De Josepho
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
τὴν δὲ τῶν ἐκτὸς ἀσάφειαν τίς οὐκ οἶδε; μιᾷ ἡμέρᾳ πλοῦτοι μεγάλοι πολλάκις ἀπερρύησαν· τὰ πρωτεῖα τῶν ἐν ταῖς ἀνωτάτω τιμαῖς ἐνεγκάμενοι μυρίοι πρὸς ἠμελημένων καὶ ἀφανῶν ἀδοξίαν μετέβαλον· ἀρχαὶ βασιλέων αἱ μέγισται καθῃρέθησαν βραχείᾳ καιροῦ ῥοπῇ.
ἐγγυᾶταί μου τὸν λόγον Διονύσιος ὁ ἐν Κορίνθῳ, ὃς Σικελίας μὲν τύραννος ἦν, ἐκπεσὼν δὲ τῆς ἡγεμονίας εἰς Κόρινθον καταφεύγει καὶ γραμματιστὴς ὁ τοσοῦτος ἡγεμὼν γίνεται.
συνεγγυᾶται καὶ Κροῖσος ὁ Λυδίας βασιλεύς, πλουσιώτατος βασιλέων, ὃς ἐλπίσας τὴν Περσῶν καθελεῖν ἀρχὴν οὐ μόνον τὴν οἰκείαν προσαπέβαλεν, ἀλλὰ καὶ ζωγρηθεὶς ἐμέλλησε καταπίμπρασθαι.
μάρτυρες τῶν ἐνυπνίων οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ πόλεις, ἔθνη, χῶραι, ἡ Ἑλλάς, ἡ βάρβαρος, ἠπειρῶται, νησιῶται, ἡ [*](1 post πάντ’ add. ὁμοῦ Mang. 3 δὲ ἐν C γήρα δ’ ἕπεται τελευτή K: γῆρας γέρας C) δ’ ἐπὶ τελευτὴ ceteri 4 τὸ κράτος C μεθ’ ἑαυτὴν CBKMC: μεθ’ αὑτὴν AEP. μετ’ αὐτὴν VOFH 5 ἀποθνήσκει Α, προαποθνήσκειν δοκεῖ BEKM ἀναδιδασκούσης ἡμᾶς transp. G 6 ἐν πᾶσι G. ἐπὶ πάντων Α, ἐπὶ πᾶσι om. M 8 ἄλλ’ C 9 οὐ κάλλος C: οὐ om. ceteri ἀνθῆσαι Mang. ἀνθήσῃ γρ. ἀσθενείας F, ἀνθήσει ceteri 10 δὲ CAVO: δ’ ceteri ἀσφαλείας Κ 11 δὲ VO 12 οὐ παγία om. C πάγιον Κ post ῥεύματος add. γὰρ V2O ἐνστάντος VO βραχεία Α δὲ CVO: δ’ ceteri 12. 13 τῶν ἐκτὸς V2O (coni. Mang.): τῶν om. ceteri 13 εἶδε F μιᾶ ἡμερῶν F πολλάκις om. Ο 14 ἀνερρύσαν C 15 ante ἀδοξίαν add. εἰς G ἀδοξίαν corr. ex δόξαν V μετέβαλλον F 13 βραχεῖα κ. ῥοπή Η μου] μοι C, μὲν Α 17 τῶ λόγω HP ὃς—βασιλέων (20) om. in textu, add. mg. F τύραννος μὲν transp. Α 19 τοσοῦτος codd.: τοιοῦτος Mang. καὶ om. C Λυδῶν Α 20 τὴν ἀρχὴν 21 ἐμέλησε Κ 21. 22 πίμπρασθαι BEM)
Αἴγυπτός ποτε πολλῶν ἐθνῶν ἡγεμονίαν εἶχεν, ἀλλὰ νῦν ἐστι δούλη. Μακεδόνες οὕτως ἐπὶ καιρῶν ἤκμασαν, ὡς ἁπάσης ἀνάψασθαι τῆς οἰκουμένης τὸ κράτος, ἀλλὰ νῦν τοῖς ἐκλογεῦσι τῶν χρημάτων τοὺς ἐπιταχθέντας ὑπὸ τῶν κυρίων δασμοὺς ἐτησίους εἰσφέρουσι.
