De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

προστάται δὲ καὶ ἐπιμεληταὶ τούτων ἑκατέρων εἰσί τινες οἷα θρεμμάτων ποιμένες, τῶν μὲν ἐκτὸς οἱ φιλοχρήματοι καὶ φιλόδοξοι καὶ στρατηγιῶντες καὶ ὅσοι τὴν ἐπὶ τοῖς πλήθεσι δυναστείαν ἀγαπῶσι, τῶν δὲ περὶ ψυχὴν ὅσοι φιλόκαλοι καὶ φιλάρετοι, μὴ τὰ νόθα πρὸ τῶν γνησίων ἀλλὰ τὰ γνήσια πρὸ τῶν νόθων ἀγαθὰ αἱρούμενοι.

γίνεται οὖν φυσική τις αὐτοῖς ἡ διαμάχη μηδὲν ἐγνωκόσι τῶν αὐτῶν, ἀλλ’ ἀπᾴδουσι καὶ διαφερομένοις ἀεὶ περὶ πράγματος συνεκτικωτάτου τῶν ἐν βίῳ, τοῦτο δ’ ἐστὶν ἡ κρίσις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν.

ἄχρι μὲν οὖν τινος ἐπολεμεῖτο ἡ ψυχὴ καὶ τὴν στάσιν ταύτην ἐχώρει μήπω κεκαθαρμένη παντελῶς, ἀλλ’ ἔτι τῶν παθῶν καὶ νοσημάτων παρευημερούντων τοὺς ὑγιαίνοντας λόγους· ἀφ’ οὗ δὲ ἤρξατο δυνατωτέρα γίνεσθαι καὶ ῥώμῃ κραταιοτέρᾳ τὸν ἐπιτειχισμὸν τῶν ἐναντίων δοξῶν καθαιρεῖν, πτερυξαμένη καὶ φρονήματος ὑποπλησθεῖσα τὸν τὰς ἐκτὸς ὕλας τεθαυμακότα τρόπον ἐν αὑτῇ διατειχίζει καὶ διαζεύγνυσι καὶ ὡς ἀνθρώπῳ διαλεγομένη φησίν·

ἀμήχανον ὁμοδίαιτον εἶναί σε καὶ ὁμόσπονδον ἐραστῇ σοφίας καὶ ἀρετῆς, ἴθι δὴ καὶ μετοικισάμενος μακρὰν ἀποζεύχθητι, μηδεμίαν ἔχων κοινωνίαν, ἀλλὰ μηδὲ σχεῖν δυνάμενος· ὅσα γὰρ ὑπολαμβάνεις εἶναι δεξιά, ταῦτ’ οἴεται ἐκεῖνος εὐώνυμα, καὶ ὅσα τοὐναντίον σκαιά, ταῦτα παρ’ ἐκείνῳ νενόμισται δεξιά.

Οὐ τοίνυν εἰρηνικὸς καὶ φιλοδίκαιος αὐτὸ μόνον ἦν ὁ ἀστεῖος, ἀλλὰ καὶ ἀνδρεῖος καὶ πολεμικός· οὐχ ἕνεκα τοῦ πολεμεῖν — οὐ γὰρ δύσερις ἦν καὶ φιλόνεικος —, ἀλλ’ ὑπὲρ βεβαίου τῆς πρὸς τὸ μέλλον εἰρήνης, ἣν οἱ ἀντίπαλοι καθῄρουν. σαφεστάτη δὲ πίστις τὰ πραχθέντα.

