De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

πῶς οὖν ἀσθενήσει; τοῦ καρποῦ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἡ εὐφορία, τὸ πλεονάζον μετὰ τὰς αὐτάρκεις τοῖς πλήθεσι τροφὰς — ἔσται δ’ ἴσως μέρος πέμπτον — θησαυριστέον ἐν πόλει καὶ κώμαις, μὴ μετακομίζοντας τὰ θέρη μακρόθεν, ἀλλ’ ἐξ ὧν ἂν ᾖ χωρίων, ἐν ἐκείνοις φυλάττοντας πρὸς τὴν τῶν οἰκούντων παρηγορίαν·

συγκομίζειν δὲ τὸν καρπὸν αὐτοῖς δράγμασι μήτε ἀλοῶντας μήτε συνόλως καθαίροντας, τεττάρων ἕνεκα· ἑνὸς μὲν τοῦ σκέπῃ χρώμενον πρὸς πλείω χρόνον διαμένειν ἀδιάφθορον· ἑτέρου δὲ τοῦ καθ’ ἕκαστον ἐνιαυτὸν γίνεσθαι τῆς εὐθηνίας ὑπόμνησιν, ἀλοώντων καὶ λικμώντων· ἡ γὰρ μίμησις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν δευτέραν ἔμελλεν ἡδονὴν ἀπεργάζεσθαι·

τρίτου δὲ τοῦ μηδ’ εἰς ἀριθμὸν ἐλθεῖν, ἐν στάχυσι καὶ δράγμασιν ἀδήλου καὶ [*](1 om. AVO 2 βεβαιότερον Α 3 ἀστάχυες Η 4 λιμοῦ καὶ ἀφορίας conicio ἐπιοῦσαι conicio 5 ἐφθαρμένοι Α ἀστάχυες Η 6 οὖν om. VO πρότερον AF 7 πλημύραις C 8 ὡς] ἦ K1, γρ. ὡς ss. Κ2 9 ἐναντία πάλιν ἑπταετία transp. VO; πάλιν ἐναντία ἑπταετία Mang. 10 μήτε C ἀνερχομένου Α 12 τοιαῦτα CBEKF, ταῦτα Α 13 ὑφηχεῖ C μοι transp. ante θεῖον Α τὸ θεῖον VOK: τι θεῖον ceteri τὰ CK: om. ceteri σωτηρία GH, σωτηρίαν AVOF 14.15 ἣν κατασκευαστέον ἀσθενῆ K1 15 τελέως AVO ἐκφύγῃ F1 16 post οἷς add. ἦν F 16. 17 τῶ πλεονάζειν V2O 17 δ’ ἴσως] δισσῶς BEMVO 18 πέμπτον om. G πόλεσι V2K 20 οἰκούντων codd.: ἐνοικούντων v συγκομίζειν codd.: συγκομιστέον v δὲ om. F 21 μήτ’ Α 22 post χρόνον add. φυλαττόμενον VOK2 23 τοῦ] τούτου C 21 μίμησις] ὑπόμνησις coni. Mang. 25 μέλλει V2O)

v.4.p.85
ἀπεριγράφου τοῦ καρποῦ ὑπάρχοντος, ἵνα μὴ προαναπέσωσιν αἱ διάνοιαι τῶν ἐγχωρίων ἐν ταῖς ἀναλώσεσι τοῦ συλλογισθέντος, ἀλλ’ εὐθυμίᾳ χρώμενοι τῇ σιτίων ἀμείνονι τροφῇ—τρέφει γὰρ ἐν τοῖς μάλιστα ἐλπίς— ἐπικουφίζωσι τὴν ἐκ τῆς ἐνδείας βαρεῖαν νόσον· τετάρτου δὲ τοῦ καὶ τοῖς θρέμμασι χιλὸν τεταμιεῦσθαι, τῶν ἀχύρων καὶ ἀθέρων ἐκ τῆς τοῦ καρποῦ καθάρσεως διακρινομένων.

ἐπιμελητὴν δὲ τούτων χειροτονητέον ἄνδρα φρονιμώτατον καὶ συνετώτατον καὶ ἐν πᾶσι δόκιμον, ὃς γένοιτ’ ἂν ἱκανὸς ἀμισῶς καὶ ἀνεπάφως εὐτρεπῆ τὰ λεχθέντα ποιεῖν μηδεμίαν αἴσθησιν τοῖς πλήθεσιν ἐνδιδοὺς περὶ τοῦ γενησομένου λιμοῦ· χαλεπὸν γὰρ τὸ προκάμνοντας ταῖς ψυχαῖς ἀναπεσεῖν δυσελπιστίᾳ.

