De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
θεώμενος γάρ τις τὴν ἐν τῇ φύσει τάξιν καὶ τὴν παντὸς λόγου κρείττονα πολιτείαν, ᾗ χρῆται ὁ κόσμος, ἀναδιδάσκεται, φθεγγομένου μηδενός, εὔνομον καὶ εἰρηνικὸν βίον ἐπιτηδεύειν εἰς τὴν τῶν καλῶν ἐξομοίωσιν ἀποβλέποντα. ἐναργέσταται δὲ τῆς εὐσεβείας ἀποδείξεις εἰσίν, ἃς περιέχουσιν αἱ ἱεραὶ γραφαί· πρώτην δὲ λεκτέον, ἣ καὶ πρώτη τέτακται.
λογίῳ πληχθεὶς περὶ τοῦ πατρίδα καὶ συγγένειαν καὶ πατρῷον οἶκον καταλιπεῖν καὶ μεταναστῆναι, καθάπερ ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἐπανιὼν ἀλλ’ οὐκ ἀπὸ τῆς οἰκείας εἰς τὴν ξένην μέλλων ἀπαίρειν, ἐπέσπευδε συντείνων, νομίζων ἰσότιμον εἶναι τῷ τελειῶσαι τὸ ταχέως τὸ προσταχθὲν ἀνύσαι.
καίτοι τίνα ἕτερον εἰκὸς οὕτως ἀκλινῆ καὶ ἄτρεπτον γενέσθαι, ὡς μὴ φίλτροις ὑπαχθῆναι καὶ ὑπενδοῦναι συγγενῶν καὶ πατρίδος, ὧν ὁ πόθος ἑκάστῳ τρόπον τινὰ συγγεγένηται καὶ συνηύξηται καὶ μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν συμπέφυκε;
μάρτυρες δὲ οἱ νομοθέται τὴν δευτερεύουσαν θανάτου τιμωρίαν κατὰ τῶν ἐπὶ τοῖς μεγίστοις ἑαλωκότων ὁρίσαντες φυγήν, οὐ δευτερεύουσαν, ὥς γ’ ἐμοὶ δοκεῖ, παρ’ ἀληθείᾳ δικαζούσῃ, πολὺ δὲ ἀργαλεωτέραν, εἴ γε πέρας μὲν κακοπραγιῶν ὁ θάνατος, ἀρχὴ δ’, οὐ πέρας, ἡ φυγὴ καινοτέρων συμφορῶν, ἀνθ’ ἑνὸς τοῦ χωρὶς ἀλγηδόνων μυρίους ἐπάγουσα θανάτους τοὺς σὺν αἰσθήσει.
κατ’ ἐμπορίαν ἔνιοι πόθῳ χρηματισμοῦ πλέοντες ἢ κατὰ πρεσβείαν ἢ κατὰ θέαν τῶν ἐπὶ τῆς ἀλλοδαπῆς δι’ ἔρωτα παιδείας, ὁλκοὺς ἔχοντες δυνάμεις τῆς ἔξω μονῆς οἱ μὲν τὰς ἐπικερδείας, οἱ δὲ τὸ τὴν [*](1 ἡ om. BE 4 ἀναδιδάσκεται] ἄμα διδάσκεται HP (Turn.) ἔννομον Α 6 ἱεραὶ ΒΕΚ Arm: om. ceteri 7 ἣ] ἧ M πληχθεὶς] πεισθεὶς Arm (coni. εἰ Mang.) S καὶ μεταναστῆναι oni. F μεταστῆναι G 9 οἰκίαν Κ 10 ἐπέσπευδε BEK: ἔσπευδε ceteri 11 τῷ] τὸ F εἰκὸς] εἰκότως H1P 12 ante ἀκλινῆ add. καὶ sed rursus del. Η φιτρῷ BEK ὑπαχθῆναι τὲ καὶ BEK 12. 13 ἐνδοῦναι BE 13 ὧν] ὃν F τρόπον corr. ex τρόπων F συγγεγέννηται ΒΕΑΡ2 14 οὐχ om. Arm ἧττον] εἷς Α ἡνωμένων] ἰδιωμένων CFGA μελῶν Arm 15 δ’ BEK 16 ὁρίζοντες BEK οὐ δευτερεύουσαν om. Η1, add. mg. H2 17 ὥς γέ μοι BEKMA παρ’ CBEK: παρὰ ceteri παρὰ τοῖς ἀληθείᾳ δικάζουσι Arm δ’ BEK 18 κακοπραγίας ὢν CFG, κακοπραγίας ὧν Α δ’] δὲ F, τε CG οὐ πέρας om. CFG (fort. recte) 19 ἀνθ’ ἑνὸς om. F τοῦ om. M τοῦ χωρὶς ἀλγηδόνων om. C ἀλγεινῶν BEK post ἀλγηδόνων add. ἡδονῶν FG 20 τοὺς σὺν αἰσθήσει Arm: οὓς συναισθήσει BE, οὐ σὺν αἰσθήσει LFGMAH1P, σὺν αἰσθήσει οὐ eras.) H2L(v), ἐν συναισθήσει C πόθου CF1GA 21 δι’ ἔρωτα ΒΕ: ἢ δι’ ἔρωτα ceteri 22 ἐπικερδίας BECFG)
μετ’ ὀλίγων δὲ οὗτος ἢ καὶ μόνος ἅμα τῷ κελευσθῆναι μετανίστατο καὶ τῇ ψυχῇ πρὸ τοῦ σώματος τὴν ἀποικίαν ἐστέλλετο, τὸν ἐπὶ τοῖς θνητοῖς ἵμερον παρευημεροῦντος ἔρωτος οὐρανίου.
