De Josepho
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
Ἤκουσα μέντοι καθ’ ἑτέραν ἰδέαν τροπικώτερον τὰ περὶ τὸν τόπον ἀκριβούντων. ἦν δὲ τοιάδε· τὸν βασιλέα τῆς Αἰγύπτου τὸν ἡμέτερον νοῦν ἔλεγον εἶναι, τὸν τῆς καθ’ ἕκαστον σωματικῆς χώρας ἡγεμόνα, ὃς οἷα βασιλεὺς ἀνῆπται τὸ κράτος.
ᾧ γενομένῳ φιλοσωμάτῳ τρία τὰ πλείστης ἀξιούμενα σπουδῆς διαπονεῖται, σιτία καὶ ὄψα καὶ ποτά, παρὸ καὶ τρισὶ χρῆται τοῖς τῶν λεγομένων ἐπιμεληταῖς, ἀρχισιτοποιῷ καὶ ἀρχιοινοχόῳ καὶ ἀρχιμαγείρῳ· πρυτανεύει γὰρ ὁ μὲν τὰ περὶ ἐδωδήν, ὁ δὲ τὰ περὶ πόσιν, ὁ δ’ ἐπιτέτακται τοῖς περὶ αὐτὰ τὰ ὄψα ἡδύσμασιν.
πάντες δέ εἰσιν εὐνοῦχοι, ἐπειδὴ ὁ φιλήδονος ἄγονός ἐστι τῶν ἀναγκαιοτάτων, σωφροσύνης, αἰδοῦς, ἐγκρατείας, δικαιοσύνης, ἁπάσης ἀρετῆς· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ, ὡς ἀρετῇ ἡδονή, δι’ ἣν ἀλογοῦσιν οἱ πολλοὶ ὧν μόνον ἄξιον πεφροντικέναι, ταῖς ἀκαθέκτοις ἐπιθυμίαις χαριζόμενοι καὶ οἷς ἂν προστάττωσιν εἴκοντες.
ὁ μὲν οὖν ἀρχιμάγειρος οὔτ’ εἰς δεσμωτήριον ἀπάγεται οὔτε τινὶ περιπίπτει λύμῃ διὰ τὸ μὴ σφόδρα τῶν ἀναγκαίων εἶναι τὰς παραρτύσεις οὐχ ἡδονὰς οὔσας ἀλλ’ εὔσβεστα ἡδονῶν ὑπεκκαύματα, δύο δὲ τῶν περὶ τὴν ἄθλιον γαστέρα πραγματευομένων, ἀρχισιτοποιὸς καὶ ἀρχιοινοχόος, ἐπειδὴ τὰ [*](2 οὐχ ὑπαίτιον VO 3 οὑδέ Κ ἧττον BEKMV2O: κρεῖττον ceteri 4 μονονοὺ (κ eras.) V, μονονοὺ GO, μονονοὺ καὶ Κ περιαυχένα K, αὐχένα M κύκλον om. F 5 σοι om. BEM ἀγχόνης OV, om. O 6 ἀποτυγχανόντων BEKM 7 post μέντοι ss. καὶ H2 (v) τροπικωτέραν Α τὰ] τῶν Α 8 τὸν τόπον V2, τῶν τόπων V1 τύπον ex τόπον corr. H 9 νοῦν] λογισμὸν Α εἶναι om. Α 10 ὃς] ὧ corr. Η βασιλεῖ corr. Η ἀνῆπτε FG, ἀνῆπτον Η ὧ C2VOK: ὡς ceteri γενομένου Α, γινομένω H(v) φιλοσωμάτου Α 11 τρία CVOK: τρία γὰρ ceteri φιλοπονεῖται Α 12 παρ’ ὅσον VO μεληταῖς K 13 καὶ pr. om. Α τὰ om. CVO 14 δὲ CVO ἐπιτέτραπται Α 15 ἐδέσμασι F δ’ BEMA εὐνοῦχοι δὲ εἰσι πάντες transp. HP, εὐνοῦχοι δὲ πάντες εἰσίν Κ φιλόδημος CBEMA 17 πάσης BEM ἀρετὴ ἡδονὴ V1M, ἀρετὴ ἡδονῆς C 18 post ὧν add. ἀγαθῶν VO, ss. Κ2 μόνων AV2K2O 19 καὶ—εἴκοντες om. C προστάττωσιν AK: πράττωσιν FGHP, προστάγμασιν BEMV1, ὦσι πράγμασι V2O εἴκοντες] εἰρηκότες BEMV1, προστετηκότες V2O 22 ἄσβεστα AKO, αὐτάς (sic) BEM: αὖ τὰ coni. Mang. ἀθλίαν K1 (fort. recte) 23 ἀρχισιτοποιοῦ καὶ ἀρχιοινοχόου V2O)
διαφορὰ δὲ κἀν ταῖς κολάσεσιν, ὅτι διάφορος ἡ χρεία, σιτίων μὲν ἀναγκαιοτάτη, οἴνου δὲ οὐ πάνυ χρησίμη· καὶ γὰρ ἀκράτου δίχα ζῶσιν ἄνθρωποι ναματιαίῳ ὕδατι ποτῷ χρώμενοι.