τὴν [*](1 προστάται δὲ καὶ ἐπιμεληταὶ om. BEK (fort. recte) 3 ἀγαπῶντες FH 5 ἀλλὰ—νόθων om. F 6 γοῦν BEK αὐτοῖς om. BE ἡ διαμάχη] ἰδία μάχη Α μὴ διεγνωκόσι Η2 (Turn.) τὰ αὐτῶν H2 τὰ αὑτῶν Turn.) 6. 7 ἀλλ’ ἀπᾴδουσι] ἀλλὰ σπουδάζουσι CFGA 7 διαφθειρομένοις F1 ἀεὶ] αὐτοῖς BE περὶ] διὰ CFG 8 τοῦτο δ’ ἐστὶν om. FG τοῦτο—κρίσις] ὃ κρίσις ἐστὶν C ἡ om. F 9 σύστασιν HP 11 post λόγους add. ἐταράττετο CFGA δ’ BEK 12 ῥώμῃ] γνώμη BEK καθαίρειν MAFG ἃς 13 ὕλης Κ 14 αὐτὴ codd. διαζεύγνυσι BEK: διαζευγνύει ceteri 1.0 φασίν Α σε] τε G 16 ἐραστῆ ΒΕΗ2 Arm: ἐραστὴν Κ, ἐραστὴν F2, ἐραστὴς F1G, ἐρᾶς τῆς CMAH1P δὴ] δὲ F1G μετοικησάμενος P 18 ὑπολαμβάνης C ταῦτ᾿—δεξιά (19) om. F ταῦτα HP οἴετ’ C, οἴεται om. in lac. Α, ἐκεῖνος ὀίεται transp. P 19 σκιά BEK: ἀριστερά ceteri ἐκείνων Α 20 αὐτῶ Η2 (Turn.), ἑαυτῶ BE ὁ om. F 21 ante πολεμικὸς add. ἐνταῦθα ἦν BE, οὗπερ ἐχρῆν Arm ἕνεκεν BE 22 ἢν Mang: ὢν HP, om. ceteri)

v.4.p.50
πρὸς ἀνατολὰς μοῖραν τῆς οἰκουμένης τέτταρες μεγάλοι βασιλεῖς εἰλήχεσαν, οἷς ὑπήκουεν ἔθνη τὰ ἑῷα, τά τε ἐκτὸς καὶ ἐντὸς Εὐφράτου. τὰ μὲν οὖν ἄλλα διέμενεν ἀστασίαστα πειθαρχοῦντα τοῖς τῶν βασιλέων ἐπιτάγμασι καὶ τοὺς ἐτησίους δασμοὺς ἀπροφασίστως εἰσφέροντα· μόνη δὲ ἡ Σοδομιτῶν χώρα, πρὶν καταφλεχθῆναι, παραλύειν ἤρξατο τὴν εἰρήνην ἀπόστασιν ἐκ πολλοῦ διανοουμένη.

πάνυ γὰρ οὔσης εὐδαίμονος πέντε βασιλεῖς ἐπεκράτουν τάς τε πόλεις καὶ τὴν γῆν δασάμενοι πολλὴν μὲν οὐκ οὖσαν, εὔσταχυν δὲ καὶ εὔδενδρον καὶ καρπῶν περίπλεων· ὃ γὰρ ταῖς ἄλλαις τὸ μέγεθος, τοῦθ’ ἡ ἀρετὴ Σοδόμοις παρέσχεν, ὅθεν καὶ πλείους ἐραστὰς ἔσχεν ἡγεμόνας τὸ κάλλος αὐτῆς καταπλαγέντας.

οὗτοι τὸν ἄλλον χρόνον τοὺς ἐπιταχθέντας φόρους ἀπεδίδοσαν τοῖς ἐκλογεῦσι τῶν χρημάτων, τοὺς δυνατωτέρους ὧν ἦσαν ὕπαρχοι τιμῶντες ἅμα καὶ δεδιότες· ἐπεὶ δὲ ἐκορέσθησαν ἀγαθῶν καί, ὅπερ φιλεῖ, κόρος ὕβριν ἐγέννησε, πλέον τῆς δυνάμεως φρονήσαντες ἀπαυχενίζουσι τὸ πρῶτον, εἶθ’ οἷα κακοὶ δοῦλοι δεσπόταις τοῖς ἑαυτῶν ἐπιτίθενται στάσει πιστεύσαντες ἢ ῥώμῃ.