οὐδενὸς οὖν φροντίσας, οὐ φυλετῶν, οὐ δημοτῶν, οὐ συμφοιτητῶν, οὐχ ἑταίρων, οὐ τῶν ἀφ’ αἵματος ὅσοι πρὸς πατρὸς ἢ μητρὸς ἦσαν, οὐ πατρίδος, οὐκ ἀρχαίων ἐθῶν, οὐ συντροφίας, οὐ συνδιαιτήσεως, ὧν ἕκαστον ἀγωγόν τε καὶ δυσαπόσπαστον ὁλκὸν ἔχον δύναμιν, ἐλευθέραις καὶ ἀφέτοις ὁρμαῖς ᾗ τάχιστα μετανίσταται, τὸ μὲν πρῶτον ἀπὸ τῆς Χαλδαίων γῆς, εὐδαίμονος χώρας καὶ κατ’ ἐκεῖνον ἀκμαζούσης τὸν χρόνον, εἰς τὴν Χαρραίων γῆν (Gen. 12, 5), ἔπειτα οὐ μακρὰν ὕστερον καὶ ἀπὸ ταύτης εἰς ἕτερον τόπον, περὶ οὗ λέξομεν ἐκεῖνο πρότερον εἰπόντες.
Αἱ δηλωθεῖσαι ἀποικίαι τῷ μὲν ῥητῷ τῆς γραφῆς ὑπ’ ἀνδρὸς σοφοῦ γεγόνασι, κατὰ δὲ τοὺς ἐν ἀλληγορίᾳ νόμους ὑπὸ φιλαρέτου ψυχῆς τὸν ἀληθῆ ζητούσης θεόν.
Χαλδαῖοι γὰρ ἐν τοῖς μάλιστα διαπονήσαντες [*](1 καὶ μεγίστοις om. Arm ὀνῆσαι] οἰκῆσαι M, κατανοῆσαι CFG δ’ ΒΕ 2 ὦν] ἣν Α 3 παρ’ ὀξὺ βλέποντας BEF: παροξὺ βλέποντας G, παρ’ ὀξὺ βλέποντες Α, παροξὺ βλέποντες C, παρ’ ὁξυβλεποῦντας KMP, πρὸς ὁξυβλεποῦντας Η, πρὸς ὀξὺ βλέποντας V ἀναποδήμητοι παρ’ ἐκδεδημηκότας om. CFG ἀποδήμητοι BE παρ’ ἐκδεδημηκότας KM: παρεκδεδημηκότας BEP, παρεκδεδυκότας Α, πρός ἐκδεδημηκότας H(v) 4 ἠπείγοντο G ante τὸ add. καὶ CFA πατρῷον] πρῶτον P καὶ προσκυνῆσαι om. Arm 5 ἡδίστης καὶ om. Arm 6 τὰς om. BEK 7 ἑλχθέντες C Arm: ἐλεχθέντες F, ἐλεγχθέντες ceteri 8 βεβαιοτάτῳ H (Turn.) ὀλίγον (alt. ο in ras.) Β ἢ καὶ] ἧκε BE 11 οὑν] γοῦν ΒΕ οὐ φυλετῶν] ὀφειλετῶν Α οὐχ ἑταίρων om. H ἑτέρων Α Arm 12 ὅσοι— ἦσαν om. Arm πρὸς om. C πατρίδος] πατρός CFG 12. 13 οὐκ ἀρχαίων ἐθῶν om. Arra 13 οὐ συνδιαιτήσεως om. Arm 14 #x003E; ὁλκὸν coni. Mang. ἔχων Α post ἔχον ss. καὶ Β (Richt.) ἐλευθέραις E: ἐλευθέροις ceteri (v) 15 ἦ Η, ἡ BMA τάχιστον Κ μὲν om. CFG 16 ἀκμαζούσης BEK Arm: ἁρμοζούσης ceteri 17 Χαρραίων γῆν] Μεσοποταμίαν Arm γῆν om. ΒΕ ἔπειτ’ BEK ἔπειτα—ὕστερον om. Arm 18 πάπον—εἰπόντες om. BE 19 Αἱ] αἱ δὲ BE ῥητῶ BEK: ῥήματι ceteri 20 κατὰ δὲ ἀλληγορίαν νόμων Arm ἐν ἀλληγορία BEK: ἀλληγορίας ceteri 21 ἐν τοῖς] ἑαυτοῖς G διαποιήσαντες BE (alt. ι corr. ex ν Ε) 21 sqq. Amlros. De Abraham II 3,9 . . . unde liquet eo referendum quia, (??) imdiu)
ταύτῃ τοι τῇ δόξῃ συντραφεὶς καὶ χαλδαΐσας μακρόν τινα χρόνον, ὥσπερ ἐκ βαθέος ὕπνου διοίξας τὸ τῆς ψυχῆς ὄμμα καὶ καθαρὰν αὐγὴν ἀντὶ σκότους βαθέος βλέπειν ἀρξάμενος ἠκολούθησε τῷ φέγγει καὶ κατεῖδεν, ὃ μὴ πρότερον ἐθεάσατο, τοῦ κόσμου τινὰ ἡνίοχον καὶ κυβερνήτην ἐφεστῶτα καὶ σωτηρίως εὐθύνοντα τὸ οἰκεῖον ἔργον, ἐπιμέλειάν τε καὶ προστασίαν καὶ τῶν ἐν αὐτῷ μερῶν ὅσα θείας ἐπάξια φροντίδος ποιούμενον.
