De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
δευτέραν δ’ ἀποικίαν στέλλεται λογίῳ πάλιν πεισθεὶς ὁ ἀστεῖος οὐκέτ’ ἐκ πόλεως εἰς πόλιν, ἀλλ’ εἰς χώραν ἐρήμην (Gen. 12, 9), ἐν ᾗ πλαζόμενος διετέλει μὴ δυσαρεστῶν τῇ πλάνῃ καὶ τῷ δι’ αὐτὴν ἀνιδρύτῳ.
καίτοι τίς ἕτερος οὐκ ἂν ἠχθέσθη μὴ μόνον τῆς οἰκείας ἀπανιστάμενος, ἀλλὰ καὶ ἐξ [*](1 τοῖς ὁρωμένοις Κ 2 ἄβραμ ΜΑ: ἅβραμ. ceteri, ἀβρὰμ v τῶ ἀρχαίῳ ὀνόματι Κ προσερήθη EK δὲ BEK ’5 ἄλφα om. Α 3.4 πράγματος καὶ oin. Arai 4 καὶ δόγματος om. BE ἐνδεξαμένου BE μὲν om. Κ 4. 5 ἐστιν ἑρμηνευθὲν traiisp. HP o ἤχους FG 6 καὶ μετεωρολογικὸν om. FG ἐπικαλούμενον om. Arm 7 οὕτως BE, οὕτω(??) Κ: οὕτω ceteri χαλδαϊκῶν BEK: χαλδαίων ceteri δογμάτων om. Η1Ρ ἐπιμελόμενον CMHP(v), ἐπιμελομένου G τις om. Arm 9 διὰ τοῦ πατρός δὲ BEK: διὰ δὲ τοῦ πατρὸς ceteri 10 ὁ ἐνδιάθετος om. Arm φύσει] πέφυκε Arm γεγωνοῦ E Arm, γεγονοῦ Β: λεγομένου ceteri πρεσβύτερος—καὶ om. Arm γε BE: τε ceteri (Turn.), om. Mang. 11 ἐπιλέκτου Κ ἐκλεκτοῦ Arm): ἐπιλελεγμένου ΑΡ, ἐπιλεγομένου ceteri; ἐξειλεγμένου coni. Mang. γὰρ om. ΒΕ 13 τοῦ BEK: om. ceteri 14 παράπαν] πᾶν CFGA καὶ om. G ’) ἀκριβέστερον BE τι Arm: ὅτι ΒΕΚ, τὸ ceteri (v) 16 ἀφ’ οὗ ΒΕΚ τἄλλα EK, τἄλλ’ B: τὰ ἄλλα ceteri σπουδάζεται F πολλὰ BEK Arm: πολλάκι C, πολλάκις ceteri (v) 17 βίου ΒΚ σκ μένον Α, lac. expl. raan. rec. 18 φύσιν C, φύσεως A 19 στέλλεται BEK Arra: πάλιν στέλλεται (ut πάλιν bis legatur) ceteri οὐκέτ’ BEK: οὐκέτι ceteri 21 τῇ om. F 22 οὐκ om. CG ἠχέσθη Α μὴ BEK: οὐ ceteri οἰκίας BCFGM post καὶ eras. τὸν HP)
μόνος δ’ οὑτοσὶ τοὐναντίον πεπονθέναι φαίνεται, βίον ἥδιστον νομίζων τὸν ἄνευ συνδιαιτήσεως τῆς τῶν πολλῶν. καὶ πέφυκεν οὕτως ἔχειν· οἱ γὰρ ζητοῦντες καὶ ἐπιποθοῦντες θεὸν ἀνευρεῖν τὴν φίλην αὐτῷ μόνωσιν ἀγαπῶσι, κατ’ αὐτὸ τοῦτο σπεύδοντες πρῶτον ἐξομοιοῦσθαι τῇ μακαρίᾳ καὶ εὐδαίμονι φύσει.
ἑκατέραν οὖν ἀπόδοσιν πεποιημένοι, τήν τε ῥητὴν ὡς ἐπ’ ἀνδρὸς καὶ τὴν δι’ ὑπονοιῶν ὡς ἐπὶ ψυχῆς, ἀξιέραστον καὶ τὸν ἄνδρα καὶ τὸν νοῦν ἀπεφήναμεν, τὸν μὲν πεισθέντα λογίοις ἐκ δυσαποσπάστων ἀφελκυσθέντα, τὸν δὲ νοῦν, ὅτι οὐ μέχρι παντὸς ἀπατηθεὶς ἐπὶ τῆς αἰσθητῆς οὐσίας ἔστη τὸν ὁρατὸν κόσμον ὑπολαβὼν μέγιστον καὶ πρῶτον εἶναι θεόν, ἀλλὰ ἀναδραμὼν τῷ λογισμῷ φύσιν ἑτέραν ἀμείνω τῆς ὁρατῆς νοητὴν ἐθεάσατο καὶ τὸν ἀμφοῖν ποιητὴν ὁμοῦ καὶ ἡγεμόνα.