οἱ δὲ τῆς ἑαυτῶν εὐγενείας ὑπομνησθέντες καὶ φραξάμενοι δυνατωτέρᾳ χειρὶ μάλα καταφρονητικῶς ᾔεσαν ὡς αὐτοβοεὶ περιεσόμενοι καὶ συμπλακέντες τοὺς μὲν εὐθὺς εἰς φυγὴν ἀνεσκέδασαν, τοὺς δὲ ἐπιστροφάδην κτείνοντες ἡβηδὸν διαφθείρουσιν, αἰχμαλώτων δὲ πολὺν ὄχλον ἀγαγόντες μετὰ τῆς ἄλλης λείας διενέμοντο· προσαπάγουσι μέντοι καὶ τοῦ σοφοῦ τὸν ἀδελφιδοῦν εἰς μίαν τῆς πενταπόλεως οὐκ ἐκ πολλοῦ μετῳκηκότα.

τοῦτο μηνυθὲν ὑπό τινος τῶν ἐκ τῆς τροπῆς διασωθέντων χαλεπῶς αὐτὸν ἠνίασε καὶ οὐκέτ’ ἠρέμει διὰ τοῦτο [*](1 ἀνατολὰς CABE: ἀνατολαῖς ceteri τέσσαρες BEK 2 τὰ ἑῷα BEK: τά τε ἑῷα ceteri τ’ Κ ἐντὸς καὶ ἐκτὸς traasp. FGH 4 ἐκφέροντα F 5 δ’ BEK παραλύειν] παρέλκειν CFG 8 ἔνδενδρον HP καὶ καρπῶν CFBEK Arm: καὶ om. ceteri περίπλεων C2EK: περίπλεω ceteri 9 παρέσχεν BEK: παρεῖχεν ceteri 10 ἔσχεν ΒΕΚ: εἶχεν ceteri ἔσχεν ἐραστὰς transp. Κ 11 τῶν ἄλλων χρόνων ABE 12 ὕπαρχοι τιμῶντες] ὑπερτιμῶντες BE 13 δ’ BEK 14 ἐγέννησαν CFG πλέον BEK: πλείω ceteri 15 τοῖς om. CFG, τοῖς ἑαυτῶν om. Arm 16 οἱ δὲ] οἱ δ’ ἐναντίοι BEK αὐτῶν CFGMA 17 ἐπῄεσαν Arm αὐτοβοΐ E 18 εἰς σφαγὴν P ἐσκέδασαν F δ’ BEK 19 κτείνοντες BEK: κτείναντες ceteri κἰχμαλώτων BEK: αἰχμάλωτον ceteri 20 ἀγαγόντες BEK: ἀναγαγόντες ceteri; ἀπαγαγόντες coni. Mang. διανέμονται F, δι’ ἧς ἐνέμοντο BE προσάγουσι BE 21 τὸν ἀδελφιδοῦν τοῦ σοφοῦ transp. BEK τῆς πόλεως F 22 τῶν om. Arm τῆς om. CFG ῥοπῆς Α 23 διασωθέντος CGMA Arm, διασωθέντος Η οὐκέτι HP οὐκ ἐνηρέμει CG, οὐκ ἠρέμει F διὰ τοῦτο om. Arm 23. 51,1 συγκεχυμένως Α) [*](1 sqq. Gen. cap. 14)

v.4.p.51
συγκεχυμένος καὶ ζῶντα πενθῶν τὸ ἀργαλεώτερον ἢ εἰ τεθνεῶτα ἐπύθετο· τέλος μὲν γάρ, ὡς αὐτό που δηλοῖ τοὔνομα, τῶν κατὰ τὸν βίον ἁπάντων καὶ μάλιστα κακῶν ᾔδει τὴν τελευτήν, μυρία δὲ τῶν ἀβουλήτων ἐφεδρεύοντα τοῖς ζῶσι.

διώκειν δ’ εὐτρεπιζόμενος ἐπὶ τῷ ῥύσασθαι τὸν ἀδελφιδοῦν ἠπόρει συμμάχων, ἅτε ξένος ὢν καὶ μέτοικος καὶ μηδενὸς τολμῶντος ἀμάχοις δυνάμεσι τοσούτων βασιλέων καὶ ἄρτι νενικηκότων ἐναντιοῦσθαι.