ὅπως οὖν βεβαιώσηται τὴν φανεῖσαν ὄψιν ἐν τῇ διανοίᾳ παγιώτερον, αὖθίς φησιν ὁ ἱερὸς λόγος αὐτῷ· „τὰ μεγάλα, ὦ οὗτος, ὑποτυπώσει βραχυτέρων [*](1 καὶ τὰ πάντα F, καὶ πάντα οm. G ὑπέλαβον CFGK: οἷς ὑπέλαβον BE, αἷς ὑπέλαβον ceteri 2—8 ἀριθμοὶ—πεποιηκότι in Κ ab alt. manu suppleta 2. 3 ἅς— ἀναλογίαι om. Arm 2 ἅσπερ ἔχουσιν BE 3 καὶ addidi ἐσέμνυνον CFGK: ἐσέμνυναν ceteri 5 σελήνης καὶ ἡλίου transp. BE Arm quart. καὶ BEM: ἢ ceteri 6 κατὰ] καὶ F τὰς om. ’P’ ὁρῶν C τῶν om. G 7 συμ(??)θει· (sic) C 8 ἐξομοιώσαντες codd. (Turn.): ἐφομοιώσαντες Mang. τῷ om. Η1Ρ τοι Κ (coni. Mang.): τις ceteri δόξει G 10 διανοίξας CA(v), διανοίας FG 12 τινὰ om. Η1Ρ 13. 14 ἐπιμέλειαν—ποιούμενον om. Arm 14 ante καὶ add. αὐτοῦ vel τοῦ παντὸς Mang. post ὅπως add. δ’ H(v) 15 γοῦν coni. Mang. βεβαιώσηται codd.: βεβαιώσῃ v 15. 16 αὖθίς φησιν BE: αὖ φησιν KAHP, φησιν CFGM 16 ὁ ἱερὸς λόγος αὐτῶ BEK: αὐτῶ ὁ ἱερός λόγος ceteri Chaldaeus fuit, hoc est non solum in regione, sed etiam in opinione Chaldaeorum, Don poterat deum videre, quem intra mundum quaerebat. Chaldaei enim mundum superiorem deum dicunt, ut etiam . . . stellarum cursu ferri adserunt ea quae terrena sunt et quodam coerceri vinculo. unde et deos stellas appellaverunt, eo quod eas dominatum quendam habere supernum credant, quia quaedam stellis ad terrena compassio est. . . . ergo quamdiu mens Chaldaicis erroribus flectitur, non videt deum, quem in his quaerit quae videntur, non in his quae non videntur. . . . unde nec Abraham primum videbat. quomodo autem poterat videre eum, supra quem alterum esse arbitrabatur? ubi vero ad aliam demigravit non regionem, sed veram religionem paratam humilitati — hoc enim significat Ciianaan —, tunc deum videre coepit et eum cognoscere esse deum, cuius invisibili virtute advertit omnia regi et gubernari. hoc ergo scriptura docet, quia Abraham steilarum observatione demigrans deum vidit. Philonis opera vol. IV 2)
διὰ τοῦτο τὴν πρώτην ἀποικίαν ἀπὸ τῆς Χαλδαίων γῆς εἰς τὴν Χαρραίων λέγεται ποιήσασθαι. Χαρρὰν δὲ Ἑλληνιστὶ „τρῶγλαι“ λέγονται, κατὰ σύμβολον αἱ τῶν ἡμετέρων αἰσθήσεων χῶραι, δι’ ὧν ὥσπερ ὀπῶν ἑκάστη διακύπτειν πέφυκε πρὸς τὴν τῶν οἰκείων ἀντίληψιν.
