De Josepho
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἔδοξε γὰρ ἑπτὰ βόας ἀνέρπειν ἐκ τοῦ ποταμοῦ, πίονας καὶ σφόδρα εὐσάρκους καὶ καλὰς ὀφθῆναι, καὶ παρὰ ταῖς ὄχθαις νέμεσθαι· μεθ’ ἃς ἑτέρας ἀριθμὸν ἴσας, ἀσάρκους τρόπον τινὰ καὶ κατεσκελετευμένας καὶ εἰδεχθεστάτας, ἀνελθεῖν καὶ συννέμεσθαι ταῖς προτέραις· εἶτ’ ἐξαπιναίως ὑπὸ τῶν χειρόνων καταβρωθῆναι τὰς ἀμείνους καὶ μηδὲν ἀλλὰ μηδὲ τὸ βραχύτατον ταῖς ἐμφορηθείσαις πρὸς ὄγκον ἐπιδοῦναι τὰς γαστέρας, ἀλλ’ ἢ μᾶλλον ἢ οὐχ ἧττον ἐστάλθαι.
περιαναστὰς δὲ καὶ κοιμηθεὶς πάλιν ἑτέρᾳ πληχθῆναι φαντασίᾳ· νομίσαι γὰρ ἑπτὰ πυροῦ στάχυς ἐκπεφυκότας ἑνὸς πυθμένος, ἰσαιτάτους τοῖς μεγέθεσιν, αὐξομένους καὶ τεθηλότας αἴρεσθαι πρὸς ὕψος μάλ’ εὐρώστους· εἶθ’ ἑτέρους ἑπτὰ λεπτοὺς καὶ ἀσθενεῖς ἀναπεφυκέναι πλησίον, ὑφ’ ὧν ἐπιδραμόντων καταποθῆναι τὸν εὔσταχυν πυθμένα.
ταύτην ἰδὼν τὴν ὄψιν, τὸ λειπόμενον τῆς νυκτὸς ἄυπνος διατελέσας — ἤγειρον γὰρ αἱ φροντίδες [*](1 προδιάξας (sic) Α 1.2 καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι BEMA τμηθέντα F 2 τῷ] τὸν VO ἀπονεῖμαι] ἀποδοῦναι Α, ἀπολαβεῖν VOK2 3 δ’ KF πεσόντων οἰνοχόος BEMA 4 συμβησομένων Κ 4. 5 ἀποκουφίσαντος Α 5 εὐεργεσιῶν P 7 δι’ pr.] δ’ F 8 τῆ χώρα συμβαίνειν CVO: συμβαίνειν τῆ χώρα ceteri 8. 9 διτταῖς φαντασίαις post θεσπίζεται (9) transp. CV; διτταῖς δι’ ὀνείρου φ. θ. Mang. 9 ὀνειράτων F θεσπίζει VOK2 ὑποσημαινούσαις AFGHP: ὑποσημαίνοντος ceteri 9. 10 βεβαιοτέρας πίστεως ἕνεκα transp. Α 10 ἔδοξα BEM ἀνέλκειν in textu Η, ἀνέρπειν mg. Η 11 σφόδρ’ C καὶ καλὰς Α: καὶ om. ceteri περὶ F τὰς ὄχθας AVO 12 μεθ’] ε ε καθ’ G ἀριθμῷ V2O καὶ om. AFGH1P 12. 13 κατεσκηλιτευμένας V, κατεσκηλιτευμένας O, κατεσκ λητευμένας Η, κατεσταλμένας M 13 καὶ εἰδεχθεστάτας Α: καὶ om. ceteri 15 μηδὲ om. HP1 16 συνεστάλθαι F 17. 18 πυροῦ στάχυς AFGHPK1: πυροὺς παχεῖς ceteri 18 ἐκπεφυκότος G ἰσοτάτους Α, ἰσωτάτους H(v) 18. 19 αὐξανομένους VO 19 μάλα VO, μᾶλλον HP εὐρώστως Α (coni. Mang.) εἶτα V 22 κεντροῦσαι CFHP) [*](7 sqq. Gen. cap. 41)