καινοτάτην δ’ ἐξεῦρε συμμαχίαν — πόρος γὰρ ἐν ἀπόροις, ὅταν δικαίων καὶ φιλανθρώπων ἔργων ἐφιῆταί τις, εὑρίσκεται —· συναγαγὼν γὰρ τοὺς οἰκέτας καὶ τοῖς ἀργυρωνήτοις προστάξας οἴκοι καταμένειν — ἔδεισε γὰρ ἐξ αὐτῶν αὐτομολίαν — τοὺς οἰκότριβας καταλέγει καὶ διανείμας εἰς ἑκατονταρχίας τρισὶν ἐπῄει τάξεσιν, οὐ ταύταις πεποιθώς — πολλοστὴ γὰρ ἦν μοῖρα τῶν παρὰ τοῖς βασιλεῦσιν —, ἀλλὰ τῷ ὑπερμάχῳ καὶ προαγωνιστῇ τοῦ δικαίου θεῷ.

συντείνων οὖν ἔσπευδε μηδὲν τάχους ἀνιείς, ἕως καιροφυλακήσας νυκτὸς ἐπιπίπτει τοῖς πολεμίοις δεδειπνοποιημένοις ἤδη καὶ πρὸς ὕπνον μέλλουσι τρέπεσθαι· καὶ τοὺς μὲν ἐν εὐναῖς ἱέρευε, τοὺς δ’ ἀντιταχθέντας ἄρδην ἀνῄρει, πάντων δ’ ἐρρωμένως ἐπεκράτει τῷ θαρραλέῳ τῆς ψυχῆς μᾶλλον ἢ ταῖς παρασκευαῖς.

καὶ οὐ πρότερον ἀνῆκεν, ἕως τὴν μὲν ἀντίπαλον στρατιὰν βασιλεῦσιν αὐτοῖς ἡβηδὸν ἀνελὼν πρὸ τοῦ στρατοπέδου κατεστόρεσε, τὸν δὲ ἀδελφιδοῦν ἀνήγαγε μετὰ λαμπρᾶς καὶ ἐπιφανεστάτης νίκης ἅπασαν τὴν ἵππον καὶ τὴν τῶν ἄλλων πληθὺν ὑποζυγίων καὶ λείαν ἀφθονωτάτην προσπαραλαβών.

ὃν θεασάμενος ὁ μέγας ἱερεὺς τοῦ [*](1 τὸ] τὸν P; τὸ om. Arm ἀργαλεώτατον BEKHP εἰ om. Α 4 τῶ CKHP: τὸ ceteri 5 post ἠπόρει add. τε ΒΕΚ 7 ἐν ἀπόροις BEK Arm: καὶ ἐν ἀπόροις ceteri 8 ἐφίεται FGHP, ἐφίεται Κ, ἐφίηται ceteri 9 ξυναγαγὼν Κ 11 διανείμας ἑκατοντάρχας (om. εἰς) P τρισὶν ἐπιτάξεσιν BE 13 τῶν δικαίων Arm 14 ἐπέσπευδε CGMA τάχος Α καιροφυλακήσεως (sic) Κ 15 δεδειπνοποιημένοις BE: δεδειπνημένοις ceteri μέλλουσι τρέπεσθαι] τετραμμένοις Arm 16 ἱερεύεται BEK 17 τῷ om. G 19 πρὸ om. M 20 δ’ BE ἀνήγαγε BEK Arm: ἀνῆγε ceteri 21 ἵππων Κ, ἱππικὴν BE 22 παραλαβών HP ἱερεὺς BEK Arm: ἀρχιερεὺς ceteri) [*](13 sqq. cf. loseph. Ant. lud. Ι 176 Ἀβράμῳ δὲ ἀκούσαντι τὴν συμφορὰν αὐτῶν φόβος τε ἅμα περὶ Λώτου τοῦ συγγενοῦς εἰσῆλθε καὶ οἶκτος περὶ τῶν Σοδομιτῶν φίλων ὄντων καὶ γειτνιώντων. (177) καὶ βοηθεῖν αὐτοῖς δοκιμάσας οὐκ ἀνέμεινεν, ἀλλ’ ἐπειχθεὶς καὶ κατὰ πέμπτην ἐπιπεσὼν νύκτα . . . καὶ φθάσας, πρὶν ἐν ὅπλοις γενέσθαι, τοὺς μὲν ἐν ταῖς κοίταις ὄντας ἀπέκτεινε μηδ’ ἐπίνοιαν τῆς συμφορᾶς ἔχοντας, οἱ δὲ μήπω πρὸς ὕπνον τετραμμένοι μάχεσθαι δ’ ὑπὸ μέθης ἀδύνατοι ἔφυγον. Ἅβραμος δὲ διώκων εἵπετο . . . ἐπιδείξας ὅτι τὸ νικᾶν οὐκ ἐν τῷ πλήθει καὶ τῆ πολυχειρίᾳ κεῖσθαι συμβέβηκεν, ἀλλὰ προθυμία τῶν μαχομένων καὶ τὸ γενναῖον κρατεῖ παντὸς ἀριθμοῦ . . .)