ἐὰν δέ τις ἐπιζητῇ τὴν αἰτίαν, φήσει δεῖν, καθάπερ ἐν εἰρήνῃ προνοεῖν τῶν ἐν τῷ πολέμῳ παρασκευῶν, καὶ ἐν εὐπορίαις τῶν κατ’ ἔνδειαν· ἀδήλους δὲ εἶναι πολέμους καὶ λιμοὺς καὶ συνόλως τοὺς καιροὺς τῶν ἀβουλήτων, εἰς οὓς ἀναγκαῖον εἶναι παρεσκευάσθαι, ἀλλὰ μὴ γενομένων τότε τὴν θεραπείαν ζητεῖν, ὅτ’ οὐδὲν ὄφελος.“

ἀκούσας δὲ ὁ βασιλεὺς καὶ τὴν τῶν ὀνείρων διάκρισιν εὐθυβόλως καὶ εὐσκόπως στοχαζομένην τῆς ἀληθείας καὶ τὴν συμβουλίαν ὅσα τῷ δοκεῖν ὠφελιμωτάτην κατὰ τὴν τοῦ μέλλοντος ἀδήλου πρόνοιαν, τοὺς συνόντας ἐγγυτέρω προσελθεῖν κελεύσας, ἵνα μὴ κατακούοι, "ἆρ’" εἶπεν, "ἄνδρες, εὑρήσομεν τοιοῦτον ἄνθρωπον, ὃς ἔχει πνεῦμα θεῖον ἐν ἑαυτῷ“ (Gen. 41, 38) ;

συνεπαινούντων δὲ καὶ συνευφημούντων, ἀπιδὼν εἰς τὸν παρεστῶτα "ἐγγὺς" εἶπεν „ἐστὶν ὃν παραινεῖς ἀναζητεῖν, οὐ μακρὰν ἀφέστηκεν ὁ φρόνιμος καὶ συνετός, ὃν ἔδει κατὰ τὰς σὰς ὑφηγήσεις σκοπεῖν, αὐτὸς ὢν τυγχάνεις· οὐ γὰρ ἄνευ θεοῦ ταῦτ’ ἀποφθέγγεσθαί μοι δοκεῖς. ἴθι δὴ [*](λλογι 2 συγκομισθέντος Α, ἐλλογισθέντος CVO εὐθυμίᾳ] εὐθηνία BEMA 3 τροφῆς CFGH(v) 4 ἐπικουφίζουσι C, ἐπικουφίζουσα FHV2O καὶ om. O ἴ’ 5 χυλὸν Α 8 ἀμισῶς BEMV1: ἀμισῶς CK1G, ἅμ’ ἴσως FH, ἀμέσως Α, ἀμίσθως V2K2O ἀνεπάφως AFGH: ἀνεπιφάτως ceteri (v) ; ἀνεπαχθῶς coni. Wendl. εὐπρεπῆ GH 9 διδοὺς V2O, ἐνδοὺς L (Turn.) 10 τις] τι Α 11 φήσειν δεῖ Α post προνοεῖν add. δεῖ Α 12 τῷ om. Α καὶ] οὕτως Α ἀδήλους Κ 13 δ’ Α 14 ἀνάγκη Κ παρασκευᾶσθαι M, παρασκευάσασθαι VO 15 ζητεῖν BEK1M: ἐπιζητεῖν ceteri ὅτε C καὶ om. Κ 16 εὐστόχως ΑΚ στοχαζόμενος BEMG, στοχαζόμενον C 17 ὅσον Α τῳ] τὸ C 18 ἐγγυτέρως M, ἐγγύτερον F προελθεῖν V1G 19 κατακούῃ VOK2 ἆρα BEKMVO ἄνδρα M τὸν τοιοῦτον M 20 αὐτῶ CBEM 21 ἐπιδὼν Turn. 22 παρῄνεις BEKMVO οὐ—σκοπεῖν (23) om. Α 24 οὑδὲ γὰρ Α ταῦτα F, ταῦτα post μοι transp. M δὴ] δὲ GH, om. F)

v.4.p.86
καὶ παραλάμβανε τήν τ’ ἐπιμέλειαν τῆς ἐμῆς οἰκίας καὶ τὴν Αἰγύπτου πάσης ἐπιτροπήν.

εὐχέρειαν δ’ οὐδείς μου καταγνώσεται μὴ φιλαυτίᾳ χρωμένου, πάθει δυσιάτῳ· αἵ τε γὰρ μεγάλαι τῶν φύσεων χρόνοις οὐ δοκιμάζονται μακροῖς, ὄγκῳ δυνάμεως βιαζόμεναι φθάνειν εἰς ἀποδοχὴν αὑτῶν ἀνυπέρθετον, τά τε πράγματα μέλλησιν καὶ διατριβὴν οὐκ ἀνέχεται, τῶν καιρῶν ἐπειγόντων εἰς τὰς ἀναγκαίας παρασκευάς.“

εἶτ’ αὐτὸν καθίστησι τῆς βασιλείας διάδοχον, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, βασιλέα, τὸ μὲν ὄνομα τῆς ἀρχῆς ὑπολειπόμενος αὑτῷ, τῆς δ’ ἐν ἔργοις ἡγεμονίας ἐκστὰς ἐκείνῳ καὶ τἄλλα πράττων ὅσα ἐπὶ τιμῇ

τοῦ νεανίου. δίδωσιν οὖν αὐτῷ σφραγῖδα βασιλικὴν καὶ ἱερὰν ἐσθῆτα καὶ κύκλον χρυσοῦν περιδέραιον καὶ ἐπὶ δευτερεῖον τῶν ἁρμάτων ἀναβιβάσας κελεύει περιελθεῖν τὴν πόλιν, προερχομένου κήρυκος καὶ δηλοῦντος τοῖς ἀγνοοῦσι τὴν χειροτονίαν.