De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ὡς δ’ ἐτόπασε μηδὲν ἔτι ταῖς διανοίαις αὐτῶν ἔχθος ὑποικουροῦν, ἐκπέμπει τὸν υἱὸν ἅμα μὲν τοὺς ἀδελφοὺς ἀσπασόμενον, ἅμα δὲ καὶ δηλώσοντα, πῶς ἔχουσιν αὐτοί τε καὶ αἱ τῶν θρεμμάτων ἀγέλαι.

ταύτην τὴν ὁδὸν ἀρχὴν συνέβη γενέσθαι μεγάλων κακῶν τε αὖ καὶ ἀγαθῶν παρ’ ἐλπίδας ἑκατέρων. ὁ μὲν γὰρ ταῖς ἐπισκήψεσι πειθαρχῶν τοῦ πατρὸς ᾔει πρὸς τοὺς ἀδελφούς, οἱ δὲ μακρόθεν ἀφικνούμενον ἰδόντες ἄλλος ἄλλῳ διελάλουν οὐδὲν εὔφημον, ὁπότε οὐδ’ ὀνομαστὶ προσαγορεύειν ἠξίουν αὐτόν, ἀλλ’ ὀνειροπλῆγα καὶ "ἐνυπνιαστὴν" καὶ τοιαῦτα ἐπεφήμιζον [*](1 τοῦ om. P προτέρου mg. Η, ἑτέρου in textu H ἀνέφηνεν Η 2 αὐτόν codd. (v) 4 δὲ C τι om. HP 5 καί φησιν om. O post ἀδελφοί add. σου Α 7 ἕνδεκα alt. om. CAFGHP 8 μήδ’ AVO, μὴ F ποτε om. Α λαθοῦσα] ἐλαθεῖσα vel λυθεῖσα coni. Mang. 9 καὶ om. FG ἐπεξέλθοι H τὴν om. VOF 10 ἄγαν] ἅπαν F 11 ὅσοις] οἷς BEK ελ ἰσότητος corr. ex ἰσότης Β, ἰσότης CEHP μέλλει BMV1, μέλλει Κ 12 δὲ CVO τις] πὼς Α συνδιαιτήσεως Κ (coni. Mang.): συναντήσεως ceteri γένηται VO 14 δ’ E 15 παθῶν καὶ om. VO 16 εἷναι om. F ἱκανὸς om. F καὶ ante πένθος om. Α 17 τὴν om. M 18 δὲ CAVO διανοίαις om. Α ἄχθος FHP 18. 19 ἐποικουροῦν Ο 21 ὁδὸν om. P τε om. M 21. 22 τε κακῶν καὶ ἀγαθῶν αὖ transp. Α 22 πειθαρχῶν ταῖς ἐπισκήψεσι transp. Α (Mang.) ἐπισκέψεσι BEMF1 23 ἥκει Κ 24 ἄλλος] ἄλλως Η διελαλοῦνθ᾿ G ὁπότ’ Α οὐδὲ CVO 25 ἀλλὰ C τὰ ante τοιαῦτα add. MAFH2 τοιαῦτ᾿ ΑΚ)

v.4.p.64
καὶ ἐπὶ τοσοῦτον προῆγον ὀργῆς, ὥστε καὶ τὸν ἐπ’ αὐτῷ φόνον οὐ πάντες ἀλλ’ οἱ πλείους ἐβούλευον καὶ ὑπὲρ τοῦ μὴ καταφωραθῆναι ῥιπτεῖν ἀνελόντες ἐγνώκεσαν εἰς ὄρυγμα γῆς βαθύτατον· πολλαὶ δέ εἰσι περὶ τὸν τόπον ὕδατος ὀμβρίου δεξαμεναί.

καὶ μικροῦ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, εἰργάσαντο, εἰ μὴ παρηγορίαις τοῦ πρεσβυτάτου μόλις ἐπείσθησαν, ὃς παρῄνει μὴ ἐφάψασθαι τοῦ μιάσματος, ἀλλ’ αὐτὸ μόνον εἰς ἓν τῶν ὀρυγμάτων ῥῖψαι, διανοούμενός τι σωτήριον, ἵνα λαβὼν μετὰ τὴν ἀναχώρησιν ἀπαθῆ παντὸς κακοῦ παραπέμψῃ τῷ πατρί.

συναινεσάντων δέ, ὁ μὲν προσιὼν ἠσπάζετο, οἱ δὲ ὡς πολέμιον συλλαβόντες ἀπαμπίσχουσι τὴν ἐσθῆτα καὶ τὸν μὲν καθιμῶσιν εἰς βαθεῖς βόθρους, τὴν δ’ ἐρίφου αἵματι φοινίξαντες διαπέμπονται τῷ πατρὶ πρόφασιν ὡς ὑπὸ θηρίων

δαπανηθέντος. ἐκείνῃ δὲ τῇ ἡμέρᾳ κατά τινα συντυχίαν ἔμποροί τινες ὡδοιπόρουν τῶν ἔθος ἐχόντων ἀπ’ Ἀραβίας εἰς Αἴγυπτον κομίζειν φόρτον· οἷς ἀνελκύσαντες τὸν ἀδελφὸν πιπράσκουσιν, ἡγησαμένου τὴν γνώμην τοῦ καθ’ ἡλικίαν τετάρτου· καὶ γὰρ οὗτός μοι δοκῶ δείσας, μή ποθ’ ὑπὸ τῶν ὀργὴν ἀμείλικτον ἐπ’ αὐτῷ ζωπυρούντων δολοφονηθῇ, συνεβούλευσεν ἀποδόσθαι δουλείαν ὑπαλλαττόμενος θανάτου, κουφότερον κακὸν μείζονος.

