De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

οἱ δὲ τῆς ἑαυτῶν εὐγενείας ὑπομνησθέντες καὶ φραξάμενοι δυνατωτέρᾳ χειρὶ μάλα καταφρονητικῶς ᾔεσαν ὡς αὐτοβοεὶ περιεσόμενοι καὶ συμπλακέντες τοὺς μὲν εὐθὺς εἰς φυγὴν ἀνεσκέδασαν, τοὺς δὲ ἐπιστροφάδην κτείνοντες ἡβηδὸν διαφθείρουσιν, αἰχμαλώτων δὲ πολὺν ὄχλον ἀγαγόντες μετὰ τῆς ἄλλης λείας διενέμοντο· προσαπάγουσι μέντοι καὶ τοῦ σοφοῦ τὸν ἀδελφιδοῦν εἰς μίαν τῆς πενταπόλεως οὐκ ἐκ πολλοῦ μετῳκηκότα.

τοῦτο μηνυθὲν ὑπό τινος τῶν ἐκ τῆς τροπῆς διασωθέντων χαλεπῶς αὐτὸν ἠνίασε καὶ οὐκέτ’ ἠρέμει διὰ τοῦτο [*](1 ἀνατολὰς CABE: ἀνατολαῖς ceteri τέσσαρες BEK 2 τὰ ἑῷα BEK: τά τε ἑῷα ceteri τ’ Κ ἐντὸς καὶ ἐκτὸς traasp. FGH 4 ἐκφέροντα F 5 δ’ BEK παραλύειν] παρέλκειν CFG 8 ἔνδενδρον HP καὶ καρπῶν CFBEK Arm: καὶ om. ceteri περίπλεων C2EK: περίπλεω ceteri 9 παρέσχεν BEK: παρεῖχεν ceteri 10 ἔσχεν ΒΕΚ: εἶχεν ceteri ἔσχεν ἐραστὰς transp. Κ 11 τῶν ἄλλων χρόνων ABE 12 ὕπαρχοι τιμῶντες] ὑπερτιμῶντες BE 13 δ’ BEK 14 ἐγέννησαν CFG πλέον BEK: πλείω ceteri 15 τοῖς om. CFG, τοῖς ἑαυτῶν om. Arm 16 οἱ δὲ] οἱ δ’ ἐναντίοι BEK αὐτῶν CFGMA 17 ἐπῄεσαν Arm αὐτοβοΐ E 18 εἰς σφαγὴν P ἐσκέδασαν F δ’ BEK 19 κτείνοντες BEK: κτείναντες ceteri κἰχμαλώτων BEK: αἰχμάλωτον ceteri 20 ἀγαγόντες BEK: ἀναγαγόντες ceteri; ἀπαγαγόντες coni. Mang. διανέμονται F, δι’ ἧς ἐνέμοντο BE προσάγουσι BE 21 τὸν ἀδελφιδοῦν τοῦ σοφοῦ transp. BEK τῆς πόλεως F 22 τῶν om. Arm τῆς om. CFG ῥοπῆς Α 23 διασωθέντος CGMA Arm, διασωθέντος Η οὐκέτι HP οὐκ ἐνηρέμει CG, οὐκ ἠρέμει F διὰ τοῦτο om. Arm 23. 51,1 συγκεχυμένως Α) [*](1 sqq. Gen. cap. 14)

v.4.p.51
συγκεχυμένος καὶ ζῶντα πενθῶν τὸ ἀργαλεώτερον ἢ εἰ τεθνεῶτα ἐπύθετο· τέλος μὲν γάρ, ὡς αὐτό που δηλοῖ τοὔνομα, τῶν κατὰ τὸν βίον ἁπάντων καὶ μάλιστα κακῶν ᾔδει τὴν τελευτήν, μυρία δὲ τῶν ἀβουλήτων ἐφεδρεύοντα τοῖς ζῶσι.

διώκειν δ’ εὐτρεπιζόμενος ἐπὶ τῷ ῥύσασθαι τὸν ἀδελφιδοῦν ἠπόρει συμμάχων, ἅτε ξένος ὢν καὶ μέτοικος καὶ μηδενὸς τολμῶντος ἀμάχοις δυνάμεσι τοσούτων βασιλέων καὶ ἄρτι νενικηκότων ἐναντιοῦσθαι.

καινοτάτην δ’ ἐξεῦρε συμμαχίαν — πόρος γὰρ ἐν ἀπόροις, ὅταν δικαίων καὶ φιλανθρώπων ἔργων ἐφιῆταί τις, εὑρίσκεται —· συναγαγὼν γὰρ τοὺς οἰκέτας καὶ τοῖς ἀργυρωνήτοις προστάξας οἴκοι καταμένειν — ἔδεισε γὰρ ἐξ αὐτῶν αὐτομολίαν — τοὺς οἰκότριβας καταλέγει καὶ διανείμας εἰς ἑκατονταρχίας τρισὶν ἐπῄει τάξεσιν, οὐ ταύταις πεποιθώς — πολλοστὴ γὰρ ἦν μοῖρα τῶν παρὰ τοῖς βασιλεῦσιν —, ἀλλὰ τῷ ὑπερμάχῳ καὶ προαγωνιστῇ τοῦ δικαίου θεῷ.