v.4.p.52
μεγίστου θεοῦ ἐπανιόντα καὶ τροπαιοφοροῦντα σῷον μετὰ σῴου τῆς ἰδίας δυνάμεως — οὐδένα γὰρ τῶν συνόντων ἀπέβαλε —, καταπλαγεὶς τὸ μέγεθος τῆς πράξεως καὶ ὅπερ εἰκὸς ἐννοηθείς, ὡς οὐκ ἄνευ θείας ἐπιφροσύνης καὶ συμμαχίας κατωρθώθη, τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανὸν εὐχαῖς αὐτὸν γεραίρει καὶ ἐπινίκια ἔθυε καὶ πάντας τοὺς συναραμένους τῷ ἀγῶνι λαμπρῶς εἱστία, γεγηθὼς καὶ συνηδόμενος ὡς ἐπ’ οἰκείῳ κατορθώματι· καὶ ἦν τῷ ὄντι οἰκεῖον αὐτῷ· „κοινὰ“ γὰρ κατὰ τὴν παροιμίαν „τὰ φίλων“, πολὺ δὲ πλέον τὰ τῶν ἀγαθῶν, οἷς ἓν τέλος εὐαρεστεῖν θεῷ.

Ταῦτα μὲν οὖν αἱ ῥηταὶ γραφαὶ περιέχουσιν. ἀσώματα δὲ ὅσοι καὶ γυμνὰ θεωρεῖν τὰ πράγματα δύνανται, οἱ ψυχῇ μᾶλλον ἢ σώματι ζῶντες, φήσουσι τῶν ἐννέα βασιλέων τοὺς μὲν τέτταρας εἶναι τὰς ἐν ἡμῖν τῶν τεττάρων παθῶν δυνάμεις, ἡδονῆς, ἐπιθυμίας, φόβου, λύπης, τοὺς δὲ πέντε τὰς ἰσαρίθμους αἰσθήσεις, ὅρασιν, ἀκοήν, γεῦσιν, ὄσφρησιν, ἁφήν.

τρόπον γάρ τινα βασιλεύουσι καὶ ἄρχουσιν ἡμῶν ἀνημμέναι τὸ κράτος, ἀλλ’ οὐχ ὁμοίως· ὑπήκοοι γὰρ αἱ πέντε τῶν τεττάρων εἰσὶ καὶ φόρους αὐταῖς καὶ δασμοὺς ἀναγκαίους φέρουσιν ὑπὸ φύσεως ὁρισθέντας.

ἐξ ὧν γὰρ ἂν ἴδωμεν ἢ ἀκούσωμεν ἢ ὀσφρανθῶμεν ἢ γευσώμεθα ἢ ἁψώμεθα, λῦπαι καὶ ἡδοναὶ καὶ φόβοι καὶ ἐπιθυμίαι συνίστανται, μηδενὸς τῶν παθῶν καθ’ αὑτὸ σθένοντος, εἰ μὴ ἐχορηγεῖτο ταῖς διὰ τῶν αἰσθήσεων παρασκευαῖς.