ἀλλὰ τί τούτων, εἴποι τις ἄν, ὄφελος ἦν, εἰ μὴ νοῦς ἀόρατος καθάπερ θαυματοποιὸς ἔνδοθεν ὑπήχει ταῖς ἑαυτοῦ δυνάμεσιν, ἃς τοτὲ μὲν ἀνιεὶς καὶ ἐπιχαλῶν τοτὲ δὲ ἀντισπῶν καὶ ἀνθέλκων βίᾳ κίνησιν ἐμμελῆ καὶ πάλιν ἡσυχίαν ἐμπαρεῖχε τοῖς θαυμασίοις; τοῦτο ἔχων παρὰ σεαυτῷ τὸ παράδειγμα ῥᾳδίως οὗ σφόδρα ποθεῖς λαβεῖν τὴν ἐπιστήμην κατανοήσεις.
οὐ γὰρ ἐν σοὶ μὲν νοῦς ἐστιν ἡγεμὼν ἐπιτεταγμένος, ᾧ καὶ τοῦ σώματος ἅπασα κοινωνία πειθαρχεῖ καὶ ἑκάστη τῶν αἰσθήσεων ἕπεται, ὁ δὲ κόσμος, τὸ κάλλιστον καὶ μέγιστον καὶ τελεώτατον ἔργον, οὗ πάντα τὰ ἄλλα συμβέβηκεν εἶναι μέρη, βασιλέως ἀμοιρεῖ τοῦ συνέχοντος καὶ ἐνδίκως ἐπιτροπεύοντος. εἰ δ’ ἀόρατος ὁ βασιλεύς, μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ ἐν σοὶ νοῦς ὁρατός.
ταῦτά τις ἐπιλογιζόμενος καὶ οὐ πόρρωθεν ἀλλ’ ἐγγύθεν ἀναδιδασκόμενος ἔκ τε ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν εἴσεται σαφῶς, ὅτι ὁ κόσμος οὐκ ἔστιν ὁ πρῶτος θεός, ἀλλ’ ἔργον τοῦ πρώτου θεοῦ καὶ τοῦ συμπάντων πατρός, ὃς ἀειδὴς ὢν πάντα φαίνει μικρῶν τε αὖ καὶ μεγάλων διαδεικνὺς τὰς [*](1 ηὔξησε] ἦγξε CFG (Turn.) 2 παραπεμψάμενος] ἱλασάμενος BE περιπολοῦντας ἀστέρας Arm 3 χρόνον om. Turn. 4 δι’ ἧς δυνήσῃ BEK Arm: δυνήσῃ γὰρ ceteri (v) 5 post παντός add. ὅτι μὴ σεαυτοῦ BE 6 τὴν τῶν χαρραίων Α ποιεῖσθαι HP(v) 7 χαρρὰ F δ’ BEK 8 διακύπτειν πέφυκε ΒΕΚ: πέφυκε διακύπτειν ceteri 9 ἦν om. ΜΗΡ(v) 10 ἀοράτως coni. Mang. θαυμαστοποιὸς G, θαυματοποιοὺς Α ἔνδον REK ὑπηχεῖ Β, ὑφηχεῖ C, ὑφήχει G, ἠπείχει F 11 δ’ BEK 12 πάλιν BEK Arm: πολλὴν ceteri (v) ; κατὰ πολλὴν coni. Mang. ἐμπαρεῖχε τοῖς θαυμασίοις BEK: ἐμπαρείχετο τοῖς θαύμασι ceteri τοῖς θαυμασίοις om. Arm 13 τὸ om. BEF 14 κατανοήσῃς C οὐ] εἰ Α μὲν] γε ΒΑ ὁ νοῦς CFG(v) 15 ὧ̣] οὖ F 16 καὶ μέγιστον om. ΒΚ Arm 17 τελεώτατον BEK: τελειότατον