De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἦν δ’ αὐτῷ γυνὴ τήν τε ψυχὴν ἀρίστη καὶ τὸ σῶμα τῶν καθ’ αὑτὴν περικαλλεστάτη· ταύτην ἰδόντες τῶν Αἰγυπτίων οἱ ἐν τέλει καὶ τῆς εὐμορφίας ἀγάμενοι — λανθάνει γὰρ τοὺς ἐν ἐξοχαῖς οὐδέν — μηνύουσι τῷ βασιλεῖ.
μεταπεμψάμενος δὲ τὴν ἄνθρωπον καὶ θεασάμενος ἐκπρεπεστάτην ὄψιν, βραχὺ φροντίσας αἰδοῦς καὶ νόμων τῶν ἐπὶ τιμῇ ξένων ὁρισθέντων, ἐνδοὺς ἀκρασίᾳ διενοεῖτο λόγῳ μὲν αὐτὴν ἀγαγέσθαι πρὸς γάμον, τὸ δ’ ἀληθὲς αἰσχύνειν.
ἡ δ’ ἅτε ἐν ἀλλοτρίᾳ γῇ παρ’ ἀκρατεῖ τε καὶ ὠμοθύμῳ δυνάστῃ τοῦ βοηθήσοντος ἀποροῦσα — οὐδὲ γὰρ ὁ ἀνὴρ ἔσθενεν ἀρήγειν τὸν ἐπικρεμάμενον ἐκ τῶν δυνατωτέρων φόβον δεδιώς — ἐπὶ τὴν τελευταίαν ἅμ’ ἐκείνῳ καταφεύγει συμμαχίαν τὴν ἐκ θεοῦ.
λαβὼν δὲ τῶν ξένων οἶκτον ὁ εὐμενὴς καὶ ἵλεως καὶ ὑπέρμαχος τῶν ἀδικουμένων ἀλγηδόνας δυσκαρτερήτους καὶ χαλεπὰς τιμωρίας ἐπάγει τῷ βασιλεῖ, παντοίων κακῶν ἀναπλήσας αὐτοῦ σῶμα καὶ ψυχὴν δυσιάτων, ὡς τὰς μὲν ἐφ’ ἡδονὴν ἀγούσας ὀρέξεις ἁπάσας ἐκκεκόφθαι, τὰς δ’ ἐναντίας παρεισεληλυθέναι φροντίδας περὶ ἀπαλλαγῆς ἀνηνύτων βασάνων, ὑφ’ ὧν [*](2 λιμῶ πιεσθεῖσαι ΒΕΚ Arm: πιεσθεῖσαι λιμῶ (λογισμῶ Α) ceteri 4 εὐθένειαν B, εὐθένειαν E, εὐσθένειαν Κ 4. 5 καὶ εὐετηρίαν ἐν αἰγύπτω ΒΕΚ Arm: ἐν αἰγύπτω καὶ εὐετηρίαν transp. ceteri 5 ταῖς πλημμύραις ante λιμνάσαντος BEK Arm.: ταῖς πλημμύραις post πεδία transp. ceteri πλημμυρίαις G λιμνάσαντος λιμνάσαντος ζοντος Κ) ἐν καιρῶ BEK Arm: ἐν καιρῶ λιμνάσαντος ceteri πεδία] ἐπιτήδεια BE 7 πνευμάτων] σπερμάτων Κ 8 τῶν καθ’ αὑτὴν om. Arra καταυτὴν C. κατ’ αὐτὴν FG 9 τῶν αἰγυπτίων BEK Arm: τῶν om. ceteri 10 post μηνύουσι add. δὴ H(v), δὲ (rursus del.) P 11 εὐπρεπεστάτην BK post ὄψιν add. αὐτῆς Arm 12 ὁρισθέντων ἡ καὶ ὁρισθέντα Α 14 αἰσχύνειν BEFG: αἰσχυνεῖν ceteri ἣ M δὲ BEK ἅτ’ E παρακρατεῖται CGA ὁμοθύμω A 15 ἔστενεν Α 16 δυνατοτέρων BE, ἀδυνατωτέρων 11 17 ἅμ’ BEK: ἅμα ceteri 18 ἀδικουμένων BEK Arm: ἄμα post ἄδικ’. add. ceteri 19 ἀλγηδόνας] ὀδύνας C, ἡδονὰς F1G, ὁδίνας F2 20 κακῶν παντοίων transp. HP σῶμα BEK: τὸ σῶμα ceteri τὴν ψυχὴν CHP δυσίατον FG 21 ἐφ’ ἡδονὴν BEK Arm: ἐφ’ ἡδονὰς ceteri; ἐφηδυνούσας coni. Mang.)