αὗται γὰρ ἐκείνων δυνάμεις εἰσίν, ἢ διὰ χρωμάτων καὶ σχημάτων ἢ διὰ φωνῆς τῆς ἐν τῷ λέγειν ἢ ἀκούειν ἢ διὰ χυλῶν ἢ δι’ ἀτμῶν ἢ τῶν ἐν ἁπτοῖς, ἃ μαλακὰ καὶ σκληρὰ ἢ τραχέα καὶ λεῖα ἢ θερμὰ καὶ ψυχρά· ταῦτα γὰρ πάντα [*](1 σῴου] σώας Η 4 κατορθώθη FH1, κατορθωθείη rjEK τὸν riErv: om. ceteri 5 ἐπινίκια BEK: τὰ ἐπινίκια ceteri 6 εἱστία] εἴη V συνηδόμενος] γηθόμενος F ὡς om. F ἐπὶ Κ, ἐπὶ τῶ F 7 οἰκειοτάτω ΒΕΚ ante κοινὰ add. postea εἰ Β 8 τὰ pr. oin. F1HP τῶν φίλων AFHP δὲ om. BEK πλέονα C, πλείονα FG ἓν τέλος Mang.: ἐντελὲς codd., ἐπιμελὲς Arm 10 δ’ BEK 11 θεωρεῖν τὰ πράγματα BEK: τὰ πράγματα θεωρεῖν transp. ceteri οἱ om. Arm 12 σώματι ζῶντες] ὄμμασιν ὁρῶντες coni. Mang. τοὺς μὲν om. BEK τέσσαρας AFGHP 13 τεσσάρων G, τεττάρων om. BEK 14 τοὺς] τὰς BEK 14. 15 γεῦσιν, ὄσφρησιν BEK Arm: ὄσφρησιν, γεῦσιν ceteri 15 ἁφήν BEK: καὶ ἁφήν ceteri ἡμῖν BE 17 τεσσάρων BEK αὐταῖς] αὖθις CFG ἀναγκαίως MAF Arm: ἀναγκαίως CGHP, om. BEK 18 ὁρισθέντας om. BEK 19 ἡ ἁψώμεθα ἢ γευσώμεθα transp. H 20 συγγίνονται Κ 21 δι’ αὐτῶν Α 23 χυλῶν] χυμῶν Mang. δι’ ἀτμῶν BEIC Arm: δι’ om. ceteri ἢ τῶν ΒΕΚ: ἢ om. ceteri τῶν om. F τῶν ἐν ἁπτοῖς om. Arm ἁπλοῖς ΒΕΚ ἅ] διὰ Arm 24 λεῖα ἡ] ἀειδῆ BE ταῦτα γὰρ πάντα BEK: πάντα γὰρ ταῦτα transp. ceteri)

v.4.p.53
διὰ τῶν αἰσθήσεων ἑκάστῳ τῶν παθῶν χορηγεῖται.

καὶ μέχρι μὲν οἱ λεχθέντες ἀποδίδονται φόροι, μένει τοῖς βασιλεῦσιν ἡ ὁμαιχμία, ὅταν δὲ μηκέθ’ ὁμοίως συντελῶνται, στάσεις εὐθὺς καὶ πόλεμοι συνίστανται· τοῦτο δὲ συμβαίνειν ἔοικεν, ὅταν ἀφικνῆται τὸ ἐπώδυνον γῆρας, ἐν ᾧ τῶν μὲν παθῶν ἀσθενέστερον οὐδὲν γίνεται, τάχα δὲ καὶ τῆς παλαιᾶς δυνάμεως κραταιότερον, ἀμυδραὶ δὲ ὄψεις καὶ ὦτα δυσήκοα καὶ ἑκάστη τῶν ἄλλων αἰσθήσεων ἀμβλυτέρα, μηκέθ’ ὁμοίως ἕκαστα ἀκριβοῦν καὶ δικάζειν δυναμένη μηδ’ ἴσα τῷ πλήθει ὑποτελεῖν· εἰκότως οὖν ἐξασθενήσασαι πάντα τρόπον καὶ κλιθεῖσαι δι’ αὑτῶν ὑπὸ τῶν ἀντιπάλων παθῶν ῥᾳδίως ἀνατρέπονται.