: ἐκτοπίου ceteri (v) 11 τὴν διὰ λίθων om. BEM κατὰ Barb. ἀπόκριτον BM 13 ταχέως O (Turn.) 14 φονᾶν 0, φονᾶν κατ’ αὐτοῦ V2K διαβλημάτων M 18 ἄν] δὴ F καταράσεται AF τὸν θεὸν P 19 ἁμαρτίας AF: ἁμαρτία ceteri ἁμαρτίᾳ v) ἔστι H ὀνομάσοι Α κυρίου BEM: τοῦ κυρίου AVOK (v), θεοῦ κυρίου HP, κυρίου θεοῦ FG ’ 20 εὖ γ’ FGHP: εὖ γε Α, εὖ ceteri ὦ AFGHPK2: om. ceteri ἠκρατίσω] ἠκρατίσω] P, ἡ κρατεῖς ὧ BEM, ἡ κρατεῖς Α mg. P2 21 τοῦ] τὸ G τὸ] τοῦ G ὑπειληφὼς V-K (coni. Mang.) ὂν 22 εἰργασμέναι Κ, εἰργασμένον om. Α ἡμαρτηκόσιν V1, τοῖς ἡμαρτηκόσιν V2OK) [*](6—12 pergit Barber. IV 56: τὸν μὲν εἰς εἱρκτὴν ἀπαχθέντα κελεύει δεθῆναι· δὲ τόν θεόν, ὅ τι χρὴ παθεῖν — ψυχὴν ἔχοντος.)

v.4.p.248
ἐπιεικέστερον συντάττων, κατὰ δὲ τοῦ βραχύτερον ἠδικηκέναι δόξαντος

τὴν ἀνωτάτω τιμωρίαν, θάνατον, ὥριζες. ἀλλ’ ὡς ἔοικε „θεοῦ“ τὰ νῦν οὐχὶ τοῦ πρώτου καὶ γεννητοῦ τῶν ὅλων ἀλλὰ τῶν ἐν ταῖς πόλεσι μέμνηται· ψευδώνυμοι δ’ εἰσὶ γραφέων καὶ πλαστῶν τέχναις δημιουργούμενοι· ξοάνων γὰρ καὶ ἀγαλμάτων καὶ τοιουτοτρόπων ἀφιδρυμάτων ἡ οἰκουμένη μεστὴ γέγονεν, ὧν τῆς βλασφημίας ἀνέχειν ἀναγκαῖον, ἵνα μηδεὶς ἐθίζηται τῶν Μωυσέως γνωρίμων συνόλως θεοῦ προσρήσεως ἀλογεῖν· ἀξιονικοτάτη γὰρ καὶ ἀξιέραστος ἡ κλῆσις.

εἰ δέ τις οὐ λέγω βλασφημήσειεν εἰς τὸν ἀνθρώπων καὶ θεῶν κύριον, ἀλλὰ καὶ τολμήσειεν ἀκαίρως αὐτοῦ φθέγξασθαι τοὔνομα, θάνατον ὑπομεινάτω τὴν δίκην.

οὐδὲ γὰρ τῶν φυτευσάντων καίτοι θνητῶν ὑπαρχόντων οἷς μέλει γονέων τιμῆς τὰ ὀνόματα προφέρουσιν, ἀλλὰ τὰ κύρια διὰ τὸν ἐπ’ αὐτοῖς σεβασμὸν ἡσυχάζοντες τοῖς τῆς φύσεως ἀνακαλοῦσι πατέρα καὶ μητέρα προσαγορεύοντες, δι’ ὧν εὐθὺς αἰνίττονται τὰς ἐξ ἐκείνων ἀνυπερβλήτους εὐεργεσίας καὶ τὴν αὑτῶν εὐχάριστον διάθεσιν.

ἔτι νῦν συγγνώμης ἀξιούσθωσαν οἱ κατ’ ἐπισυρμὸν γλώττης ἀκαιρευόμενοι καὶ λόγων ἀναπλήρωμα ποιούμενοι τὸ ἁγιώτατον καὶ θεῖον ὄνομα;