ὁ δὲ πρεσβύτατος — οὐ γὰρ παρῆν πιπρασκομένου — διακύψας καὶ μὴ κατιδών, ὃν ἀπολελοίπει πρὸ μικροῦ, ἐβόα καὶ ἐκεκράγει καὶ τὰς ἐσθῆτας περιρρηξάμενος ἄνω καὶ κάτω καθάπερ ἐμμανὴς ἐφέρετο τὰς χεῖρας κροτῶν καὶ τὰς τρίχας τίλλων, „τί πέπονθε;“ λέγων·

"εἴπατε, ζῇ ἢ τέθνηκεν; εἰ μὲν οὐκ ἔστι, δείξατέ μοι τὸν νεκρόν, ἵν’ ἐπιδακρύσας τῷ πτώματι λωφήσω τῆς συμφορᾶς· ἰδὼν κείμενον παρηγορηθήσομαι. τί καὶ νεκρῷ μνησικακοῦμεν; πρὸς τοὺς ἐκποδὼν φθόνος οὐδεὶς φύεται. εἰ δὲ ζῇ, ποῖ γῆς ἀπελήλυθε; φυλάττεται παρὰ τίσιν; [*](1 προῆγον] προήχθησαν vel προῄεσαν coni. Mang. ἐπ’] ἐν F 2 ἀλλὰ C ἐπεβούλευον Α 2. 3 καταφ. ῥίπτειν ἀνελόντες ἐγνώκεσαν V, κ. ἀνελόντες ῥίπτειν ἑ. 2 ῥίπτειν CVO 3 ἀνελόντας Α ἐγνώκασιν F τῆς γῆς VO 4 ἄγος VO 5 παρηγορίαις Η πρεσβυτέρου Α, πρεσβύτου BEM 6 ἀλλὰ C αὐτὸν BMH 7 μετὰ τὴν om. CVO 9 δ’ (bis) BEKM 9. 10 ante ἀπαμπίσχουσι add. ἅπασαν AFGHP 10 δὲ CVO 11 διαπέμπουσι Α (fort. recte) πρόφασιν Α: προφάσει ceteri 13 ὁδοιπόρουν Α 14 εἰσηγησαμένου coni. Mang. 14. 15 τῆς γνώμης V2K2O 15 δοκεῖ VO 16 μή ποθ’ AG, μήποτε Κ: μήθ’ F, μὴ ceteri ὐπ’ αὐτῶν K 18 οὐ] ὁ F1 οὐδὲ γὰρ ἦν Α 20 τὴν ἐσθῆτα C καθὰ Α ἐκμανὴς G)

v.4.p.65
οὐ γὰρ δὴ κἀγὼ καθάπερ ἐκεῖνος ἐν ὑποψίαις εἰμί, ὡς ἀπιστεῖσθαι.“

εἰπόντων δ’ ὅτι πέπραται καὶ τὴν τιμὴν ἐπιδεικνυμένων, „καλὴν ἐμπορίαν“ εἶπεν "ἐστείλασθε· τὰ κέρδη διανειμώμεθα· τοῖς ἀνδραποδισταῖς περὶ κακίας ἄθλων ἁμιλλησάμενοι στεφανηφορῶμεν, προσυπερβάλλοντες αὐτοὺς ὠμότητι σεμνυνώμεθα· κατὰ ἀλλοτρίων ἐκεῖνοι συντίθενται, κατὰ δ’ οἰκειοτάτων καὶ φιλτάτων ἡμεῖς.

κεκαινούργηται μέγα ὄνειδος, περιβόητος αἰσχύνη. μνημεῖα καλοκἀγαθίας οἱ πατέρες ἡμῶν πανταχοῦ τῆς οἰκουμένης ἀπέλιπον, ἀπολείψομεν καὶ ἡμεῖς ἀπιστίας καὶ μισανθρωπίας ἀθεραπεύτους διαβολάς· φθάνουσι γὰρ αἱ τῶν μεγαλουργηθέντων φῆμαι πανταχόσε, τῶν μὲν ἐπαινετῶν θαυμαζόμεναι, τῶν δ’ ὑπαιτίων ψόγου καὶ κατηγορίας τυγχάνουσαι.

τίνα ἄρα τρόπον ὁ πατὴρ ἡμῶν τὴν περὶ τῶν συμβεβηκότων ἀκοὴν δέξεται; τρισμακαρίῳ καὶ τρισευδαίμονι τὸν καθ’ ἡμᾶς βίον ἀβίωτον παρέσχησθε. τὸν πραθέντα τῆς δουλείας ἢ τοὺς πεπρακότας τῆς ὠμότητος οἰκτιεῖται; πολὺ μᾶλλον εὖ οἶδα ἡμᾶς, ἐπεὶ καὶ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν χαλεπώτερον· τὸ μὲν γὰρ δυσὶ βοηθεῖται τοῖς μεγίστοις, ἐλέῳ καὶ ἐλπίδι, τὸ δ’ οὐδετέρου μετέχον ἅπασιν ἡττᾶται τοῖς κριταῖς. ἀλλὰ τί ταῦτα θρηνῶν ἀπηχῶ;