μηδενὸς δὲ στοχασμοῖς εἰκόσι τἀληθὲς ἰχνηλατῆσαι δυναμένου, παρελθὼν ὁ ἀρχιοινοχόος φησίν· "ὦ δέσποτα, τὸν ἄνδρα ὃν ζητεῖς ἐλπίς ἐστιν εὑρήσειν· ἁμαρτόντας ἐμὲ καὶ τὸν ἀρχισιτοποιὸν ἐκέλευσας εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι, ἐν ᾧ τοῦ ἀρχιμαγείρου θεράπων ἦν Ἑβραῖος, ᾧτινι διηγησάμεθα ἐγώ τε κἀκεῖνος ὀνείρατα τὰ φανέντα ἡμῖν· ὁ δ’ οὕτως εὐθυβόλως καὶ εὐσκόπως διέκρινεν, ὡς ὅσα προεῖπεν ἑκατέρῳ συμβῆναι, τῷ μὲν ἣν ὑπέμεινε τιμωρίαν, ἐμοὶ δὲ τὸ σοῦ τυχεῖν ἵλεω καὶ εὐμενοῦς.“
ὁ μὲν οὖν βασιλεὺς ἀκούσας προστάττει συντείναντας ἀνακαλεῖν τὸν νεανίαν. οἱ δ’ ἀποκείραντες — βαθεῖαι γὰρ ἦσαν αὐτῷ χαῖται καθειργμένῳ κεφαλῆς καὶ γενείου—καὶ ἀντὶ ῥυπώσης λαμπρὰν ἐσθῆτα ἀντιδόντες καὶ τἄλλα φαιδρύναντες εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα·
ὃς ἐκ τῆς ὄψεως τεκμηράμενος ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ —χαρακτῆρες γὰρ ἐπιφαίνονταί τινες τῷ σώματι τῶν ὁρωμένων οὐχ ὁρατοὶ πᾶσιν, ἀλλ’ οἷς τὸ τῆς διανοίας ὄμμα ὀξυδορκεῖ — "μαντεύεται" εἶπεν "ἡ ψυχή μου περὶ τοῦ μὴ εἰς ἅπαν ἀσαφείᾳ τοὺς ὀνείρους ἐπισκιασθήσεσθαι· δεῖγμα γὰρ σοφίας ὁ νεανίας οὗτος ὑποφαίνει, διακαλύψει τὴν ἀλήθειαν, οἷα φωτὶ σκότος ἐπιστήμῃ τὴν ἀμαθίαν τῶν παρ’ ἡμῖν σοφιστῶν ἀποσκεδάσει.“
καὶ τοὺς ὀνείρους διηγεῖτο. ὁ δὲ τἀξίωμα τοῦ λέγοντος οὐδὲν καταπλαγεὶς ὥσπερ ὑπηκόῳ βασιλεύς, ἀλλ’ οὐχ ὑπήκοος βασιλεῖ, παρρησίᾳ σὺν αἰδοῖ χρώμενος διελέγετο καί φησιν· „ὅσα μέλλει ποιεῖν ὁ θεὸς ἐν τῇ χώρᾳ, προμεμήνυκέ σοι. τὰς μέντοι διττὰς φαντασίας μὴ ὑπολάβῃς [*](2 διηγεῖται VOHP: διηγεῖτο ceteri καὶ μηδενὸς (sed καὶ rursus del.) Κ δὲ om. EK, ss. Β 4 post ὃν add. αὐτὸς ἔγνων ὃ O εὑρήσειν #x003E; coni. Wendl. post ἁμαρτόντας add. γὰρ V post ἐμὲ add. τε FHP 6 ἢν Ἑβραῖος—δεσπότην (86,19) om. P et in textu H, add. mg. Η ᾧτινι CBEKM: ὧ AVO, ὧ καὶ FGH διηγήσασθαι K1 καὶ ἐκεῖνος C 7 τὰ om. V δὲ VO οὗτος F post καὶ repet. οὕτως VO εὐσκόπως BEK: εὐκόλως M, εὐθυσκόπως ceteri 8 ὥσθ’ Α τῷ] τὸν Κ2 9 ἐμὲ Η 10 συντείνοντας M ἀναγαγεῖν F 11 χαῖται κεφαλῆς αὐτῶ καθειργμένω Α 12 ἀντιδιδόντες AF1 τἄλλα ABF, τὰ ἄλλα C 13 εἰσάγουσιν αὐτὸν VO: αὐτὸν om. ceteri τὸν βασιλέα AVO: τὸν om. ceteri 14. 15 τινες ἐπιφαίνονται transp. VOK2 15 ὁρωμένων] εἰρημένων CVOEK 16 τὸ τῆς διανοίας Α: τῆς om. ceteri ὀξυδορκεῖ CH: ὀξυδερκεῖ ceteri μου om. VO, eras. Κ 17 εἰσάπαν Α 18 γὰρ om. Α ὁ νεανίας οὗτος σοφίας Κ ὑποφαίνων V2K2O ante διακαλύψει add. ἧ H (v) διανακαλύψει V2O 19. 20 ἀποσκεδάσας V2K2O 20 τὸ ἀξίωμα AVO μηδὲν Α 22 σὺν αἰδῶ CGH 23 προεμήνυσέ Α φαντασίας om. CVO, ὀπτασίας mg. Ο 6*)
αἵ τε γὰρ πίονες ἑπτὰ βόες καὶ οἱ εὔβλαστοι καὶ εὐθαλεῖς ἑπτὰ στάχυες ἐνιαυτοὺς ἑπτὰ δηλοῦσιν εὐθηνίας καὶ εὐετηρίας καὶ ἑπτὰ ἑτέρους λιμοῦ αἱ ἐπανιοῦσαι ἑπτὰ βόες λεπταὶ καὶ εἰδεχθεῖς καὶ οἱ παρεφθαρμένοι καὶ μεμυκότες ἑπτὰ στάχυες.
ἥξει μὲν οὖν ἑπταετία προτέρα πολλὴν καὶ ἄφθονον ἔχουσα εὐκαρπίαν, πλημμύραις μὲν ἀνὰ πᾶν ἔτος τοῦ ποταμοῦ λιμνάζοντος τὰς ἀρούρας, τῶν δὲ πεδίων ὡς οὔπω πρότερον εὐτοκίᾳ χρωμένων· ἥξει δὲ μετὰ ταῦτα ἑπταετία πάλιν ἐναντία χαλεπὴν ἔνδειαν καὶ σπάνιν τῶν ἀναγκαίων ἐπιφέρουσα, μήτ’ ἀναχεομένου τοῦ ποταμοῦ μήτε τῆς γῆς λιπαινομένης, ὡς τῆς προτέρας εὐθηνίας ἐκλαθέσθαι καὶ εἴ τι λείψανον παλαιᾶς εὐετηρίας ἦν ἀναλωθῆναι. τὰ μὲν οὖν ἐκ τῆς διακρίσεως τοιαῦτ’ ἐστίν.
ὑπηχεῖ δέ μοι καὶ ἐκλαλεῖ τὸ θεῖον ὑποβάλλον τὰ ὡς ἐν νόσῳ σωτήρια· νόσος δὲ πόλεων καὶ χωρίων ἡ βαρυτάτη λιμός, ᾗ κατασκευαστέον ἀσθένειαν, ἵνα μὴ τελείως ῥωσθεῖσα τοὺς οἰκήτορας ἐκφάγῃ.