ποῦ δὲ ἡ τῶν Πτολεμαίων οἰκία καὶ ἡ καθ’ ἕκαστον τῶν διαδόχων ἐπιφάνεια μέχρι γῆς καὶ θαλάττης περάτων ἐκλάμψασα; ποῦ δ’ αἱ τῶν αὐτονόμων ἐθνῶν καὶ πόλεων ἐλευθερίαι; ποῦ δ’ ἔμπαλιν αἱ δουλεῖαι τῶν ὑπηκόων; οὐ Πέρσαι μὲν Παρθυαίων ἐπεκράτουν, νυνὶ δὲ Περσῶν Παρθυαῖοι διὰ τὰς τῶν ἀνθρωπείων πραγμάτων στροφὰς καὶ τὰς ἄνω καὶ κάτω πεττείας καὶ μεταθέσεις αὐτῶν;
ἀναπλάττουσιν ἔνιοι μακράς τινας καὶ ἀπεράτους εὐτυχίας ἑαυτοῖς, αἱ δ’ ἀρχαὶ μεγάλων κακῶν εἰσι· καὶ σπεύδοντες ὡς ἐπ’ ἀγαθῶν κληρονομίαν εὑρίσκουσι δεινὰς κακοπραγίας, καὶ τοὐναντίον κακὸν προσδοκήσαντες ἀγαθοῖς ἐνέτυχον.
ἀθληταὶ δυνάμεσι καὶ ῥώμαις καὶ εὐεξίαις σωμάτων μέγα φρονοῦντες, ἀνενδοίαστον νίκην ἐλπίσαντες, ἐξαγώνιοι πολλάκις ἐγένοντο μὴ δοκιμασθέντες ἢ καταστάντες εἰς τὸν ἀγῶνα ἡττήθησαν, οἱ δ’ ἀπογνόντες καὶ δευτερείων ἐφίξεσθαι τὰ πρῶτα τῶν ἄθλων στεφανηφοροῦντες ἤραντο.
θέρους ἀναχθέντες τινὲς—ὁ γὰρ καιρὸς εὐπλοίας—ἐναυάγησαν, ἕτεροι δὲ χειμῶνος ἀνατραπήσεσθαι προσδοκῶντες ἀκινδύνως ἄχρι λιμένων παρεπέμφθησαν. ὡς ἐφ’ ὁμολογούμενα κέρδη συντείνουσιν ἔνιοι τῶν ἐμπόρων ἀγνοοῦντες τὰς ἐφέδρους ζημίας, ἔμπαλιν λογιζόμενοι βλαβήσεσθαι μεγάλων ἀπέλαυσαν ὠφελειῶν.
οὕτως ἄδηλοι μὲν αἱ τύχαι πρὸς ἑκάτερα, τὰ δ’ ἀνθρώπεια ὡς ἐπὶ ζυγοῦ ταλαντεύεται βάρεσιν ἀνίσοις ἐπικουφιζόμενα [*](1 μεμένηκε] μέμνημαι Η οὐδαμοῦ om Α 2 ἐχρήσατο M: ἐχρήσαντο cuteri 3 ποτε] τε FG 4 οὕτως ora. Α ἐπὶ καιρὸν OAVO 5 οἰκουμένης om. K1, ss. Κ2 6 ποῦ om. C 6 7 δ’ ἡ VO, ἡ δὲ C 8 aute ποῦ spat. 18 fere litt. in C δὲ F 9 πόλεων VO: τῶν πόλεων ceteri ποῦ] πολὺ AHP 10 παρθυηνῶν CVOK2 νῦν Α 11 ἀνθρωπίων C στροφὰς] διαφορὰς Α: τροπὰς coni. Mang. 12 καὶ pr. om. C διαπλάττουσιν τουσιν VOK2 μικρὰς C 13 ἀπεράτους scripsi; ἀπείρους VO, ἀπειράτους ceteri αὐτοῖς M 14 σπένδοντες F κληρονομία Α et corr. Κ 16 εἰς ante ἀνενδοίαστον add. CVOBEM 17 ἐλπίσαντες] ἁρπάσαντες Α μὴ] καὶ γὰρ V2K2 ἢ] καὶ V2O, ἡ (corr. ex οἲ ut vid.) καὶ Κ 18 καὶ] κἂν V2O δευτερίων C, δευτερεῖα VO 19 πρωτεῖα P 20 ἐν γὰρ καιρῶ HP δὲ om. AFGHP 21 ἄχρι λιμένων ἀκινδύνως transp. HP 22 ἐφομολογούμενα MG ἔνιοι om. O 23 βλαβήσεσθαι om. in lac. G 23. 24 ἀπήλαθσαν AVO (Mang.) 25 ἀνθρώπια C, ἀνθρώπινα F ὥσπερ A ταλαντεύει coni. Wendl.)