δι’ ἣν αἰτίαν πρὸς μὲν τὸν ἀρχιοινοχόον γίνονται καταλλαγαὶ καὶ συμβάσεις ὡς ἂν ἁμαρτόντα περὶ τὸ ἔλαττον μέρος, ἀσύμβατα δὲ καὶ ἀκατάλλακτα τὰ πρὸς τὸν ἀρχισιτοποιόν ἐστιν ἄχρι θανάτου λαμβάνοντα τὴν ὀργὴν ὡς ἂν περὶ τὸ μέγιστον ἀδικήσαντα· τελευτὴ γὰρ ἕπεται σιτίων σπάνει· οὗ χάριν καὶ ὁ περὶ ταῦτ’ ἐξαμαρτὼν εἰκότως θνῄσκει κρεμασθείς, ὅμοιον κακὸν ᾧ διέθηκε παθών· καὶ γὰρ αὐτὸς ἀνεκρέμασε καὶ παρέτεινε τὸν πεινῶντα λιμῷ.
Τοσαῦτα καὶ περὶ τούτου. ὁ μέντοι βασιλέως ὕπαρχος κατασταθεὶς καὶ τῆς Αἰγύπτου τὴν ἐπιμέλειαν καὶ προστασίαν λαβὼν ἐξῄει γνωρισθησόμενος ἅπασι τοῖς ἐγχωρίοις καὶ τοὺς λεγομένους νομοὺς ἐπιὼν κατὰ πόλεις πολὺν αὑτοῦ πόθον ἐνειργάζετο τοῖς ὁρῶσιν, οὐ μόνον ταῖς ὠφελείαις, ἃς ἑκάστοις παρεῖχεν, ἀλλὰ καὶ ταῖς περὶ τὴν ὄψιν τε καὶ τὴν ἄλλην ὁμιλίαν ἀλέκτοις καὶ ἐξαιρέτοις χάρισιν.
ἐπεὶ δὲ κατὰ τὴν τῶν ὀνειράτων σύγκρισιν ἐνέστη προτέρα τῆς εὐθηνίας ἡ ἑπταετία, τὸ πέμπτον τῶν καρπῶν ἀνὰ πᾶν ἔτος συνάγων διά τε τῶν ὑπάρχων καὶ τῶν ἄλλων, οἳ πρὸς τὰς δημοσίας χρείας ὑπηρέτουν αὐτῷ, τοσαύτην ἤθροισε πληθὺν δραγμάτων, ὅσην οὐδείς πω πρότερον [*](1 χρησίμων mg. Η, ἀναγκαίων in texlu Η, χρησίμων om. M 2 εἰκότως om. Α 4 ὅτι] ὅτἁν ΗΡ μὲν γὰρ Α 5 χρησίμη om. F 6 ποτῷ] ποταμῶ BEM χρώμενοι] ἀρκούμενοι roni. Mang. 7 συμβάσεις Β, συμβιβάσεις ΚΜVO αοικ ἁμαρτάνοντα F 8 τὰ om. CAVO 9 τὸ] τὸν H1P ἁμαρτήσαντα Α 10 ταῦτα CVO 11 ᾦ Mang.: ὧ̣ν codd. παθῶν C 12 λιμόν M 13 μέντοι] μὲν οὖν BEK1M (Mang.) 11 τὴν om. Α 15 νομοὺς VK: νόμους ceteri 16 πόλιν Α αὐτοῦ ex αὐτοῦ corr. Η: αὐτοῦ ceteri, om. P πόθεν M ὁρῶσιν] παροῦσιν BEKM 17 ὠφελίαις M ἕκαστος P1, ἑκάστω H2 ταῖς CAKFH2P2: om. ceteri 18 post καὶ pr. add. περὶ VO τὴν ἄλλην] μεγάλην Α ἀλήκτοις VO τε καὶ F χαρίσμασιν BEM 19 τῶν om. Α ἀνείρων Κ διάκρισιν conicio ἀνέστη Ο πρότερον F, ἡ προτέρα VO ἡ eras. V2, om. O 19. 20 ἡ ἑπταετία τῆς εὐθηνίας transp. HP 20 συνάγων CK: συλλέγων AP2, ἀγγέλλων ceteri 21 ἠπειρέτουν Κ 22 πραγμάτων FHP πω] τὸ VO, om. Α) [*](13 sqq. Gen. cap. 41,46 sqq.)
διεξελθόντων δὲ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς εὐφόρησεν ἡ πεδιάς, ἀρχὴν ἐλάμβανεν ὁ λιμός, ὃν ἐπιβαίνοντα καὶ συναυξόμενον οὐκ ἐχώρησεν Αἴγυπτος· ἀναχεόμενος γὰρ καὶ τὰς ἑξῆς ἀεὶ πόλεις καὶ χώρας ἐπικαταλαμβάνων ἄχρι περάτων καὶ τῶν πρὸς ἕω καὶ τῶν πρὸς δυσμὰς ἔφθασε τὴν οἰκουμένην ἐν κύκλῳ πᾶσαν κατασχών.
λέγεται γοῦν μηδέποτε κοινὴ νόσος κατασκῆψαι τοσαύτη, καθάπερ ἣν ἰατρῶν παῖδες ὀνομάζουσιν ἑρπῆνα· καὶ γὰρ αὕτη πᾶσι τοῖς μέρεσιν ἐπιφοιτῶσα τὴν κοινωνίαν τῶν ἡλκωμένων σωμάτων ὅλην δι’ ὅλων στοιχηδὸν πυρὸς τρόπον ἐπινέμεται.