πῶς οὖν ἀσθενήσει; τοῦ καρποῦ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἡ εὐφορία, τὸ πλεονάζον μετὰ τὰς αὐτάρκεις τοῖς πλήθεσι τροφὰς — ἔσται δ’ ἴσως μέρος πέμπτον — θησαυριστέον ἐν πόλει καὶ κώμαις, μὴ μετακομίζοντας τὰ θέρη μακρόθεν, ἀλλ’ ἐξ ὧν ἂν ᾖ χωρίων, ἐν ἐκείνοις φυλάττοντας πρὸς τὴν τῶν οἰκούντων παρηγορίαν·
συγκομίζειν δὲ τὸν καρπὸν αὐτοῖς δράγμασι μήτε ἀλοῶντας μήτε συνόλως καθαίροντας, τεττάρων ἕνεκα· ἑνὸς μὲν τοῦ σκέπῃ χρώμενον πρὸς πλείω χρόνον διαμένειν ἀδιάφθορον· ἑτέρου δὲ τοῦ καθ’ ἕκαστον ἐνιαυτὸν γίνεσθαι τῆς εὐθηνίας ὑπόμνησιν, ἀλοώντων καὶ λικμώντων· ἡ γὰρ μίμησις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν δευτέραν ἔμελλεν ἡδονὴν ἀπεργάζεσθαι·
τρίτου δὲ τοῦ μηδ’ εἰς ἀριθμὸν ἐλθεῖν, ἐν στάχυσι καὶ δράγμασιν ἀδήλου καὶ [*](1 om. AVO 2 βεβαιότερον Α 3 ἀστάχυες Η 4 λιμοῦ καὶ ἀφορίας conicio ἐπιοῦσαι conicio 5 ἐφθαρμένοι Α ἀστάχυες Η 6 οὖν om. VO πρότερον AF 7 πλημύραις C 8 ὡς] ἦ K1, γρ. ὡς ss. Κ2 9 ἐναντία πάλιν ἑπταετία transp. VO; πάλιν ἐναντία ἑπταετία Mang. 10 μήτε C ἀνερχομένου Α 12 τοιαῦτα CBEKF, ταῦτα Α 13 ὑφηχεῖ C μοι transp. ante θεῖον Α τὸ θεῖον VOK: τι θεῖον ceteri τὰ CK: om. ceteri σωτηρία GH, σωτηρίαν AVOF 14.15 ἣν κατασκευαστέον ἀσθενῆ K1 15 τελέως AVO ἐκφύγῃ F1 16 post οἷς add. ἦν F 16. 17 τῶ πλεονάζειν V2O 17 δ’ ἴσως] δισσῶς BEMVO 18 πέμπτον om. G πόλεσι V2K 20 οἰκούντων codd.: ἐνοικούντων v συγκομίζειν codd.: συγκομιστέον v δὲ om. F 21 μήτ’ Α 22 post χρόνον add. φυλαττόμενον VOK2 23 τοῦ] τούτου C 21 μίμησις] ὑπόμνησις coni. Mang. 25 μέλλει V2O)
ἐπιμελητὴν δὲ τούτων χειροτονητέον ἄνδρα φρονιμώτατον καὶ συνετώτατον καὶ ἐν πᾶσι δόκιμον, ὃς γένοιτ’ ἂν ἱκανὸς ἀμισῶς καὶ ἀνεπάφως εὐτρεπῆ τὰ λεχθέντα ποιεῖν μηδεμίαν αἴσθησιν τοῖς πλήθεσιν ἐνδιδοὺς περὶ τοῦ γενησομένου λιμοῦ· χαλεπὸν γὰρ τὸ προκάμνοντας ταῖς ψυχαῖς ἀναπεσεῖν δυσελπιστίᾳ.
ἐὰν δέ τις ἐπιζητῇ τὴν αἰτίαν, φήσει δεῖν, καθάπερ ἐν εἰρήνῃ προνοεῖν τῶν ἐν τῷ πολέμῳ παρασκευῶν, καὶ ἐν εὐπορίαις τῶν κατ’ ἔνδειαν· ἀδήλους δὲ εἶναι πολέμους καὶ λιμοὺς καὶ συνόλως τοὺς καιροὺς τῶν ἀβουλήτων, εἰς οὓς ἀναγκαῖον εἶναι παρεσκευάσθαι, ἀλλὰ μὴ γενομένων τότε τὴν θεραπείαν ζητεῖν, ὅτ’ οὐδὲν ὄφελος.“