ceteri οὖ μέρη om. Arm τὰ ἄλλα πάντα transp. F 18 συνέχοντος Mang.: συνέξοντος codd. ἐπιτροπεύσαντος ΒΕ, ἐπιτροπεύσοντος KHP ἀοράτως C 19 ὁ βασιλεύς BEK Arm: om. ceteri (v) μὴ—ὁρατός om. CFG 20 ἀλλ’ ἐγγύθεν om. BE 21 ἑαυτοῦ BE: αὑτοῦ MH2, τῶν ἑαυτοῦ Κ, αὐτοῦ CFH1P, ὖ (sic) G, αὐτὰς Α αὐτὸν codd. εἴσεται] εἰ ἔσται G 23 ἀιδὴς BE αὖ om. Κ δεικνὺς CFGMA)
σώματος γὰρ ὀφθαλμοῖς οὐκ ἠξίωσε καταλαμβάνεσθαι, τάχα μὲν ἐπειδὴ θνητὸν ἀιδίου ψαύειν οὐχ ὅσιον ἦν, τάχα δὲ καὶ δι’ ἀσθένειαν τῆς ἡμετέρας ὄψεως· οὐ γὰρ ἂν ἐχώρησε τὰς ἀπὸ τοῦ ὄντος ἐκχεομένας αὐγάς, [*](13 M.) ὁπότε οὐδὲ ταῖς ἀφ’ ἡλίου προσβλέπειν ἀκτῖσιν οἵα τέ ἐστι.
τεκμήριον δὲ ἐναργέστατον τῆς ἀποικίας, ἣν ἀπ’ ἀστρονομίας καὶ τῆς χαλδαϊζούσης δόξης ἡ διάνοια ἐστείλατο· λέγεται γὰρ εὐθὺς ἅμα τῇ μεταναστάσει τοῦ σοφοῦ· „ὤφθη δὲ ὁ θεὸς τῷ Ἀβραάμ“ (Gen. 12, 7)· ᾧ δῆλον ὅτι πρότερον οὐκ ἦν ἐμφανής, ὅτε χαλδαΐζων τῇ τῶν ἀστέρων χορείᾳ προσεῖχεν ἔξω τοῦ κόσμου καὶ τῆς αἰσθητῆς οὐσίας εὐάρμοστον καὶ νοητὴν φύσιν οὐδεμίαν ἁπλῶς καταλαμβάνων.
ἐπεὶ δὲ μετεχώρησε καὶ μεθωρμίσατο, κατὰ τἀναγκαῖον ἔγνω τὸν κόσμον ὑπήκοον ἀλλ’ οὐκ αὐτοκράτορα, οὐ πρυτανεύοντα ἀλλὰ πρυτανευόμενον ὑπ’ αἰτίου τοῦ πεποιηκότος,
ὅπερ ἡ διάνοια τότε πρῶτον ἀναβλέψασα εἶδε. πολλὴ γὰρ αὐτῆς πρότερον ἀχλὺς ὑπὸ τῶν αἰσθητῶν κατεκέχυτο, ἣν ἐνθέρμοις καὶ διαπύροις δόγμασιν ἀνασκεδάσασα μόλις ἴσχυσεν ὡς ἐν αἰθρίᾳ καθαρᾷ τοῦ πάλαι κρυπτομένου καὶ ἀειδοῦς φαντασίαν λαβεῖν· ὃς ἕνεκα φιλανθρωπίας ἀφικνουμένην τὴν ψυχὴν ὡς ἑαυτὸν οὐκ ἀπεστράφη, προϋπαντήσας δὲ τὴν ἑαυτοῦ φύσιν ἔδειξε, καθ’ ὅσον οἷόν τε ἦν ἰδεῖν τὸν βλέποντα.
διὸ λέγεται, οὐχ ὅτι ὁ σοφὸς εἶδε θεόν, ἀλλ’ ὅτι „ὁ θεὸς ὤφθη“ τῷ σοφῷ· καὶ γὰρ ἦν ἀδύνατον καταλαβεῖν τινα δι’ αὑτοῦ τὸ πρὸς ἀλήθειαν ὄν, μὴ παραφήναντος ἐκείνου ἑαυτὸν καὶ ἐπιδείξαντος.