De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
πρὸς ἐπίληπτον καὶ ἐπάρατον βίον—· ἐφ’ οἷς ὁ θεὸς εἰκότως δυσχεράνας, εἰ τὸ ζῷον τὸ ἄριστον εἶναι δοκοῦν καὶ συγγενείας ἀξιωθὲν τῆς πρὸς αὐτὸν ἕνεκα τῆς ἐν τῷ λόγῳ κοινωνίας, δέον ἀρετὴν ἐπιτηδεύειν, ἐζήλωσε κακίαν καὶ τὰ εἴδη πάντα κακίας, δίκην ὁρίζει τὴν προσήκουσαν, ἀφανίσαι τοὺς τότε ὄντας κατακλυσμῷ διανοηθείς, οὐ μόνον τοὺς ἐν τῇ πεδιάδι καὶ τοῖς χθαμαλωτέροις ἀλλὰ καὶ τοὺς ἐν τοῖς ὑψηλοτάτοις ὄρεσι κατοικοῦντας.
ἡ μὲν γὰρ μεγάλη θάλαττα μετέωρος ὡς οὐδέπω πρότερον ἀρθεῖσα διὰ τῶν στομάτων ἀθρόᾳ ῥύμῃ τοῖς καθ’ ἡμᾶς εἰσερρύη πελάγεσι, τὰ δὲ πλημμύραντα νήσους καὶ ἠπείρους ἐπέκλυσε, πηγῶν δ’ ἀενάων καὶ ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων ἐπάλληλοι φοραὶ συνῆπτον ἀλλήλαις ἀναχεόμεναι καὶ πρὸς ὕψος ἐπαιρόμεναι ἐπέβαινον.
οὐ μὴν οὐδὲ ὁ ἀὴρ ἠρέμει· πάντα γὰρ τὸν οὐρανὸν βαθὺ καὶ συνεχὲς νέφος ἐπεῖχε καὶ πνεύματα ἦν ἐξαίσια πάταγοί τε βροντῶν καὶ ἐπιλάμψεις ἀστραπῶν καὶ κεραυνῶν φοραί, καταρρηγνυμένων ὄμβρων ἀπαύστων, ὡς νομίσαι τὰ μέρη τοῦ παντὸς εἰς μίαν φύσιν τὴν ὕδατος ἀναστοιχειούμενα σπεύδειν, ἕως τοῦ μὲν ἄνωθεν καταράττοντος τοῦ δὲ κάτωθεν ἐπανιόντος μετάρσια ἤρθη τὰ ῥεῖθρα, οἷς οὐ μόνον ἡ πεδιὰς καὶ ὅση χθαμαλὴ κατακλυσθεῖσα ἠφανίσθη, ἀλλὰ καὶ τῶν ὑψηλοτάτων ὀρῶν αἱ κορυφαί.
πάντα γὰρ τὰ μέρη τῆς γῆς ἔδυ καθ’ ὕδατος, ὡς πᾶσαν καθηρπάσθαι καὶ τὸν κόσμον ἀκρωτηριασθέντα μεγάλῳ τμήματι τὸν παντελῆ καὶ ὁλόκληρον, ὃ μήτε εἰπεῖν μήτε νοῆσαι θέμις, [*](1 ἁμιλλώμενοι BE, ἁμιλλωμένων om. Arm γὰρ KMAHP: om. ceteri ante add. ὅτῳ F, οὕτως G, ἐφιλονείκουν om. C ἕκαστοι Η2 2 μεγέθει κακίας BEK Arm: κακίας μεγέθει ceteri ἐπειγόμενοι Η2 2.3 καὶ—βίον om. Arm 2 παραλιπόντος ΒΕ τῶν] τὸν F 4 εἰ corr. ex εἰς BE ζῴων Arm τὸ alt. ora. BEF 6 post ἐζήλωσε add. δὲ ΗΡ καὶ—κακίας om. Arm εἴδη] ἤδη Α 7 ἀφανίσαι BEK: ἀφανίζειν ceteri οὐ μόνον BEK Arm: οὐ μόνον δὲ ceteri S καὶ τοῖς χθαμαλωτέροις om. Arm ὑψηλοτάτοις om. Arm 9 γὰρ om. BE θάλασσα BEK 9. 10 ὡς οὐδέπω πρότερον om. Arm 9 ὡς corr. ex ὧν E, ὦν Β οὔπω BE 11 πλημμύροντα CFG καὶ om. BE 12 δ’ BEK Arm: τ’ CMAHP, τε G, τῶν F ἀενάων CEG: ἀεννάων ceteri ποταμῶν αὐθιγενῶν BEK Arm: αὐθιγενῶν ποταμῶν ceteri τε BEK: om. ceteri 13 ἀλλήλαις BE: ἀλλήλοις ceteri ἀνερχόμεναι CFG 14 aute βαθὺ add. καὶ MAGHP 15 καὶ prius ss, H2P2 τε BEK: δὲ ceteri 16 ἐπιλείψεις ἄστρων BE 17 τὴν] τοῦ KH1P 18 ἕως] ὡς CFG καταρράττοντος CABEK post δὲ add. καὶ BE 20 καὶ ὅση χθαμαλὴ om. Arra 21. 22 ὡς ὅλην ἀνηρπάσθαι ΒΕ 22. 23 μεγάλῳ— θέμις om. Arm 22 μεγάλα τμήματα coni. Mang. 23 μήτ’ BEK νομῆσαι P)