De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ὃς τῆς πρὸς αὐτὸν πίστεως ἀγάμενος τὸν ἄνδρα πίστιν ἀντιδίδωσιν αὐτῷ, τὴν δι’ ὅρκου βεβαίωσιν ὧν ὑπέσχετο δωρεῶν, οὐκέτι μόνον ὡς ἀνθρώπῳ θεός, ἀλλὰ καὶ ὡς φίλος γνωρίμῳ διαλεγόμενος· φησὶ γὰρ "κατ’ ἐμαυτοῦ ὤμοσα“ (Gen. 22, 16), παρ’ ᾧ ὁ λόγος ὅρκος ἐστίν, ἕνεκα τοῦ τὴν διάνοιαν ἀκλινῶς καὶ παγίως ἔτι μᾶλλον ἢ πρότερον ἐρηρεῖσθαι.
πρεσβύτερος μὲν οὖν καὶ πρῶτος ἔστι τε καὶ λεγέσθω ὁ ἀστεῖος, νεώτερος δὲ καὶ ἔσχατος πᾶς ἄφρων, τὰ νεωτεροποιὰ καὶ ἐν ἐσχατιαῖς ταττόμενα μετιών. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον εἰρήσθω.
τῷ δὲ πλήθει καὶ μεγέθει τῶν ἐπαίνων ἐπιτιθεὶς ὥσπερ τινὰ κεφαλὴν τοῦ σοφοῦ φησιν, ὅτι τὸν θεῖον νόμον καὶ τὰ θεῖα προστάγματα πάντα ἐποίησεν ὁ ἀνὴρ οὗτος (Gen. 26, 5), οὐ γράμμασιν ἀναδιδαχθείς, ἀλλ’ ἀγράφῳ τῇ φύσει σπουδάσας ὑγιαινούσαις καὶ ἀνόσοις ὁρμαῖς ἐπακολουθῆσαι· περὶ δὲ ὧν ὁ θεὸς ὁμολογεῖ, τί προσῆκεν ἀνθρώπους ἢ βεβαιότατα πιστεύειν;
τοιοῦτος ὁ βίος τοῦ πρώτου καὶ ἀρχηγέτου τοῦ ἔθνους ἐστίν, ὡς μὲν ἔνιοι φήσουσι, νόμιμος, ὡς δ’ ὁ παρ’ ἐμοῦ λόγος ἔδειξε, νόμος αὐτὸς ὢν καὶ θεσμὸς ἄγραφος.
[*](1 οὐρανὸς] ἄνος (i. e. ἄνθρωπος) FG μὲν om. ΒΚ ὃς] ὁ δὲ Arm 3 βεβαίωσιν] περὶ βεβαιώσεως Β οὐκέτι] οὐκ ἔστι G; οὐκ αὐτὸ coni. Mang. 4 φίλω CFGA 5 ὠμοσάμενος Η1, corr. Η2 ὅρκος om. CFG 6. 7 ἐνηρεῖσθαι F1G 7 καὶ πρῶτος om. DV ἔστι τε BKDV: ἔστω ceteri; ἔστι τε καὶ om. Arm 8 τὰ νεωτεροποιίας Β 9 τοσούτων Α, τοσούτω Β 9. 10 τῶ δὲ πλήθει BKMH: τῶ πλήθει δὲ C, δὲ om. AFGP 10 ἐπιθεὶς CFG κεφαλὴν] κολοφῶνα coni. Mang. 10. 11 τοῦ σοφοῦ om. Κ (fort. recte) 11 προστάγματα πάντα BK: πάντα post οὗτος (12) transp. ceteri 13 post σπουδάσας add. δὲ F 14 ὁμολογεῖ θεὸς (om. ὁ) transp. Κ 14. 15 βεβαιώτατα C, βεβαιότητα G 15. 16 τοῦ γένους ἔθνους scripsi) ἐστίν ΒΚ: ἐστὶ τοῦ ἔθνους transp. ceteri 16 δὲ ΒΚ Subscr. Φίλωνος βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἣ περὶ νόμων ἀγράφων· ὅ ἐστι περὶ ἀβραάμ C, Φίλωνος βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἢ νόμων ἀγράφων G Arm, Φίλωνος βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος Η)[*](7—9 pergit DV: πρεσβύτερος—μετιών. 8. 9 DR fol. 74r τοῦ καὶ ἔσχατος πᾶς ἄφρων—μετιών.)