ἀκούσας δὲ ὁ βασιλεὺς καὶ τὴν τῶν ὀνείρων διάκρισιν εὐθυβόλως καὶ εὐσκόπως στοχαζομένην τῆς ἀληθείας καὶ τὴν συμβουλίαν ὅσα τῷ δοκεῖν ὠφελιμωτάτην κατὰ τὴν τοῦ μέλλοντος ἀδήλου πρόνοιαν, τοὺς συνόντας ἐγγυτέρω προσελθεῖν κελεύσας, ἵνα μὴ κατακούοι, "ἆρ’" εἶπεν, "ἄνδρες, εὑρήσομεν τοιοῦτον ἄνθρωπον, ὃς ἔχει πνεῦμα θεῖον ἐν ἑαυτῷ“ (Gen. 41, 38) ;
συνεπαινούντων δὲ καὶ συνευφημούντων, ἀπιδὼν εἰς τὸν παρεστῶτα "ἐγγὺς" εἶπεν „ἐστὶν ὃν παραινεῖς ἀναζητεῖν, οὐ μακρὰν ἀφέστηκεν ὁ φρόνιμος καὶ συνετός, ὃν ἔδει κατὰ τὰς σὰς ὑφηγήσεις σκοπεῖν, αὐτὸς ὢν τυγχάνεις· οὐ γὰρ ἄνευ θεοῦ ταῦτ’ ἀποφθέγγεσθαί μοι δοκεῖς. ἴθι δὴ [*](λλογι 2 συγκομισθέντος Α, ἐλλογισθέντος CVO εὐθυμίᾳ] εὐθηνία BEMA 3 τροφῆς CFGH(v) 4 ἐπικουφίζουσι C, ἐπικουφίζουσα FHV2O καὶ om. O ἴ’ 5 χυλὸν Α 8 ἀμισῶς BEMV1: ἀμισῶς CK1G, ἅμ’ ἴσως FH, ἀμέσως Α, ἀμίσθως V2K2O ἀνεπάφως AFGH: ἀνεπιφάτως ceteri (v) ; ἀνεπαχθῶς coni. Wendl. εὐπρεπῆ GH 9 διδοὺς V2O, ἐνδοὺς L (Turn.) 10 τις] τι Α 11 φήσειν δεῖ Α post προνοεῖν add. δεῖ Α 12 τῷ om. Α καὶ] οὕτως Α ἀδήλους Κ 13 δ’ Α 14 ἀνάγκη Κ παρασκευᾶσθαι M, παρασκευάσασθαι VO 15 ζητεῖν BEK1M: ἐπιζητεῖν ceteri ὅτε C καὶ om. Κ 16 εὐστόχως ΑΚ στοχαζόμενος BEMG, στοχαζόμενον C 17 ὅσον Α τῳ] τὸ C 18 ἐγγυτέρως M, ἐγγύτερον F προελθεῖν V1G 19 κατακούῃ VOK2 ἆρα BEKMVO ἄνδρα M τὸν τοιοῦτον M 20 αὐτῶ CBEM 21 ἐπιδὼν Turn. 22 παρῄνεις BEKMVO οὐ—σκοπεῖν (23) om. Α 24 οὑδὲ γὰρ Α ταῦτα F, ταῦτα post μοι transp. M δὴ] δὲ GH, om. F)
εὐχέρειαν δ’ οὐδείς μου καταγνώσεται μὴ φιλαυτίᾳ χρωμένου, πάθει δυσιάτῳ· αἵ τε γὰρ μεγάλαι τῶν φύσεων χρόνοις οὐ δοκιμάζονται μακροῖς, ὄγκῳ δυνάμεως βιαζόμεναι φθάνειν εἰς ἀποδοχὴν αὑτῶν ἀνυπέρθετον, τά τε πράγματα μέλλησιν καὶ διατριβὴν οὐκ ἀνέχεται, τῶν καιρῶν ἐπειγόντων εἰς τὰς ἀναγκαίας παρασκευάς.“
εἶτ’ αὐτὸν καθίστησι τῆς βασιλείας διάδοχον, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, βασιλέα, τὸ μὲν ὄνομα τῆς ἀρχῆς ὑπολειπόμενος αὑτῷ, τῆς δ’ ἐν ἔργοις ἡγεμονίας ἐκστὰς ἐκείνῳ καὶ τἄλλα πράττων ὅσα ἐπὶ τιμῇ
τοῦ νεανίου. δίδωσιν οὖν αὐτῷ σφραγῖδα βασιλικὴν καὶ ἱερὰν ἐσθῆτα καὶ κύκλον χρυσοῦν περιδέραιον καὶ ἐπὶ δευτερεῖον τῶν ἁρμάτων ἀναβιβάσας κελεύει περιελθεῖν τὴν πόλιν, προερχομένου κήρυκος καὶ δηλοῦντος τοῖς ἀγνοοῦσι τὴν χειροτονίαν.